§55.
5.
Ἢν δὲ μὴ διαβεβρώκῃ ἡ σύριγξ, προμηλώσας μήλῃ, τέμνε ἕως ἂν διέλθῃ, καὶ ἐπίπασσε ἄνθος χαλκοῦ, καὶ ἐᾷν ἐπὶ πέντε ἡμέρας·
But if the fistula has not rotted through, having first explored it with a probe, cut it until it is penetrated, and sprinkle copper flower upon it, and leave it for five days.
κατάχεε δὲ ὕδωρ θερμόν· καὶ ἐπάνω ὕδατι φυρῶν ἄλφιτον κατάπασσε, καὶ φύλλα τεύτλων ἐπίδει·
And pour warm water over it; and sprinkle barley meal kneaded with water on top, and bind it with beet leaves.
ἐπὴν δὲ ἐκπέσῃ τὸ ἄνθος τοῦ χαλκοῦ, καὶ καθαρὸν ᾖ τὸ ἕλκος τῆς σύριγγος, ἰῶ ὥσπερ τὴν ἔμπροσθεν.
When the copper flower falls off, and the ulcer of the fistula is clean, treat it as described before.
§66.
6.
Ἢν δὲ ἐν χωρίῳ ᾖ, ὃ μὴ οἷόν τε τάμνειν, βαθείη δὲ καὶ ἡ σύριγξ, ἄνθει χαλκοῦ καὶ σμύρνῃ καὶ λίτρῳ οὔρῳ διεὶς, κλύζειν, καὶ ἐς τὸ στόμα τῆς σύριγγος μολύβδιον ἐντιθέναι, ὅπως μὴ ξυμφύηται·
But if it is in a place where it is impossible to cut, and the fistula is deep, dilute copper flower, myrrh, and natron in urine, and inject it, and place a lead tube into the mouth of the fistula, so that it does not unite.
κλύζειν δὲ πτεροῦ σύριγγα προσδήσας πρὸς κύστιν, καὶ καθεὶς ἐς τὴν σύριγγα, πρὸς τοῦτο διάγειν κλύζων.
To inject, bind the tube of a quill to a bladder, and having introduced it into the fistula, proceed with the injection through this.
Ὑγιὴς δὲ οὐ γίνεται, ἢν μὴ τμηθῇ.
But it does not become healthy unless it is cut.
§77.
7.
Ἢν ὁ ἀρχὸς φλεγμήνῃ, καὶ ὀδύνη ἔχῃ καὶ πυρετὸς, καὶ ἐς ἄφοδον θαμινὰ καθίζῃ, καὶ μηδὲν ὑποχωρέῃ, καὶ ὑπὸ τοῦ φλέγματος δοκέῃ ἐξιέναι ἡ ἕδρη, καὶ ἐνίοτε στραγγουρίη ἐπιλαμβάνῃ, τοῦτο τὸ νόσημα γίνεται, ὅταν φλέγμα ἐς τὸν ἀρχὸν καταστηρίξῃ ἐκ τοῦ σώματος.
If the rectum is inflamed, and pain and fever possess it, and the patient sits frequently for evacuation, and nothing is passed, and because of the phlegm the anus seems to protrude, and sometimes strangury attacks, this disease occurs when phlegm settles into the rectum from the body.
Ξυμφέρει δὲ τὰ θερμά· δύναται γὰρ τάδε προσφερόμενα λεπτύνειν καὶ ἐκτήκειν τὸ φλέγμα, καὶ ἅμα τῷ δριμεῖ τὸ ἁλμυρὸν ἐξυδατοῦν, ὥστε μὴ εἶναι τὸ καῦμα μηδὲ δῆξίν τινα ἐν τῷ ἐντέρῳ.
Warm things are beneficial; for these when applied can thin and melt the phlegm, and at the same time dilute the saltiness along with the acridity, so that there is neither burning nor any griping pain in the intestine.
Θεραπεύειν οὖν χρὴ ὧδε· καθίζειν ἐς ὕδωρ θερμὸν, καὶ τρίψαντα τοῦ κόκκου τοῦ κνιδίου ἑξήκοντα κόκκους διεῖναι ἐν οἴνου κοτύλῃ καὶ ἐλαίου ἡμικοτυλίῳ, χλιήνας, κλύσον.
One must, therefore, treat it thus: seat him in warm water, and having ground sixty grains of Cnidian berry, dilute them in a cotyle of wine and half a cotyle of oil, and having warmed it, inject it.
