§2323. Ὅταν ἐν τῷ νώτῳ ὑπὸ πληγέων ἢ ἄλλως ἕλκος γένηται, τῇ σκίλλῃ διέφθῳ τρίψας καὶ ἐπ’ ὀθόνιον ἀλείψας ἐπιδεῖν, ὕστερον δὲ στέαρ αἰγὸς, καὶ συὸς νέον, καὶ σποδὸν, καὶ ἔλαιον, καὶ λιβανωτὸν ἐπαλείφειν.
23. 当背部因击打或其他原因出现溃疡时,将煮熟的绵枣儿研碎涂在亚麻布上,敷贴并包扎;随后涂抹山羊脂、新鲜猪脂、灰烬、奥リーブ油及乳香。
§2424. Οἰδήματα ἐν τοῖσι ποσὶ γινόμενα, αὐτόματα καὶ μὴ αὐτόματα, οὐδὲν ὑπὸ τῶν καταπλασμάτων καθιστάμενα, τά τε οἰδήματα, καὶ ἡ φλεγμασίη, καὶ ἢν σπόγγους ἐπιδέῃ τις ἢ εἴρια ἤ τι ἄλλο ἐπὶ τὸ ὑγιὲς, ἔπειτα ἀνοιδίσκηται αὐτόματον καὶ ἀναφλεγμαίνῃ, κατὰ φλέβας ἐπίῤῥους αἴτιόν ἐστιν αἵματος, ᾥτινι μὴ φλάσμα αἴτιόν ἐστι, καὶ ἤν που ἄλλοθι τοῦ σώματος τοιοῦτόν τι γίνηται, ὁ αὐτὸς λόγος.
24. 针对足部发生的肿胀(无论是自发性的还是非自发性的),若用贴剂完全无法消退——即肿胀本身和炎症,以及如果在健康部位包扎海绵、羊毛或其他东西后,其随后自发肿胀并消炎——在非挫伤引起的情况下,其原因在于静脉中的血液流入;如果在身体其他部位发生类似情况,道理也是一样。
Ἀλλὰ τοῦ αἵματος·
这确实是由于血液的原因。
χρὴ ἀφίεναι, μάλιστα μὲν κατὰ φλέβας τὰς ἐπιῤῥεούσας, ἢν καταφανέες ἔωσιν· ἢν δὲ μὴ, κατακρούειν τὰ οἰδήματα βαθύτερα καὶ πυκνότερα, καὶ ἄλλο πᾶν ὅ τι ἂν κατακρούῃς, οὕτω χρὴ ποιέειν, καὶ ὡς ὀξυτάτοισι σιδηρίοισι καὶ λεπτοτάτοισι, καὶ ὅταν ἀφαιρέῃς τὸ αἵμα, τῇ μήλῃ μὴ κάρτα πιέζειν, ὡς μὴ φλάσις προσγίνηται· ὄξει δὲ κατανίζειν, καὶ θρόμβον αἵματος ἐν τοῖσι σχάσμασι μὴ ἐᾷν ἐγκαταλείπεσθαι, καταχρίσας τῷ ἐναίμῳ φαρμάκῳ, εἴρια οἰσυποῦντα κατεξασμένα μαλθακὰ ἐπιδῆσαι, ῥήνας οἴνῳ καὶ ἐλαίῳ, καὶ ἐχέτω τὸ σχασθὲν ὅκως ἀνάῤῥους εἴη τοῦ αἵματος καὶ μὴ κατάῤῥους.
必须放血,如果流入的静脉清晰可见,尤其要从那里放血;如果不可见,则应将肿胀处切开得更深、更密,且无论切开何处,都应采用这种方法,并使用最锐利、最薄的铁制器械;当清除血液时,不要用探针用力压迫,以免增加挫伤;用醋彻底清洗,不要让血栓残留在切口中,涂抹创伤药后,包扎上梳理过的、带脂的软羊毛,并洒上葡萄酒和奥リーブ油,且使切开部位保持血液向上流动而非向下流动的姿势。
Καὶ μὴ τεγγέτω ὅλως, καὶ ὀλιγοσιτεέτω, καὶ πινέτω ὕδωρ·
切勿使其受潮,并应少食、饮水。
ἢν δὲ ἀπολύων εὐρίσκῃς τὰ σχάσματα φλεγμαίνοντα, καταπλάσσειν τῷ ἐκ τοῦ ἀγνοῦ καὶ λίνου καρποῦ καταπλάσματι· ἢν δὲ ἑλκωθῇ τὰ σχάσματα καὶ ξυῤῥαγῇ, πρὸς σχῆμα ὁρέων, ἔπειτα προσφέρων ὅτου ἂν δέῃ, τὰ λοιπὰ ἰητρεύειν.
