Humanitext Reader

希波克拉底 · 论生殖 §6-8

胎儿性别的决定机制与向父母的遗传

第 3 段,共 4 段 · 希腊语

内容简介

作者阐述了男女双方体内均存在男性和女性种子的理论,并以蜡与兽脂混合为例,解释了种子的强弱与数量如何决定胎儿的性别。随后,他通过夫妻在不同配偶下生育不同性别后代的实例来支持这一观点,并解释了孩子因各身体部位排出的精液比例不同而肖似父母的遗传机制。

§66. ἔχει δὲ οὕτω καὶ τόδε· ὁτὲ μὲν ἰσχυρότερόν ἐστι τὸ μεθιέμενον ἀπὸ τῆς γυναικὸς, ὁτὲ δὲ ἀσθενέστερον· καὶ τὸ ἀπὸ τοῦ ἀνδρὸς ὡσαύτως·
6. 情况也是如此:女性排出的精液有时较强,有时较弱;男子也是如此。
καὶ ἔστι καὶ ἐν τῷ ἀνδρὶ τὸ θῆλυ σπέρμα καὶ τὸ ἄρσεν, καὶ ἐν τῇ γυναικὶ ὁμοίως·
在男子体内既有女性的种子也有男性的种子,在女性体内同样如此。
ἰσχυρότερον δέ ἐστι τὸ ἄρσεν τοῦ θήλεος· ἀνάγκη γὰρ ἀπὸ ἰσχυροτέρου σπέρματος γίνεσθαι.
男性的种子比女性的种子更强,因为男胎必然产生于更强的种子。
Ἔχει δὲ καὶ τόδε οὕτω· ἢν μὲν ἀπ’ ἀμφοτέρων τὸ σπέρμα ἰσχυρότερον ἔλθῃ, ἄρσεν γίνεται· ἢν δὲ ἀσθενὲς, θῆλυ·
情况也是如此:如果双方排出的都是较强的种子,就会生男孩;如果排出的都是较弱的种子,就会生女孩。
ὁκότερον δ’ ἂν κρατήσῃ κατὰ πλῆθος, ἐκεῖνο καὶ γίνεται·
两者中在数量上占优势的那一个,就决定了出生的性别。
ἢν γὰρ πολλῷ πλέον τὸ ἀσθενὲς σπέρμα ᾖ τοῦ ἰσχυροτέρου, κρατέεται τὸ ἰσχυρὸν καὶ μιχθὲν τῷ ἀσθενεῖ ἐς θῆλυ περιηνέχθη· ἢν δὲ πλέον ἔῃ τὸ ἰσχυρὸν τοῦ ἀσθενέος, κρατηθῇ τε τὸ ἀσθενὲς, ἐς ἄρσεν περιηνέχθη.
因为如果较弱的种子比较强的种子多得多,较强的种子就会被压制,并且在与较弱的种子混合后转化为女孩;但如果较强的种子比较弱的种子多,且较弱的种子被压制,就会转化为男孩。
Ὥσπερ εἴ τις κηρὸν καὶ στέαρ μίξας ὁμοῦ, πλέον ποιήσας τὸ στέαρ, τήξειε πρὸς πυρὶ, μέχρι μὲν ὑγρὸν ἔῃ, οὐ διάδηλον γίνεται τὸ κρατέον· ἐπὴν δὲ παγῇ, τότ’ ἐμφανὲς γίνεται, ὅτι κρατέει τὸ στέαρ τοῦ κηροῦ κατὰ πλῆθος·
这就像如果有人把蜡和兽脂混合在一起,让兽脂的量更多,然后在火上熔化:只要它们呈液态,占优势的那一方就显现不出来;但当它凝固时,那时就会变得明显,即兽脂在数量上压倒了蜡。
οὕτως ἔχει καὶ τοῦ ἄρσενος καὶ τοῦ θήλεος τῆς γονῆς.
男性和女性的种子也是如此。
§77. Ξυμβάλλεσθαι δὲ παρέχει ὅτι καὶ ἐν τῇ γυναικὶ καὶ ἐν τῷ ἀνδρὶ ἔστι γόνος καὶ θήλεος καὶ ἄρσενος τοῖσιν ἐμφανέσι γινομένοισι·
7. 显而易见的事实使我们可以推断出,在女性和男子体内都存在着女性和男性的种子。
πολλαὶ γὰρ γυναῖκες ἤδη ἐθηλυτόκησαν παρ’ ἀνδράσιν ἰδίοις, παρὰ δὲ ἑτέρους ἄνδρας ἐλθοῦσαι ἐκουροτόκησαν· καὶ οἱ ἄνδρες οἱ αὐτοὶ κεῖνοι παρ’ οἷσιν ἐθηλυτόκεον αἱ γυναῖκες, ἑτέρων γυναικῶν ἐς μίξιν ἀφικόμενοι, ἄρσενα γόνον ἐποίησαν, καὶ οἷσιν ἄρσην γόνος ἐγίνετο, ἐς ἑτέρας γυναῖκας μιχθέντες θῆλυν γόνον ἐποίησαν.
因为许多妇女以前和自己的丈夫只生女孩,但改嫁他人后却生了男孩;而那些妻子跟他们生女孩的丈夫,在与其他妇女交合后,也生了男孩;至于那些生男孩的丈夫,在与其他妇女交合后,也生了女孩。
