Humanitext Reader

希波克拉底 · 论溃疡 §1-5

创伤治疗的基本原则与保持干燥

第 1 段,共 6 段 · 希腊语

内容简介

本文探讨了创伤治疗的基本原则,强调了保持伤口干燥的重要性、根据是否化脓而采取的不同治疗方法、轻微通便的益处以及季节对伤口愈合的影响。

§1## ΠΕΡΙ ΕΛΚΩΝ. 1. Ἕλκεα ξύμπαντα οὐ χρὴ τέγγειν, πλὴν οἴνῳ, ἢν μὴ ἐν ἄρθρῳ ἔῃ τὸ ἕλκος· τὸ γὰρ ξηρὸν τοῦ ὑγιέος ἐγγυτέρω ἐστὶ, καὶ τὸ ὑγρὸν τοῦ μὴ ὑγιέος· τὸ γὰρ ἕλκος ὑγρόν ἐστι, τὸ δὲ ὑγιὲς ξηρόν.
## 论创伤 1. 所有创伤皆不宜弄湿,除非用温酒,除非伤口是在关节上;因为干燥更接近健康,而潮湿则更接近不健康;伤口是潮湿的,而健康的部分则是干燥的。
Ἀνεπίδετον δὲ ἐᾷν ἄμεινόν ἐστιν, ὅ τι γε μὴ καταπλάσσεται· οὐδὲ καταπλάσσειν ἐνδεχόμενόν ἐστιν ἔνια τῶν ἑλκέων, μᾶλλον δὲ τὰ νεότρωτα τῶν παλαιοτέρων, καὶ τὰ ἐν τοῖσιν ἄρθροισιν.
如果不敷贴剂,最好让伤口裸露不敷绷带;某些伤口甚至不适宜敷贴剂,尤其是新伤胜于旧伤,以及关节处的伤口。
Ὀλιγοσιτέειν τε ὡς μάλιστα καὶ ὕδωρ ξυμφέρει πᾶσι τοῖσιν ἕλκεσι, μᾶλλον δὲ τοῖσι νεοτρώτοισι τῶν παλαιοτέρων, καὶ ὅ τι ἄλλο φλεγμαίνει ἕλκος ἢ μέλλει, καὶ ὅ τι σφακελίσαι κίνδυνος, καὶ τοῖσιν ἕλκεσι καὶ φλέγμασι τοῖσιν ἐν τοῖσιν ἄρθροισι, καὶ ὅκου σπασμοὺς κίνδυνος ἐπιγενέσθαι, καὶ τοῖσιν ἐν κοιλίῃ τρώμασι, παντῶν δὲ μάλιστα τοῖσιν ἐν κεφαλῇ καὶ μηρῷ κατεαγεῖσι, καὶ ἄλλῳ ᾧ κάτηξις ἂν γένηται.
尽可能减少饮食和饮水对所有伤口都有益,尤其是新伤胜于旧伤,以及其他已经发炎或即将发炎的伤口,还有面临坏疽危险的伤口、关节处的伤口与炎症、面临痉挛并发危险的伤口、腹部的外伤,而最主要的则是头部和大腿骨折,以及其他发生骨折的情况。
Ἑστάται δ’ ἕλκεσι ἥκιστα ξυμφέρει, καὶ ἄλλως ἢν ἐν τῷ σκέλεϊ ἔχῃ τὸ ἕλκος, οὐδὲ καθῆσθαι οὐδὲ πορεύεσθαι· ἀλλ’ ἡσυχίη καὶ ἀτρεμίη ξυμφέρει μάλιστα.
站立对伤口最不利,尤其是伤口在腿上时,坐着或行走也不利;唯有安静和不动最是有益。
Τὰ δὲ νεότρωτα ἕλκεα πάντα ἥκιστα ἂν φλεγμήναιεν αὐτά τε καὶ τὰ περιέχοντα, εἴ τις διαπυΐσκοι ὡς τάχιστα, καὶ τὸ πῦον μὴ ἀπολαμβανόμενον ἀπὸ τοῦ ἕλκεος τοῦ στόματος ἴσχοιτο, ἢ εἴ τις ἀποτρέποι ὅκως μηδὲ μελλήσει διαπυῆσαι πλὴν τοῦ ἀναγκαίου πύου ὀλιγίστου, ἀλλὰ ξηρὸν εἶναι ὡς μάλιστα φαρμάκῳ μὴ περισκελέϊ.
所有新伤口,如果能尽快使其化脓排脓,且不让脓液在伤口处滞留,或者如果能予以阻止,使之除必要的最少脓液外不趋于化脓,而是用温和不烈的药物使其尽可能保持干燥,那么伤口本身及周围部分就最不容易发炎。
Πυρῶδες γὰρ γίνεται, ἐπὴν φρίκη ἐγγένηται καὶ σφυγμός· φλεγμαίνει γὰρ τὰ ἕλκεα τότε, ὁκόταν διαπυῆσαι μέλλῃ· διαπυεῖ δὲ, ἀλλοιουμένου τοῦ αἵματος καὶ θερμανθέντος, ἕως σαπὲν πῦον γένηται.
因为一旦出现发冷和搏动,伤口就会发热;那时伤口便会发炎,即当它将要化脓的时候;由于血液发生变化并受热,直到腐烂化为脓液,伤口便会化脓。
Τῶν τοιούτων ἑλκέων, ὅταν δοκέῃ δεῖσθαι καταπλάσιος, οὐ χρὴ αὐτὸ τὸ ἕλκος καταπλάσσειν, ἀλλὰ τὰ περιέχοντα, ὅκως τὸ πῦον ἀποχωρέῃ, καὶ τὰ σκληρυνόμενα μαλαχθῇ.
对于此类伤口,当看似需要敷贴剂时,不应将贴剂直接敷在伤口上,而应敷在周围部分,以使脓液排出,并使硬化的部分软化。
Τῶν δὲ ἑλκέων, ὅπερ μὲν ἂν ὀξέϊ βέλεϊ διατμηθῇ ἢ διακοπῇ, ἐνδέχεται ἔναιμον φάρμακον καὶ τὸ κωλῦον διαπυεῖν ἀναξηραῖνόν τι.
在伤口中,凡是被锋利兵器切开或割裂的,可以使用止血药和通过干燥防止化脓的药物。
Ἥ τις δ’ ὑπὸ τοῦ βέλεος ἐφλάσθη καὶ ἐκόπη σὰρξ, ταύτην δὲ ἰητρεύειν, ὅκως διάπυος ὡς τάχιστα γένηται· ἧσσόν τε γὰρ φλεγμαίνει· καὶ ἀνάγκη τὰς σάρκας τὰς φλασθείσας καὶ κοπείσας σαπείσας καὶ πῦον γενομένας ἐκτακῆναι, ἔπειτα βλαστάνειν νέας σάρκας.
