§1## ΠΕΡΙ ΣΥΡΙΓΓΩΝ.
1. Σύριγγες γίνονται μὲν ὑπὸ φλασμάτων καὶ φυμάτων, γίνονται δὲ καὶ ὑπὸ ἐρεσίης, καὶ ἱππασίης, ὅταν ἀθροισθῇ ἐν τῷ γλουτῷ αἷμα πλησίον τῆς ἕδρης·
ΠΕΡΙ ΣΥΡΙΓΓΩΝ. 1. 瘘管是由挫伤和肿瘤引起的,但也可以由划船和骑马引起,即当血液积聚在臀部靠近肛门处时。
σηπόμενον γὰρ νέμεται ἐς τὰ μαλθακὰ, ἅτε ὑγροῦ ἐόντος τοῦ τε ἀρχοῦ, καὶ τῆς σαρκὸς μαλθακῆς, ἐν ᾗ νέμεται, ἔστ’ ἂν τὸ φῦμα ῥήξῃ καὶ κάτω ἐς τὸν ἀρχὸν διασήψῃ.
因为腐烂的血液会蔓延到柔软的部分,因为直肠是湿润的,而它所蔓延的肌肉也是柔软的,直到肿瘤破裂并向下腐烂入直肠。
Ἐπὴν δὲ τοῦτο γένηται, συριγγοῦται, καὶ ἰχὼρ ῥέει, καὶ κόπρος ῥεῖ δι’ αὐτῆς καὶ φῦσα καὶ βδελυγμίη πολλή.
一旦发生这种情况,就会形成瘘管,并流出脓血,粪便、气体和极度的恶恶臭也会由此流出。
Ὑπὸ μὲν οὖν τῶν φλασμάτων γίνεται, ὁκόταν τι τῶν περὶ τὸν ἀρχὸν χωρίων φλασθῇ ὑπὸ πληγῆς, ἢ ὑπὸ πτώματος, ἢ ὑπὸ τρώματος, ἢ ἱππασίης, ἢ ἐρεσίης, ἢ ὅσα τοιουτότροπά ἐστι· ξυνίσταται γὰρ αἷμα· σηπόμενον δὲ ἐκπυΐσκεται· ὑπὸ δὲ τοῦ ἐκπυϊσκομένου πάσχει ἅπερ ἐπὶ τῶν φυμάτων εἴρηται.
由于挫伤引起的瘘管,是指肛门周围的某些部位因击打、跌倒、创伤、骑马、划船或任何类似原因而被挫伤时;因为血液会淤积,腐烂后化脓;由于化脓,患者会遭受与肿瘤情况下所描述的相同的痛苦。
§22. Πρῶτον μὲν οὖν ὅταν τι τοιοῦτον αἴσθῃ φυόμενον φῦμα, τάμνειν ὡς τάχιστα ὠμὸν πρὶν ἢ διαπυῆσαι ἐς τὸν ἀρχόν.
2. 因此,首先,每当感觉到有此类肿瘤正在形成时,必须在其向直肠化脓之前,在未成熟时尽快切开。
§33. Ἢν δὲ νοσέοντα ἤδη τὴν σύριγγα παραλάβῃς, λαβὼν σκορόδου φύσιγγα νεαρὴν, ἀνακλίνας τὸν ἄνθρωπον ὕπτιον, τὰ σκέλεα διαγαγὼν τὸ μὲν ἔνθα, τὸ δὲ ἔνθα, τὴν φύσιγγα καθιέναι ἔστ’ ἂν προσκόψῃ, μετρῆσαί τε τὸ βάθος τῆς συρίγγος τῇ φύσιγγι, καὶ σεσέλιος δὲ ῥίζαν κόψας ὡς λεπτοτάτην, ὕδωρ ἐπιχέας, βρέχειν τέσσαρας ἡμέρας· καὶ προνηστεύσας πινέτω μέλιτι παραμίσγων τὸ ὕδωρ κατὰ τρεῖς κυάθους· ἐν τούτῳ κάθαιρε καὶ τὰς ἀσκαρίδας.
3. 如果你接诊一个已经患有瘘管的患者,取一根新鲜的大蒜茎,让患者仰卧,将双腿向两边分开,将蒜茎插入直到遇到阻碍,用蒜茎测量瘘管的深度;将蛇床子的根切得尽可能细,倒水浸泡四天;在预先禁食后,让患者饮用混有蜂蜜的水,每次三杯;在此期间,也要驱除蛲虫。
Ὁκόσοι δ’ ἂν καταλείφθωσιν ἀθεράπευτοι, θνήσκουσιν.
