§1## ΠΕΡΙ ΑΙΜΟΡΡΟΙΔΩΝ.
1. Αἱμοῤῥοΐδων τὸ μὲν νόσημα ὧδε γίνεται· ἐπὴν χολὴ ἢ φλέγμα ἐς τὰς φλέβας τὰς ἐν τῷ ἀρχῷ καταστηρίξῃ, θερμαίνει τὸ αἷμα τὸ ἐν τοῖσι φλεβίοισι· θερμαινόμενα δὲ τὰ φλέβια ἐπισπᾶται ἐκ τῶν ἔγγιστα φλεβίων τὸ αἷμα, καὶ πληρεύμενα ἐξοιδέει ἐς τὸ ἐντὸς τοῦ ἀρχοῦ, καὶ ὑπερίσχουσιν αἱ κεφαλαὶ τῶν φλεβίων, καὶ ἅμα μὲν ὑπὸ τῆς κόπρου ἐξιούσης φλώμεναι, ἅμα δὲ ὑπὸ τοῦ αἵματος ἀθροιζομένου βιαζόμεναι, ἐξακοντίζουσιν αἷμα, μάλιστα μὲν ξὺν τῷ ἀποπάτῳ, ἐνίοτε δὲ χωρὶς τοῦ ἀποπάτου.
## 关于痔疮 1. 痔疮这一疾病是这样产生的:当胆汁或粘液积聚在肛门的血管中时,它会加热微血管中的血液;受热的微血管从最近的微血管中吸引血液,在充满后向肛门内部肿胀,微血管的头部便凸出;它们一方面被排出的粪便擦伤,另一方面被积聚的血液压迫,便喷出血液,这主要伴随着排便,但有时也无排便。
§22. Θεραπεύειν δὲ δεῖ ὧδε· πρῶτον μὲν ὑπαρχέτω εἰδέναι ἐν οἵῳ χωρίῳ γίνονται.
2. 必须如下治疗:首先,应当了解它们产生于什么样的部位。
Ἀρχὸν γὰρ καὶ τάμνων, καὶ ἀποτάμνων, καὶ ἀναῤῥάπτων, καὶ δαίων, καὶ ἀποσήπων, ταῦτα γὰρ δοκέει δεινότατα εἶναι, οὐδὲν ἂν σίνοιο.
因为即使对肛门进行切开、切除、缝合、烧灼、腐蚀——这些看起来是最可怕的事情——你也不会造成任何伤害。
Παρασκευάσασθαι δὲ κελεύω ἑπτὰ ἢ ὀκτὼ σιδήρια, σπιθαμιαῖα τὸ μέγεθος, πάχος δὲ ὡσεὶ μήλης παχείης· ἐξ ἄκρου δὲ κατακάμψαι· καὶ ἐπὶ τῷ ἄκρῳ πλατὺ ἔστω ὡς ἐπὶ ὀβολοῦ μικροῦ.
我建议准备七八个铁制仪器,大小约一跨,粗细如粗探针;在末端弯曲,且末端应当像小奥伯尔币一样扁平。
Προκαθήρας δὴ φαρμάκῳ τῇ πρότερον, αὐτῇ δὲ ᾗ ἂν ἐπιχειρέῃς καῦσαι, ἀνακλίνας τὸν ἄνθρωπον ὕπτιον, καὶ προσκεφάλαιον ὑπὸ τὴν ὀσφὺν ὑποθεὶς, ἐξαναγκάζειν ὡς μάλιστα τοῖσι δακτύλοισι τὴν ἕδρην ἔξω, ποιέειν δὲ καὶ διαφανέα τὰ σιδήρια, καὶ καίειν ἕως ἂν ἀποξηράνῃς, καὶ ὅκως μὴ ὑπαλείψῃς· καίειν δὲ καὶ μηδεμίην ἐᾶσαι ἄκαυστον τῶν αἱμοῤῥοΐδων, ἀλλὰ πάσας ἀποκαύσεις.
在前一天用药预先通便,在准备进行烧灼的当天,让患者仰卧,在腰下放一个枕头,用手指尽可能将肛门向外推;将铁器烧至红热,进行烧灼直到将其烘干,并且切记不要涂抹任何油脂;进行烧灼,不要让任何一个痔疮不被烧灼,而是要将它们全部烧尽。
Γνώσει δὲ οὐ χαλεπῶς τὰς αἱμοῤῥοΐδας· ὑπερέχουσι γὰρ ἐς τὸ ἐντὸς τοῦ ἀρχοῦ, οἷον ῥᾶγες πελιδναὶ, καὶ ἅμα ἐξαναγκαζομένου τοῦ ἀρχοῦ ἐξακοντίζουσιν αἷμα.
你并不难辨认痔疮;因为它们突出在肛门内侧,就像发青紫的葡萄,并且在肛门被推挤出的同时,它们会喷出血液。
Κατεχόντων δ’ αὐτῶν, ὅταν καίηται, τῆς κεφαλῆς καὶ τὰς χεῖρας, ὡς μὴ κινέηται, βοάτω καιόμενος· ὁ γὰρ ἀρχὸς μᾶλλον ἐξίσχει.