如果在解开包扎时发现切口发炎,可用穗花牡荆和亚麻子制成的贴剂敷贴;如果切口发生溃疡并破裂,则需注意姿势,然后敷用所需的药物,治疗其余部分。
§2525. Ὅκου δὲ κιρσὸς ἔνεστιν ἐπ’ ἀντικνημίου ἢ πατὰ τῆς σαρκὸς, καί ἔστι μέλαν τὸ ἀντικνήμιον, καὶ δοκέει δεῖσθαι αἷμα ἀπ’ αὐτοῦ ἀποῤῥυῆναι, οὐ χρὴ τὰ τοιαῦτα. κατακρούειν οὐδαμῶς· ὡς γὰρ ἐπιτοπολὺ ἕλκεα μεγάλα γίνεται ἐκ τῶν σχασμάτων διὰ τοῦ κιρσοῦ τὴν ἐπιῤῥοήν· ἀλλὰ χρὴ αὐτὸν τὸν κιρσὸν ἀποκεντέειν ἄλλοτε καἰ ἄλλοτε, ὅπη ἂν δοκέῃ καιρὸς εἶναι.
25. 在静脉或肌肉处有静脉瘤,且静脉发黑,似乎需要从中放血的地方,绝不可对这些部位进行切开;因为通常情况下,由于流入静脉瘤的血液,切口会产生巨大的溃疡;但必须在认为合适的时候,不时地在各处穿刺静脉瘤本身。
§2626. Ὅταν δὲ φλέβα τάμῃς, ἐπειδὰν τοῦ αἵματος ἀφῇς καὶ λύσῃς τὴν ταινίην, καὶ μὴ ἵστηται, τὰ ἀντία ὅκως ἂν ὁ ῥοῦς γίνηται τοῦ αἵματος, ἐχέτω, ἤν τε χεὶρ, ἤν τε σκέλος ᾖ, ὡσεὶ χωρέοντος τοῦ αἵματος ὀπίσω, καὶ οὕτως ὑπομείνας χρόνον πλείω ἢ ἐλάσσω κατακείμενος, ἔπειτα ἐπιδῆσαι αὐτὸν οὕτως ἔχοντα, μὴ ἐνεόντος τινὸς θρόμβου ἐν τῇ τομῇ, [ἔπειτα] σπληνίον διπλόον προσθείς, τέγξας οἴνῳ, καὶ άνωθεν εἴριον ἐλαιώσας καθαρόν· κἢν γὰρ ἐπίῤῥυσις τοῦ αἵματος ἔῃ βιαίη, σχέσις γίνεται ἐπιῤῥέοντος· κἢν, θρόμβου ἐπὶ τῇ τομῇ γενομένου, οὕτω φλεγμήνῃ, διαπυΐσκεται.
26. 当你切开静脉放血后,解开绷带,如果流血不止,则无论是手还是脚,都应使其保持与血流相反的方向,就好像血液在向后倒流一样;在以这种姿势躺卧较长或较短时间后,然后在保持该姿势的情况下将其包扎,切口内不得有任何血栓,敷上双层敷料,用葡萄酒湿润,并在上面放上浸了油的清洁羊毛;因为即使血流很猛,流入的血液也会被阻止;如果由于切口处形成血栓而发炎,就会化脓。
Ἠριστηκότα δὲ χρὴ πλέον ἢ ἔλαττον καὶ πεπωκότα φλεβοτομέειν, καὶ ὑποτεθερμασμένον, καὶ ἡμέρης θερμοτέρης ἢ ψυχροτέρης.
应在患者或多或少进食并饮水、身体微热时,以及在较温暖而非较寒冷的日子里进行静脉放血。
§2727. Σικύην δὲ προσβάλλοντα χρὴ, ἢν ἐπιῤῥέῃ τὸ αἷμα ἀφῃρημένης τῆς σικύης, κἢν πολὺ ῥέῃ, ἢ ἰχὼρ ῥέῃ, αὐτοῖσι ταχέως, πρὶν ἢ πλησθῇ, αὖθις προσβάλλων, ἐπεξέλκειν τὸ λειπόμενον· ἢν δὲ μὴ, θρόμβοι ἐνεχόμενοι ἐν τοῖσι σχάσμασιν, ἔπειτα ἀναφλεγμήναντα ἕλκεα γίνεται ἐξ αὐτῶν.
27. 使用吸角时,如果取下吸角后血液仍继续流出,且流出量大或流出浆液,应在吸角吸满前迅速将其再次扣在原处,以吸出残留的血液;否则,血栓会被封闭在切口内,随后发炎,并由此产生溃疡。
Ὄξει δὲ χρὴ πάντα τὰ τοιαῦτα κατανίζειν, καὶ ὕστερον μὴ τέγγειν, μηδὲ κατακέεσθαι ἐπὶ τὰ σχάσματα, τῶν δὲ ἐναίμων τινὶ φαρμάκων καταχρῖσαι τὰ σχάσματα· καὶ ὅταν κάτωθεν τοῦ γούνατος δέῃ προσβάλλειν ἢ πρὸς τὸ γόνυ, ἑστηκότι ὀρθῷ, ἢν δύνηται ἑστάναι.
应使用醋清洗所有此类部位,随后不要打湿,也不要压在切口上躺卧,并用某种创伤药涂抹切口;当需要在膝盖以下或膝盖附近使用时,如果患者能够站立,应在其直立时进行。