凡是未接受治疗而被丢弃的人都会死去。
Ἔπειτα ὀθόνιον βύσσινον τιθυμάλλου ὀπῷ τοῦ μεγάλου δεύσας, καταπάσσων ἄνθος χαλκοῦ ὀπτὸν τετριμμένον, στροβίλην ποιήσας ἴσην τῇ σύριγγι τὸ μῆκος, ῥάμμα διεὶς δι’ ἄκρας τῆς στροβίλης καὶ αὖθις διὰ τῆς φύσιγγος, ὕπτιον κατακλίνας τὸν ἄνθρωπον, κατοπτῆρι κατιδὼν τὸ διαβεβρωμένον τοῦ ἀρχοῦ, ταύτῃ τὴν φύσιγγα διεῖναι· καὶ ὁκόταν παρακύψῃ ἐς τὸν ἀοχὸν, ἐπιλαμβανόμενος ἕλκειν, ἄχρις οὗ ἡ στροβίλη διωσθῇ καὶ ἰσωθῇ τῷ τε ἄνω καὶ τῷ κάτω·
然后,用大大戟的乳汁浸湿一块细亚麻布,撒上研碎的烧铜花,制成一根与瘘管长度相当的栓子,将线穿过栓子的顶端,再穿过蒜茎,让患者仰卧,用窥镜观察直肠被腐蚀的部位,由此处通入蒜茎;当它在直肠中显露时,抓住并拉动它,直到栓子被推入,使上下两端均等。
ἐπὴν δὲ ἐσωσθῇ, βάλανον ἐνθεὶς κερατίνην ἐς τὸν ἀρχὸν, γῆ διαχρίσας σμηκτρίδι, τὸν ἀρχὸν ἐᾷν·
一旦定位好,将一根角质的栓剂插入直肠,涂抹上清洁泥土,将直肠搁置。
ἐπὴν δὲ ἀποπατέη, ἐξαιρέειν, καὶ αὖθις προστιθέναι, ἕως ἂν πεμπταίη γένηται·
排便时将其取出,然后再放回,直到第五天。
ἕκτῃ δὲ ἡμέρῃ ἐξαιρέειν, ἕλκων τὴν στροβίλην ἔξω τῆς σαρκός·
第六天取出,将栓子从肉中拉出。
καὶ τρίψαι στυπτηρίην μετὰ ταῦτα, καὶ πλήσας τὴν βάλανον καὶ ἐς τὸν ἀρχὸν ἐμβαλὼν, ἐᾷν ἄχρις οὗ ἡ στυπτηρίη ὑγρὴ γένηται·
此后,研碎明矾,填满栓剂并塞入直肠,保留至明矾变湿。
τὸν δὲ ἀρχὸν σμύρνῃ ἀλείφειν, ἄχρις οὗ ἂν δοκέῃ ξυμπεφυκέναι·
用没药涂抹直肠,直到它看起来已经愈合。
§44. Ἑτέρη θεραπείη· ὠμόλινον λαβὼν ὡς λεπτότατον, συμβάλλειν ὅσον σπιθαμιαῖον πεντάπλουν, καὶ ξυμπεριλαβεῖν ἱππείην τρίχα· ἔπειτα ποιησάμενος μήλην κασσιτερίνην ἐπ’ ἄκρου τετρημένην, ἐνείρας ἐς τὴν μήλην τὴν ἀρχὴν τοῦ ὠμολίνου συμβεβλημένου, καθιέναι τὴν μήλην ἐς τὴν σύριγγα, καὶ ἅμα τῆς ἀριστερῆς χειρὸς τὸν δάκτυλον τὸν λιχανὸν καθιέναι ἐς τὴν ἕδρην·
4. 另一种治疗方法:取尽可能细的粗亚麻线,折成约一跨长的五重束,并卷入一根马毛;然后制成一根顶端有孔的锡制探针,将束好的亚麻线的一端穿入探针中,将探针下入瘘管,同时将左手食指下入肛门。
ἐπὴν δὲ ψαύσῃ ἡ μήλη τοῦ δακτύλου, ἄγειν ἕξω τῷ δακτύλῳ, ἀποκάμψας τῆς μήλης τὸ ἄκρον καὶ τὴν ἀρχὴν τὴν ἐν τῇ μήλῃ· καὶ τὴν μὲν μήλην πάλιν ἐξαιρέειν, τοῦ δὲ ὠμολίνου τὰς ἀρχὰς ἀφάψαι δὶς ἢ τρίς· καὶ τὸ λοιπὸν τοῦ ὠμολίνου ἐπιστρέψας, ἐπιδῆσαι πρὸς τὸ ἄμμα· ἔπειτα κελεύειν ἀπελθόντα διαπρήσσεσθαι τὰ ἑωυτοῦ.