Ἄγει δὲ ταῦτα φλέγμα καὶ κόπρον.
This draws away phlegm and feces.
Ὅταν δὲ μὴ ἐν τῷ ὕδατι καθίζῃ, ὠὰ ἑψήσας ἐν οἴνῳ μέλανι εὐώδει προστιθέναι πρὸς τὴν ἕδρην, ὑποπετάσας τι κάτωθεν θερμὸν, ἢ κύστιν ὕδατος θερμοῦ πλήσας, ἢ λίνου σπέρμα πεφωσμένον ἀλέσας, τρίψας καὶ μίξας ἴσον ἄλητον ἐν οἴνῳ μέλανι καὶ εὐώδει καὶ ἐλαίῳ, καταπλάσσειν ὡς θερμοτάτῳ· ἢ κριθὰς μίξας, ἢ στυπτηρίην αἰγυπτίην τετριμμένην, καταπλάσσειν τε καὶ πυριῇν·
When he does not sit in the water, boil eggs in fragrant black wine and apply them to the anus, spreading something warm underneath, or having filled a bladder with warm water, or having ground roasted linseed, and having crushed and mixed an equal amount of meal in fragrant black wine and oil, apply it as a poultice as hot as possible; or having mixed barley, or ground Egyptian alum, apply as a poultice and use vapor baths.
ἔπειτα πλάσας βάλανον μακρὴν, καὶ χλιαίνων πρὸς πυρὸς, τοῖσι δακτύλοισι προσπλάσσειν· ἔπειτα ἀκροχλίηρον ποιέων ἐντιθέναι ἐς τὴν ἕδρην·
Then, having shaped a long suppository, and warming it by the fire, mold it with the fingers; then, making it lukewarm, insert it into the anus.
τὰ ἔξωθεν δὲ κηρωτῇ περιαλεῖψαι, καὶ καταπλάσσειν σκορόδοισιν ἑφθοῖσιν ἐν οἴνῳ μέλανι κεκρημένῳ.
And smear the outside with cerate, and apply a poultice of boiled garlic in diluted black wine.
Ἐπὴν δὲ ἐξαιρέῃς, ἐς ὕδωρ θερμὸν ἐφίζειν, καὶ συμμίξας χυλὸν στρύχνου καὶ χηνὸς καὶ ὑὸς στέαρ καὶ χρυσοκόλλαν καὶ ῥητίνην καὶ κηρὸν λευκὸν, ἔπειτα διατήξας ἐν τῷ αὐτῷ, καὶ ξυμμίξας, τούτοισιν ἐγχρίειν, καὶ ἕως ἂν φλεγμαίνῃ, καταπλάσσειν τοῖσι σκορόδοισι θερμοῖσι.
And when you remove it, seat him in warm water, and having mixed the juice of nightshade, goose and pig fat, chrysocolla, resin, and white wax, then melting them together and mixing, anoint with these; and as long as it is inflamed, apply poultices of warm garlic.
Καὶ ἢν μὲν πρὸς ταῦτα ἀπαλλάσσηται τῆς ὀδύνης, ἀρκείτω· ἢν δὲ μὴ, πίσαι τὸ μηκώνιον τὸ λευκόν· ἢν δὲ μὴ, ἄλλο ὅ τι φλέγμα καθαίρει·
And if indeed by these means he is relieved of the pain, let it suffice; but if not, give him white poppy juice to drink; and if not, anything else that purges phlegm.
διαιτᾷν δὲ, ἕως ἂν φλεγμαίνῃ, ῥυφήμασι κούφοισιν.
And diet him, as long as it is inflamed, with light gruels.
§88.
8.
Ἡ δὲ στραγγουρίη ἐπιπίπτει ἐκ τῶνδε· θερμαινομένη ἡ κύστις ἐκ τοῦ ἀρχοῦ προσάγεται τῇ θερμότητι φλέγμα· ὑπὸ δὲ τοῦ φλέγματος στραγγουρίη γίνεται.
And strangury attacks from these causes: the bladder, being heated from the rectum, attracts phlegm by the heat; and by the phlegm strangury occurs.
Ἢν μὲν οὖν ἅμα τῇ νούσῳ παύηται, φιλέει γὰρ ὡς τὰ πολλὰ οὕτω γίνεσθαι· ἢν δὲ μὴ, δίδου τῶν φαρμάκων τῶν στραγγουρικῶν.
If, therefore, it ceases together with the disease (for it is accustomed for the most part to happen so), let it be; but if not, give the medications for strangury.