但凡是被兵器挫伤和割伤的肌肉,则必须予以治疗,使其尽快化脓;因为这样发炎较轻;并且必须让挫伤和割伤的肌肉腐烂、化脓、熔解,然后长出新的肌肉。
§22. Ἕλκεϊ νεοτρώτῳ παντὶ, πλὴν ἐν κοιλίῃ, ξυμφέρει ἐκ τοῦ τρώματος αἷμα ῥυῆναι αὐτίκα πλέον ἢ ἔλασσον· φλεγμαίνει γὰρ ἧσσον αὐτὸ τὸ ἕλκος καὶ τὰ περιέχοντα.
2. 对于所有新伤口(腹部除外),立刻从伤口流出或多或少的血液都是有益的;因为伤口本身及周围部分发炎较轻。
Καὶ ἀπὸ τῶν πεπαλαιωμένων ἑλκέων ξυμφέρει αἷμα ποιέειν ἀποῤῥέειν πυκνὰ, ὅκως ἂν δοκέῃ καιρὸς εἶναι, καὶ ἀπ’ αὐτῶν τῶν ἑλκέων καὶ τῶν περιεχόντων τὸ ἕλκος, ἄλλως τε καὶ ἢν ἐν κνήμῃ ἔῃ τὸ ἕλκος ἢ ἐν δακτύλῳ ποδὸς ἢ χειρὸς, μᾶλλον ἤ κου ἄλλοθι τοῦ σώματος· γίνεται γὰρ, ἀποῤῥέοντος τοῦ αἵματος, ξηρότερα καὶ μείονα ἰσχναινόμενα· κωλύει γὰρ μάλιστα μὲν τὰ τοιαῦτα ἕλκεα ὑγιαίνεσθαι, ἔπειτα δὲ καὶ τἄλλα ξύμπαντα αἵματος σηπεδὼν, καὶ ὅ τι ἐξ αἵματος μεταστάσιος γεγένηται.
对于陈旧伤口,在看似合宜的时候,使血液频繁流出也是有益的,无论从伤口本身还是从伤口周围的部分,尤其是当伤口在小腿、脚趾或手指上时,更甚于身体的其他部位;因为随着血液流出,它们会因消肿而变得更干燥、更小;阻碍此类伤口愈合的首要因素便是血液的腐败,以及由于血液郁积所引起的一切病症,其次是所有其他伤口。
Ξυμφέρει δὲ μετὰ τὴν τοῦ αἵματος ἀποῤῥοὴν ἐπὶ τῶν τοιούτων ἑλκέων καὶ σπόγγον ἐπιδεῖν πυκνὸν καὶ μαλθακὸν, τετμημένον, ξηρότερον ἢ ὑγρότερον, καὶ ἐπὶ τῷ σπόγγῳ ἄνωθεν φύλλα συχνὰ τίθεσθαι.
在排血之后,在此类伤口上用绷带系上一块质地细密、柔软、切成合适大小、偏干而非偏湿的海绵是有益的,并在海绵上方放上许多叶子。
Ἔλαιον δὲ καὶ ὅσα μαλθακώδεα ἢ ἐλαιώδεά ἐστι φάρμακα, οὐ ξυμφέρει τοῖσι τοιούτοισιν ἕλκεσιν, ἢν μὴ πάνυ ἤδη πρὸς ὑγιείην τείνῃ.
奥リーブ油以及所有具有软化作用或含油的药物,对此类伤口并无益处,除非伤口已经完全趋向愈合。
Οὐδὲ τοῖσι νεοτρώτοισιν ἕλκεσι ξυμφέρει ἔλαιον, οὐδὲ μαλθακώδεα οὐδὲ στεατώδεα φάρμακα, ἄλλως τε καὶ ὅ τι ἂν δέηται ἕλκος πλείονος καθάρσιος· τὸ δὲ ξύμπαν εἰπεῖν, ἐλαίῳ τὴν χρῆσιν ποιέεσθαι καὶ ἐν θέρει καὶ ἐν χειμῶνι, πρὸς ἃ τῶν τοιούτων φαρμάκων δεόμεθα.
奥リーブ油对新伤口也无益处,软化或多脂的药物同样无益,尤其是当伤口需要更多清洁时;总而言之,无论在夏天还是冬天,只有在我们需要此类药物的用途时,才应使用奥リーブ油。
§33. Ὑποκάθαρσις τῆς κάτω κοιλίης ξυμφέρει τοῖσι πλείστοισι τῶν ἑλκέων καὶ ἐν τρώμασιν ἐν κεφαλῇ ἐοῦσι, καὶ ἐν κοιλίῃ, καὶ ἐν ἄρθροισι, καὶ ὅσα σφακελίσαι κίνδυνος, καὶ ὅσα ῥαπτὰ, καὶ τοῖσιν ἐσθιομένοισι καὶ ἑρπυστικοῖσι, καὶ τοῖσιν ἄλλως πεπαλαιωμένοισιν ἕλκεσι, καὶ ὅκη ἂν μέλλῃ ἐπιδεῖν.
3. 下腹部的轻微通便对大多数伤口都有益,无论是头部的外伤、腹部的伤口、关节的伤口,还是有坏疽危险的伤口、缝合的伤口、蚀烂性和蔓延性的伤口,以及其他陈旧伤口,和所有准备包扎的情况。
§44. Οὐ χρὴ οὐδ’ ἐμπλάσσειν τὰ φάρμακα, πρὶν ἂν πάνυ ξηρὸν ποιήσῃς τὸ ἕλκος· τότε δὲ δεῖ προστιθέναι, ἀνασπογγίζειν δὲ τὸ ἕλκος πολλάκις σπόγγῳ, καὶ αὖθις ὀθόνιον ξηρὸν καὶ καθαρὸν προσίσχων πολλάκις, οὕτω δὲ ἐπιθεὶς τὸ φάρμακον τὸ δοκέον ξυμφέρειν, ἐπιδεῖν ἢ μὴ ἐπιδεῖν.
4. 在使伤口完全干燥之前,不应涂抹药物;当其完全干燥时,才应敷药,用海绵多次擦拭伤口,并多次用干燥且清洁的麻布敷贴吸干,然后涂上看似有益的药物,包扎或不包扎皆可。
§55. Ἕλκεσι τοῖσι πλείστοισιν ὥρη ἡ θερμοτέρη ξυμφορωτέρη τοῦ χειμῶνος, πλὴν τοῖσιν ἐν κεφαλῇ καὶ κοιλίῃ, μᾶλλον δὲ ἡ ἰσημερινή.
5. 对于大多数伤口,温暖的季节比冬天更有益,除了头部和腹部的伤口,而分点时期则更为适宜。