当探针触及手指时,用手指将其带出,弯曲探针的顶端和探针中的线头;然后再次取出探针,将亚麻线的两端结扎两到三次;将亚麻线的其余部分拧紧,并系在结上;然后嘱咐他离去,照常做自己的事。
Ὁκόσον δὴ, σηπομένης τῆς σύριγγος, χαλᾶται τοῦ ὠμολίνου, τοῦτο ἐπιτείνειν καὶ ἐπιστρέφειν αἰεὶ καθ’ ἑκάστην ἡμέρην·
随着瘘管的腐烂,每日松弛的亚麻线要不断收紧,每天都要拧紧。
ἢν δέ σοι τὸ ὠμόλινον διασαπῇ πρόσθεν ἢ τὴν σύριγγα διαβρωθῆναι, πρὸς τὴν τρίχα προσάψας ἕτερον ὠμόλινον διεῖναι καὶ ἀφάψαι (ἡ γὰρ θρὶξ διὰ τοῦτο παραβάλλεται τῷ ὠμολίνῳ ὅτι ἄσηπτός ἐστιν)·
如果亚麻线在瘘管被蚀穿之前腐烂,则在马毛上系上另一根亚麻线通过去并结扎(因为马毛与亚麻线并用的原因就在于它不会腐烂)。
ἐπὴν δὲ διασαπῇ ἡ σύριγξ, τάμνεσθαι χρὴ σπόγγον μαλακὸν ὡς λεπτότατον προστεθέντα·
当瘘管腐蚀开时,应当应用切得尽可能薄的软海绵。
ἔπειτα ἐς μὲν τὴν σύριγγα ἄνθος χαλκοῦ ὀπτὸν συχνὸν τῇ μήλῃ ἐνθεῖναι, τὸν δὲ σπόγγον ἀλεῖψαι μέλιτι, καὶ ὑποβαλὼν μέσον τῷ λιχανῷ δακτύλῳ τῆς ἀριστερῆς χειρὸς ὦσαι πρόσω, καὶ προσθεὶς ἕτερον σπόγγον ἀναδῆσαι τὸν αὐτὸν τρόπον, ὅν περ καὶ ἐπὶ τῇσιν αἱμοῤῥοΐσιν·
然后,用探针在瘘管内放入充足的烧铜花,在海绵上涂抹蜂蜜,将其置于左手食指中部推入深处,并放上另一块海绵,以与治疗痔疮相同的方法包扎。
τῇ δὲ αὔριον ἀπολύσας, περινίψαι ὕδατι θερμῷ, καὶ σπόγγῳ τῷ δακτύλῳ τῆς ἀριστερῆς χειρὸς πειρᾷν διακαθαίρειν τὴν σύριγγα, καὶ αὖθις πάλιν τὸ ἄνθος ἐπιδῆσαι·
次日解开,用温水清洗周围,用左手手指上的海绵尝试清洁瘘管,并再次包扎烧铜花。
ταῦτα ποιέειν ἑπτὰ ἡμέρας, ἐν ταύτῃσι γὰρ μάλιστα ὁ χιτὼν τῆς σύριγγος ἐκσήπεται·
这样做七天,因为在这几天里瘘管的膜最容易腐烂脱落。
τὸ δὲ λοιπὸν, ἔστ’ ἂν ὑγιανθῇ, τουτέῳ ἐπιδεῖν·
其余时间,直到痊愈,以此法包扎。
κατὰ γὰρ τοῦτον τὸν τρόπον ὑπὸ τοῦ σπόγγου διαναγκαζομένη καὶ ἀναπτυσσομένη ἡ σύριγξ οὔτε πάλιν ξυμπέσοι ἂν, οὔτε τὸ μὲν αὐτῆς ὑγιανθείη ἂν, τὸ δὲ πάλιν ξυμπληρωθείη, ἀλλ’ ἐν ἑωυτῇ πᾶσα ὑγιὴς ἔσται.
因为通过这种方法,在海绵的迫使和舒展下,瘘管既不会再次闭合,也不会一部分愈合而另一部分再次填满,而是自身会全部健康地愈合。
Ἐν τῇ θεραπείῃ δὲ προσαιονᾷν ὕδατι πολλῷ θερμῷ, καὶ λιμοκτονέειν.
治疗期间,用大量温水热敷,并实行饥饿疗法。