§55. Ἢν δὲ μὴ διαβεβρώκῃ ἡ σύριγξ, προμηλώσας μήλῃ, τέμνε ἕως ἂν διέλθῃ, καὶ ἐπίπασσε ἄνθος χαλκοῦ, καὶ ἐᾷν ἐπὶ πέντε ἡμέρας·
5. 如果瘘管尚未被蚀穿,先用探针探查,然后切开直至贯通,并撒上烧铜花,保留五天。
κατάχεε δὲ ὕδωρ θερμόν· καὶ ἐπάνω ὕδατι φυρῶν ἄλφιτον κατάπασσε, καὶ φύλλα τεύτλων ἐπίδει·
在此期间倒入温水;并将用水调和的大麦粉撒在上面,用甜菜叶包扎。
ἐπὴν δὲ ἐκπέσῃ τὸ ἄνθος τοῦ χαλκοῦ, καὶ καθαρὸν ᾖ τὸ ἕλκος τῆς σύριγγος, ἰῶ ὥσπερ τὴν ἔμπροσθεν.
当烧铜花脱落,瘘管的溃疡变清洁时,按前述方法治疗。
§66. Ἢν δὲ ἐν χωρίῳ ᾖ, ὃ μὴ οἷόν τε τάμνειν, βαθείη δὲ καὶ ἡ σύριγξ, ἄνθει χαλκοῦ καὶ σμύρνῃ καὶ λίτρῳ οὔρῳ διεὶς, κλύζειν, καὶ ἐς τὸ στόμα τῆς σύριγγος μολύβδιον ἐντιθέναι, ὅπως μὴ ξυμφύηται·
6. 如果它处于无法切开的部位,且瘘管很深,可将烧铜花、没药和天然碱溶于尿液中进行灌注,并在瘘管口内放入一根铅管,以免其愈合。
κλύζειν δὲ πτεροῦ σύριγγα προσδήσας πρὸς κύστιν, καὶ καθεὶς ἐς τὴν σύριγγα, πρὸς τοῦτο διάγειν κλύζων.
灌注时,将羽轴管绑在膀胱上,并插入瘘管中,通过此管进行灌注。
Ὑγιὴς δὲ οὐ γίνεται, ἢν μὴ τμηθῇ.
但是,如果不切开,它是不会痊愈的。
§77. Ἢν ὁ ἀρχὸς φλεγμήνῃ, καὶ ὀδύνη ἔχῃ καὶ πυρετὸς, καὶ ἐς ἄφοδον θαμινὰ καθίζῃ, καὶ μηδὲν ὑποχωρέῃ, καὶ ὑπὸ τοῦ φλέγματος δοκέῃ ἐξιέναι ἡ ἕδρη, καὶ ἐνίοτε στραγγουρίη ἐπιλαμβάνῃ, τοῦτο τὸ νόσημα γίνεται, ὅταν φλέγμα ἐς τὸν ἀρχὸν καταστηρίξῃ ἐκ τοῦ σώματος.
7. 如果直肠发炎,伴有疼痛和发热,且患者频繁排便却无任何排出,且因粘液的影响肛门似乎脱出,有时伴有排尿困难,这种疾病发生在粘液从身体沉着到直肠时。
Ξυμφέρει δὲ τὰ θερμά· δύναται γὰρ τάδε προσφερόμενα λεπτύνειν καὶ ἐκτήκειν τὸ φλέγμα, καὶ ἅμα τῷ δριμεῖ τὸ ἁλμυρὸν ἐξυδατοῦν, ὥστε μὴ εἶναι τὸ καῦμα μηδὲ δῆξίν τινα ἐν τῷ ἐντέρῳ.
温热之物是有益的;因为施用这些可以稀释并融解粘液,同时使盐分与辛辣物一同稀释,从而使肠道内既无灼热感也无任何绞痛。
Θεραπεύειν οὖν χρὴ ὧδε· καθίζειν ἐς ὕδωρ θερμὸν, καὶ τρίψαντα τοῦ κόκκου τοῦ κνιδίου ἑξήκοντα κόκκους διεῖναι ἐν οἴνου κοτύλῃ καὶ ἐλαίου ἡμικοτυλίῳ, χλιήνας, κλύσον.
因此,必须这样治疗:让患者坐于温水中,将六十粒克尼多斯浆果研碎,溶于一科提拉葡萄酒和半科提拉油中,温热后灌肠。
Ἄγει δὲ ταῦτα φλέγμα καὶ κόπρον.