在烧灼时,让人按住他的头部和双手,使他不移动,让他被烧灼时大声叫喊;因为这样肛门会更往外突出。
Ἐπὴν δὲ καύσῃς, φακοὺς καὶ ὀρόβους ἑψήσας ἐν ὕδατι, τρίψας λείους, κατάπασσε πέντε ἢ ἓξ ἡμέρας· τῇ δὲ ἑβδόμῃ σπόγγον μαλθακὸν τάμνειν ὡς λεπτότατον, πλάτος δὲ εἶναι τοῦ σπόγγου ὅσον ἓξ δακτύλων πάντη· ἔπειτα ἐπιθεῖναι ἐπὶ τὸν σπόγγον ὀθόνιον ἴσον τῷ σπόγγῳ λεπτὸν καὶ λεῖον, ἀλείψας μέλιτι· ἔπειτα ὑποβαλὼν τῷ δακτύλῳ τῷ λιχανῷ τῆς ἀριστερῆς χειρὸς μέσον τὸν σπόγγον, ὦσαι κάτω τῆς ἕδρης ὡς προσωτάτω· ἔπειτα ἐπὶ τὸν σπόγγον προσθεῖναι εἴριον, ὡς ἂν ἐν τῇ ἕδρῃ ἀτρεμίζῃ.
当你烧灼完毕后,将小扁豆和野豌豆在水中煮熟,研磨光滑,涂抹五六天;第七天,将一块柔软的海绵切得尽可能薄,海绵的宽度在各个方向上约为六指宽;然后,在海绵上放一块与海绵等大的、细薄平滑且涂有蜂蜜的麻布;然后,用左手食指顶住海绵的中央,将其尽可能深地推入肛门内部;然后,在海绵上放上羊毛,使其在肛门中保持不动。
Διαζώσας δὲ ἐν τῇσι λαγόσι, καὶ ὑφεὶς ταινίην ἐκ τοῦ ὄπισθεν, ἀναλαβὼν ἐκ τῶν σκελέων τὸν ἐπίδεσμον, ἀναδῆσαι ἐς τὸ διάζωσμα παρὰ τὸν ὀμφαλόν.
在腰部围上带子,从后面系上带子,从两腿之间提起绷带,系在肚脐旁的腰带上。
Τὸ δὲ φάρμακον, ὃ εἶπον, ἐπίδει τὸ πυκνὴν τὴν σάρκα ποιέον καὶ ἰσχυρὴν φῦναι.
用绷带敷上我所说的那种药,它能使肌肉长得紧密而强壮。
Ταῦτα δὲ δεῖ ἐπιδεῖν μὴ ἔλασσον ἡμερῶν εἴκοσι.
这些应当包扎不少于二十天。
Ῥοφέειν δὲ ἅπαξ τῆς ἡμέρης ἄλευρον, ἢ κέγχρον, ἢ τὸ ἀπὸ τῶν πιτύρων, καὶ πίνειν ὕδωρ· ἣν δὲ ἐς ἄφοδον ἵζηται, ὕδατι θερμῷ διανίζειν· λούεσθαι δὲ διὰ τρίτης ἡμέρης.
一天喝一次大麦粉粥、小米粥或麦麸粥,并饮水;如果要排便,用温水冲洗干净;每隔两天洗一次澡。
§33. Ἑτέρη θεραπείη· ἐκβαλὼν τὴν ἕδρην ὡς μάλιστα, αἰονᾷν ὕδατι θερμῷ, ἔπειτα ἀποτάμνειν τῶν αἱμοῤῥοΐδων τὰ ἄκρα·
3. 另一种疗法:将肛门尽可能往外推,用温水热敷,然后切除痔疮的尖端。
φάρμακον δὲ προκατασκευασθῆναι πρὸς τὴν τομὴν τόδε· οὐρήσας ἐς χαλκεῖον, ἐπίπασσον ἐπὶ τὸ οὖρον χαλκοῦ ἄνθος ὀπτοῦ καὶ τετριμμένου λείου, ἔπειτα διεὶς, καὶ κινήσας τὸ χαλκεῖον, ξήρανον ἐν τῷ ἡλίῳ· ὅταν δὲ ξηρὸν γένηται, συνξύσας τρῖψον λεῖον.
针对切除,应当预先准备如下药物:尿在青铜器里,在尿上撒上煅烧过并研磨光滑的“铜花”;然后使其溶解,摇动青铜器,在阳光下晒干;干了之后,刮在一起并研磨光滑。
Προστίθει τῷ δακτυλίῳ, καὶ σπληνία ἐλαιώσας προστίθει, καὶ σπόγγον ἐπάνω ἐπίδει.
用指套涂抹此药,并敷上涂有橄榄油的敷料,在上面用绷带扎上海绵。