§55.
5.
Ἢν δὲ μὴ διαβεβρώκῃ ἡ σύριγξ, προμηλώσας μήλῃ, τέμνε ἕως ἂν διέλθῃ, καὶ ἐπίπασσε ἄνθος χαλκοῦ, καὶ ἐᾷν ἐπὶ πέντε ἡμέρας·
만약 누관이 다 침식되지 않았다면, 미리 탐침으로 탐색한 뒤에 뚫릴 때까지 절개하고, 구운 동화를 뿌려 닷새 동안 그대로 두어라.
κατάχεε δὲ ὕδωρ θερμόν·
그리고 따뜻한 물을 부어라.
καὶ ἐπάνω ὕδατι φυρῶν ἄλφιτον κατάπασσε, καὶ φύλλα τεύτλων ἐπίδει·
또한 그 위에 물로 반죽한 보리가루를 뿌리고 근대 잎으로 붕대를 감아라.
ἐπὴν δὲ ἐκπέσῃ τὸ ἄνθος τοῦ χαλκοῦ, καὶ καθαρὸν ᾖ τὸ ἕλκος τῆς σύριγγος, ἰῶ ὥσπερ τὴν ἔμπροσθεν.
구운 동화가 떨어져 나가고 누관의 궤양이 깨끗해지면, 앞에서 설명한 대로 치료하라.
§66.
6.
Ἢν δὲ ἐν χωρίῳ ᾖ, ὃ μὴ οἷόν τε τάμνειν, βαθείη δὲ καὶ ἡ σύριγξ, ἄνθει χαλκοῦ καὶ σμύρνῃ καὶ λίτρῳ οὔρῳ διεὶς, κλύζειν, καὶ ἐς τὸ στόμα τῆς σύριγγος μολύβδιον ἐντιθέναι, ὅπως μὴ ξυμφύηται·
만약 절개할 수 없는 부위에 있고 누관도 깊다면, 구운 동화와 몰약과 천연탄산소다를 오줌에 녹여 세척하고, 누관의 입구에는 납관을 넣어 유착되지 않도록 하라.
κλύζειν δὲ πτεροῦ σύριγγα προσδήσας πρὸς κύστιν, καὶ καθεὶς ἐς τὴν σύριγγα, πρὸς τοῦτο διάγειν κλύζων.
세척할 때는 깃대관을 방광에 묶어 누관 속에 넣고, 이를 통해 액을 주입하며 치료를 진행하라.
Ὑγιὴς δὲ οὐ γίνεται, ἢν μὴ τμηθῇ.
하지만 절개하지 않으면 치유되지 않는다.
§77.
7.
Ἢν ὁ ἀρχὸς φλεγμήνῃ, καὶ ὀδύνη ἔχῃ καὶ πυρετὸς, καὶ ἐς ἄφοδον θαμινὰ καθίζῃ, καὶ μηδὲν ὑποχωρέῃ, καὶ ὑπὸ τοῦ φλέγματος δοκέῃ ἐξιέναι ἡ ἕδρη, καὶ ἐνίοτε στραγγουρίη ἐπιλαμβάνῃ, τοῦτο τὸ νόσημα γίνεται, ὅταν φλέγμα ἐς τὸν ἀρχὸν καταστηρίξῃ ἐκ τοῦ σώματος.
만약 직장이 염증을 일으키고 통증과 열이 있으며, 빈번하게 변의를 느껴 앉으나 아무것도 나오지 않고, 점액으로 인해 항문이 탈출하는 것처럼 보이며, 때로는 배뇨곤란이 덮친다면, 이 질환은 몸에서 직장으로 점액이 내려앉을 때 일어난다.
Ξυμφέρει δὲ τὰ θερμά·
따뜻한 것이 유익하다.
δύναται γὰρ τάδε προσφερόμενα λεπτύνειν καὶ ἐκτήκειν τὸ φλέγμα, καὶ ἅμα τῷ δριμεῖ τὸ ἁλμυρὸν ἐξυδατοῦν, ὥστε μὴ εἶναι τὸ καῦμα μηδὲ δῆξίν τινα ἐν τῷ ἐντέρῳ.
왜냐하면 이것들을 가하면 점액을 묽게 만들고 녹일 수 있으며, 동시에 매운 것과 함께 짠 것을 희석시키므로 장속에 작열감이나 어떠한 산통도 일어나지 않기 때문이다.
Θεραπεύειν οὖν χρὴ ὧδε·
그러므로 다음과 같이 치료해야 한다.
καθίζειν ἐς ὕδωρ θερμὸν, καὶ τρίψαντα τοῦ κόκκου τοῦ κνιδίου ἑξήκοντα κόκκους διεῖναι ἐν οἴνου κοτύλῃ καὶ ἐλαίου ἡμικοτυλίῳ, χλιήνας, κλύσον.
따뜻한 물에 앉히고, 크니도스 열매 예순 알을 빻아 와인 한 코튈레와 기름 반 코튈레에 녹여 따뜻하게 한 뒤 주입하라.
Ἄγει δὲ ταῦτα φλέγμα καὶ κόπρον.