Οὗτος ὁ λόγος ἐρέει καὶ τὸν ἄνδρα καὶ τὴν γυναῖκα ἔχειν καὶ θῆλυν γόνον καὶ ἄρσενα·
这个论点说明,男子和妇女都拥有女性和男性的种子。
παρὰ μὲν γὰρ τοῖσιν ἐθηλυτόκεον, ἐκρατέετο τὸ ἰσχυρότερον, πλέονος γενομένου τοῦ ἀσθενέος, καὶ ἐγένετο θήλεα· παρὰ δὲ τοῖσιν ἐκουροτόκεον, ἐκράτεε τὸ ἰσχυρότερον, καὶ ἐγένετο ἄρσενα·
因为在那些生女孩的人那里,较强的种子由于较弱的种子增多而被压制,于是生了女孩;而在那些生男孩的人那里,较强的种子占了上风,于是生了男孩。
χωρέει δὲ οὐκ ἀεὶ τοῦτο ἀπὸ τοῦ αὐτέου ἀνδρὸς ἰσχυρὸν, οὐδὲ ἀσθενὲς ἀεὶ, ἀλλ’ ἄλλοτε ἀλλοῖον.
但从同一个男子身上排出的种子并非总是强大的,也并非总是微弱的,而是因时而异。
Καὶ τῆς γυναικὸς οὕτως ἔχει· ὡς μὴ θαυμάζειν τὰς αὐτὰς γυναῖκας καὶ τοὺς αὐτοὺς ἄνδρας γόνον καὶ ἄρσενα καὶ θῆλυν ποιέειν.
妇女的情况也是如此,因此不必奇怪同一对妇女和同一对男子会生出男性和女性的后代。
Ἔχει δὲ καὶ τοῖσι κτήνεσιν οὕτω τὰ περὶ γονῆς θήλεος καὶ ἄρσενος.
关于女性(雌性)和男性(雄性)种子的这一规律在牲畜中也是如此。
§88. Καὶ ἐν αὐτῇφι τῇ γονῇ ἐξέρχεται καὶ τῆς γυναικὸς καὶ τοῦ ἀνδρὸς ἀπὸ παντὸς τοῦ σώματος, καὶ ἀπὸ τῶν ἀσθενέων ἀσθενὴς καὶ ἀπὸ τῶν ἰσχυρῶν ἰσχυρή· καὶ τῷ τέκνῳ οὕτως ἐστὶν ἀνάγκη ἀποδίδοσθαι.
8. 在精液本身中,它从妇女和男子全身的各个部位排出,从虚弱的部位排出虚弱的精液,从强壮的部位排出强壮的精液;这些必然会遗传给孩子。
Καὶ ὁκόθεν ἂν τοῦ σώματος τοῦ ἀνδρὸς πλέον ἔλθῃ ἐς τὴν γονὴν ἢ τῆς γυναικὸς, κεῖνο κάλλιον ἔοικε τῷ πατρί· ὁκόθεν ἂν δὲ πλέον ἔλθῃ ἀπὸ τῆς γυναικὸς τοῦ σώματος, κεῖνο κάλλιον ἔοικε τῇ μητρί.
从男子的身体哪个部位排入精液的量比从妇女的身体排入的多,孩子的那部分就会更像父亲;从妇女身体哪个部位排入的量多,那部分就会更像母亲。
Ἔστι δὲ οὐκ ἀνυστὸν πάντα τῇ μητρὶ ἐοικέναι, τῷ δὲ πατρὶ μηδὲν, ἢ τὸ ἐναντίον τούτου, οὐδὲ μηδετέρῳ ἐοικέναι μηδέν·
孩子在所有地方都像母亲而一点也不像父亲,或者相反,或者哪一方都不像,这是不可能的。
ἀλλ’ ἀμφοτέροισιν ἀνάγκη τίς ἐστιν ἐοικέναι τινὶ, εἴπερ ἄρα ἀπ’ ἀμφοτέρων τῶν σωμάτων τὸ σπέρμα χωρέει ἐς τὸ τέκνον.
相反,如果种子确实是从双方的身体流向孩子,那么孩子在某些方面必然会像父母双方。
Ὁκότερος δ’ ἂν πλέον ξυμβάληται ἐς τὸ ἐοικέναι καὶ ἀπὸ πλεόνων χωρίων τοῦ σώματος, κείνῳ τὰ πλείονα ἔοικε·
双方中哪一方对肖似作出的贡献更大、并且来自更多的身体部位,孩子就更在较多的地方像那一方。
καὶ ἔστιν ὅτε θυγάτηρ γενομένη τὰ πλείονα ἔοικε κάλλιον τῷ πατρὶ ἢ τῇ μητρὶ, καὶ κοῦρος γενόμενος ἔστιν ὅτε κάλλιον ἔοικε τῇ μητρὶ ἢ τῷ πατρί.
有时生下来的女儿在大多数地方更像父亲而不是母亲,而生下来的儿子有时更像母亲而不是父亲。
Καὶ ταῦτά μοι καὶ τοσαῦτα ἐστὶν ἱστόρια τῷ προτέρῳ λόγῳ, ὅτι ἔνεστι καὶ ἐν τῇ γυναικὶ καὶ ἐν τῷ ἀνδρὶ καὶ κουρογονίη καὶ θηλυγονίη.
这些和如此多的事实,都是我之前论点的证据,即在妇女和男子体内都存在着生育男胎和女胎的能力。