这些可以排出粘液和粪便。
Ὅταν δὲ μὴ ἐν τῷ ὕδατι καθίζῃ, ὠὰ ἑψήσας ἐν οἴνῳ μέλανι εὐώδει προστιθέναι πρὸς τὴν ἕδρην, ὑποπετάσας τι κάτωθεν θερμὸν, ἢ κύστιν ὕδατος θερμοῦ πλήσας, ἢ λίνου σπέρμα πεφωσμένον ἀλέσας, τρίψας καὶ μίξας ἴσον ἄλητον ἐν οἴνῳ μέλανι καὶ εὐώδει καὶ ἐλαίῳ, καταπλάσσειν ὡς θερμοτάτῳ· ἢ κριθὰς μίξας, ἢ στυπτηρίην αἰγυπτίην τετριμμένην, καταπλάσσειν τε καὶ πυριῇν·
当不坐于水中时,将鸡蛋在香浓的红葡萄酒中煮熟,敷于肛门,在下方铺垫温热之物,或用温水注满膀胱,或将炒过的亚麻子磨碎,研好并与等量的大麦面粉混合于香浓的红葡萄酒和油中,趁热作膏药敷贴;或混合大麦,或混合研碎的埃及明矾,进行敷贴和熏蒸。
ἔπειτα πλάσας βάλανον μακρὴν, καὶ χλιαίνων πρὸς πυρὸς, τοῖσι δακτύλοισι προσπλάσσειν· ἔπειτα ἀκροχλίηρον ποιέων ἐντιθέναι ἐς τὴν ἕδρην·
然后,制成一根长栓剂,在火旁加热,用手指塑形;然后,温热地插入肛门。
τὰ ἔξωθεν δὲ κηρωτῇ περιαλεῖψαι, καὶ καταπλάσσειν σκορόδοισιν ἑφθοῖσιν ἐν οἴνῳ μέλανι κεκρημένῳ.
外部涂上蜡膏,并用在稀释的红葡萄酒中煮过的蒜作敷料。
Ἐπὴν δὲ ἐξαιρέῃς, ἐς ὕδωρ θερμὸν ἐφίζειν, καὶ συμμίξας χυλὸν στρύχνου καὶ χηνὸς καὶ ὑὸς στέαρ καὶ χρυσοκόλλαν καὶ ῥητίνην καὶ κηρὸν λευκὸν, ἔπειτα διατήξας ἐν τῷ αὐτῷ, καὶ ξυμμίξας, τούτοισιν ἐγχρίειν, καὶ ἕως ἂν φλεγμαίνῃ, καταπλάσσειν τοῖσι σκορόδοισι θερμοῖσι.
取出时,让患者坐于温水中,将龙葵汁、鹅和猪的脂肪、孔雀石、树脂和白蜡混合,然后共同融化并混合,涂抹这些;只要还在发炎,就用温热的蒜进行敷贴。
Καὶ ἢν μὲν πρὸς ταῦτα ἀπαλλάσσηται τῆς ὀδύνης, ἀρκείτω· ἢν δὲ μὴ, πίσαι τὸ μηκώνιον τὸ λευκόν· ἢν δὲ μὴ, ἄλλο ὅ τι φλέγμα καθαίρει·
如果通过这些方法能减轻疼痛,那就足够了;如果没有减轻,则让其饮用白罂粟汁;如果还没有,则饮用其他能清除粘液的药物。
διαιτᾷν δὲ, ἕως ἂν φλεγμαίνῃ, ῥυφήμασι κούφοισιν.
在发炎期间,用清淡的粥进行饮食管理。
§88. Ἡ δὲ στραγγουρίη ἐπιπίπτει ἐκ τῶνδε· θερμαινομένη ἡ κύστις ἐκ τοῦ ἀρχοῦ προσάγεται τῇ θερμότητι φλέγμα· ὑπὸ δὲ τοῦ φλέγματος στραγγουρίη γίνεται.
8. 排尿困难由于以下原因发生:膀胱受到直肠的加热,因热而吸引粘液;由于粘液而发生排尿困难。
Ἢν μὲν οὖν ἅμα τῇ νούσῳ παύηται, φιλέει γὰρ ὡς τὰ πολλὰ οὕτω γίνεσθαι· ἢν δὲ μὴ, δίδου τῶν φαρμάκων τῶν στραγγουρικῶν.
因此,如果它随疾病一同停止(因为大多数情况下通常如此),那就好了;如果没有停止,则给予治疗排尿困难的药物。