词汇与语法注释

  1. 1Ἕλκεα ξύμπαντα οὐ χρὴ τέγγειν, πλὴν οἴνῳ, ἢν μὴ ἐν ἄρθρῳ ἔῃ τὸ ἕλκος — 此处的 'πλήν' 作连词而非介词使用,引入对前句 'οὐ χρὴ τέγγειν' 的例外(“除非用温酒”)。随后的 'ἢν μὴ...' 则对该例外进行了进一步的限制(“除非伤口是在关节上”,意即关节处的伤口即使是用酒也不能弄湿),形成了双重限定结构。
  2. 1Ἑστάται — 'Ἑστάται' 是完成时主动不定式 'ἑστάναι'(站立)的爱奥尼亚方言形式,在此作名词性主语使用(“站立”)。
  3. 1Ἥ τις δ’ ὑπὸ τοῦ βέλεος ἐφλάσθη καὶ ἐκόπη σὰρξ, ταύτην δὲ ἰητρεύειν — 先行词 'σάρξ' 被吸引入关系从句 'ἥ τις...' 中,并在主句中由指示代词 'ταύτην' 承接。主句动词 'ἰητρεύειν' 是作命令式使用的不定式(命令性不定式)。
  4. 2ὅτι ἂν δέηται ἕλκος πλείονος καθάρσιος — 关系代名词 'ὅστις'(中性 'ὅ τι')后接 'ἄν' +虚拟语气 'δέηται',构成条件关系从句(“凡是……的”)。动词 'δέομαι' 要求属格作宾语,此处支配 'πλείονος καθάρσιος'(比较级属格 + 爱奥尼亚方言的单数属格形式)。

引用这一段

希波克拉底, 论溃疡 §1-5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg028.humanitext-grc1:1-5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。