이것들은 점액과 대변을 배출시킨다.
Ὅταν δὲ μὴ ἐν τῷ ὕδατι καθίζῃ, ὠὰ ἑψήσας ἐν οἴνῳ μέλανι εὐώδει προστιθέναι πρὸς τὴν ἕδρην, ὑποπετάσας τι κάτωθεν θερμὸν, ἢ κύστιν ὕδατος θερμοῦ πλήσας, ἢ λίνου σπέρμα πεφωσμένον ἀλέσας, τρίψας καὶ μίξας ἴσον ἄλητον ἐν οἴνῳ μέλανι καὶ εὐώδει καὶ ἐλαίῳ, καταπλάσσειν ὡς θερμοτάτῳ·
물속에 앉아 있지 않을 때는, 향기로운 적와인에 달걀을 삶아 항문에 대어 주되, 아래에 따뜻한 것을 깔거나 온수를 채운 방광을 두거나, 혹은 볶은 아마씨를 갈아 빻은 뒤 동량의 가루를 향기로운 적와인과 기름에 섞어 가능한 한 따뜻한 상태로 찜질하라.
ἢ κριθὰς μίξας, ἢ στυπτηρίην αἰγυπτίην τετριμμένην, καταπλάσσειν τε καὶ πυριῇν·
혹은 보리를 섞거나 빻은 이집트 백반을 섞어 찜질하고 온습포를 하라.
ἔπειτα πλάσας βάλανον μακρὴν, καὶ χλιαίνων πρὸς πυρὸς, τοῖσι δακτύλοισι προσπλάσσειν·
그런 다음 가늘고 긴 좌약을 빚어 불에 따뜻하게 하면서 손가락으로 다듬고, 미온 상태로 만들어 항문에 삽입하라.
ἔπειτα ἀκροχλίηρον ποιέων ἐντιθέναι ἐς τὴν ἕδρην· τὰ ἔξωθεν δὲ κηρωτῇ περιαλεῖψαι, καὶ καταπλάσσειν σκορόδοισιν ἑφθοῖσιν ἐν οἴνῳ μέλανι κεκρημένῳ.
외부는 밀랍 연고를 바르고 물을 탄 적와인에 삶은 마늘로 찜질하라.
Ἐπὴν δὲ ἐξαιρέῃς, ἐς ὕδωρ θερμὸν ἐφίζειν, καὶ συμμίξας χυλὸν στρύχνου καὶ χηνὸς καὶ ὑὸς στέαρ καὶ χρυσοκόλλαν καὶ ῥητίνην καὶ κηρὸν λευκὸν, ἔπειτα διατήξας ἐν τῷ αὐτῷ, καὶ ξυμμίξας, τούτοισιν ἐγχρίειν, καὶ ἕως ἂν φλεγμαίνῃ, καταπλάσσειν τοῖσι σκορόδοισι θερμοῖσι.
꺼낼 때는 따뜻한 물에 앉히고, 까마중 즙, 거위와 돼지의 지방, 크리소콜라, 수지, 백랍을 섞은 다음, 그것들을 함께 녹여 잘 섞어 바르고, 염증이 있는 동안에는 따뜻한 마늘로 찜질하라.
Καὶ ἢν μὲν πρὸς ταῦτα ἀπαλλάσσηται τῆς ὀδύνης, ἀρκείτω·
그리하여 이것들로 통증이 가라앉는다면 그것으로 충분하다.
ἢν δὲ μὴ, πίσαι τὸ μηκώνιον τὸ λευκόν·
만약 그렇지 않다면 백양귀비 즙을 마시게 하라.
ἢν δὲ μὴ, ἄλλο ὅ τι φλέγμα καθαίρει·
그래도 안 되면 점액을 빼내는 다른 약을 쓰라.
διαιτᾷν δὲ, ἕως ἂν φλεγμαίνῃ, ῥυφήμασι κούφοισιν.
염증이 있는 동안에는 가벼운 미음으로 식사 조절을 하라.
§88.
8.
Ἡ δὲ στραγγουρίη ἐπιπίπτει ἐκ τῶνδε·
배뇨곤란은 다음과 같은 원인에서 비롯된다.
θερμαινομένη ἡ κύστις ἐκ τοῦ ἀρχοῦ προσάγεται τῇ θερμότητι φλέγμα· ὑπὸ δὲ τοῦ φλέγματος στραγγουρίη γίνεται.
직장으로부터 열이 나서 방광이 더워지면 그 열기로 점액이 끌어당겨지는데, 그 점액 때문에 배뇨곤란이 생긴다.
Ἢν μὲν οὖν ἅμα τῇ νούσῳ παύηται, φιλέει γὰρ ὡς τὰ πολλὰ οὕτω γίνεσθαι· ἢν δὲ μὴ, δίδου τῶν φαρμάκων τῶν στραγγουρικῶν.
그러므로 만약 그것이 질환과 함께 멎는다면(대체로 그렇게 되는 법이다) 다행이지만, 그렇지 않다면 배뇨곤란 약을 투여하라.