词汇与语法注释

  1. 6ἀνάγκη γὰρ ἀπὸ ἰσχυροτέρου σπέρματος γίνεσθαι. — 无人称句 `ἀνάγκη [ἐστί]` 后面所接的不定式 `γίνεσθαι` 的逻辑主语,承前省略了前文的 `τὸ ἄρσεν`(男性/男胎),整句意为“男胎必然产生于更强的种子”。
  2. 6τοῦ ἄρσενος καὶ τοῦ θήλεος τῆς γονῆς — `τοῦ ἄρσενος καὶ τοῦ θήλεος` 作为修饰 `τῆς γονῆς` 的属格(指“精液中男性和女性的部分”),整个短语作为表示关联或范围的属格,修饰副词短语 `οὕτως`(关于……也是如此)。
  3. 7Ξυμβάλλεσθαι δὲ παρέχει — `παρέχει` 为无人称用法或以客观事实为主语(意为“提供了……”),支配中动不定式 `ξυμβάλλεσθαι`(意为“推论”或“得出结论”),整句表示“(显而易见的事实)提供了得出……结论的依据/使我们可以推论出……”。
  4. 8αὐτῇφι — 带有荷马/爱奥尼亚方言古老格词尾 `-φι`(原本表示工具格、与格或处格)的代词 `αὐτή` 形式。在此处其功能等同于普通的与格 `αὐτῇ`,与介词 `ἐν` 连用,表示“在其自身(精液)中”。
  5. 8ἀπὸ τῶν ἀσθενέων ἀσθενὴς — `τῶν ἀσθενέων`(以及后文的 `τῶν ἰσχυρῶν`)为中性复数属格,作为名词化的形容词,指代身体的“各个部位”。主语 `ἀσθενὴς`(以及 `ἰσχυρή`)是修饰阴性名词 `γονή`(精液)的形容词,作动词 `ἐξέρχεται` 的主语。

引用这一段

希波克拉底, 论生殖 §6-8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg024a.humanitext-grc1:6-8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。