§1## ΠΕΡΙ ΓΟΝΗΣ.
## ΠΕΡΙ ΦΥΣΙΟΣ ΠΑΙΔΙΟΥ.
## ΠΕΡΙ ΝΟΥΣΩΝ ΤΟ ΤΕΤΑΡΤΟΝ.
1. Νόμος μὲν πάντα κρατύνει·
\n\n## 论胚胎\n\n## 论儿童的自然\n\n## 论疾病第四卷\n\n1. 法律(或习俗)统治一切。
ἡ δὲ γονὴ τοῦ ἀνδρὸς ἔρχεται ἀπὸ παντὸς τοῦ ὑγροῦ τοῦ ἐν τῷ σώματι ἐόντος τὸ ἰσχυρότατον ἀποκριθέν·
然而,男人的精液来自于体内所有液体中被分离出来的最强有力的部分。
τούτου δὲ ἱστόριον τόδε, ὅτι ἀποκρίνεται τὸ ἰσχυρότατον, ὅτι ἐπὴν λαγνεύσωμεν σμικρὸν οὕτω μεθέντες, ἀσθενέες γινόμεθα.
以下便是最强有力部分被分离出来的证据:当我们进行性交时,即使只排出如此微少的一点,我们也会变得虚弱。
Ἔχει δὲ οὕτω· φλέβες καὶ νεῦρα ἀπὸ παντὸς τοῦ σώματος τείνουσιν ἐς τὸ αἰδοῖον, οἷσιν ὑποτριβομένοισι καὶ θερμαινομένοισι καὶ πληρευμένοισιν ὥσπερ κνησμὸς ἐμπίπτει καὶ τῷ σώματι παντὶ ἡδονὴ καὶ θέρμη ἐκ τούτου παραγίνεται·
情况是这样的:血管和神经从全身延伸到生殖器,当它们受到摩擦、变热并充满时,便会产生一种类似瘙痒的感觉,并由此给全身带来快感和热量。
τριβομένου δὲ τοῦ αἰδοίου καὶ τοῦ ἀνθρώπου κινευμένου, τὸ ὑγρὸν θερμαίνεται ἐν τῷ σώματι καὶ διαχέεται καὶ κλονέεται ὑπὸ τῆς κινήσιος καὶ ἀφρέει, καθάπερ καὶ τἄλλα ὑγρὰ ξύμπαντα κλονεύμενα ἀφρέει·
随着生殖器受到摩擦以及人的运动,体内的液体会变热、扩散,并因运动而震荡而起泡,正如所有其他液体在震荡时起泡一样。
οὕτω δὲ κἀν τῷ ἀνθρώπῳ ἀποκρίνεται ἀπὸ τοῦ ὑγροῦ ἀφρέοντος τὸ ἰσχυρότατον καὶ πιότατον, καὶ ἔρχεται εἰς τὸν νωτιαῖον μυελόν·
同样,在人体内,最强有力且最丰饶的部分从起泡的液体中分离出来,并进入脊髓。
τείνουσι γὰρ ἐς τοῦτον ἐκ παντὸς τοῦ σώματος, καὶ διαχέει ἐκ τοῦ ἐγκεφάλου εἰς τὴν ὀσφὺν καὶ ἐς πᾶν τὸ σῶμα καὶ ἐς τὸν μυελὸν, καὶ ἐξ αὐτοῦ τείνουσιν ὁδοὶ, ὥστε καὶ ἐπιέναι τοῦ ὑγροῦ ἐς αὐτὸν καὶ ἀποχωρέειν.
因为从全身都有血管延伸到脊髓,它将液体从大脑分配到腰部、全身和脊髓,并且从脊髓中延伸出通道,从而使液体既能流入其中,也能流出。
Ἐπὴν δὲ ἔλθῃ ἐς τοῦτον τὸν μυελὸν ἡ γονὴ, χωρέει παρὰ τοὺς νεφρούς· ταύτῃ γὰρ ἡ ὁδός ἐστι διὰ φλεβῶν, κἢν οἱ νεφροὶ ἑλκωθῶσιν, ἔστιν ὅτε καὶ αἷμα ξυμφέρεται·
当精液进入这一脊髓时,它会经过肾脏;因为那里的通路是通过血管的,如果肾脏受伤,有时血液也会随之流出。
παρὰ δὲ τῶν νεφρῶν ἔρχεται διὰ τῶν ὀρχίων μεσάτων ἐς τὸ αἰδοῖον· καὶ χωρέει οὐχ ὅπη τὸ οὖρον, ἀλλά οἱ ἄλλη ὁδός ἐστιν αὐτῆς ἐχομένη.
从肾脏开始,精液通过睾丸中部进入生殖器;它所行经的路线并不是尿液的路线,而是紧邻尿液路线的另一条通道。
Καὶ οἱ ἐξονειρώσσοντες διὰ τάδε ἐξονειρώσσουσιν· ἐπὴν τὸ ὑγρὸν ἐν τῷ σώματι διακεχυμένον ἔῃ καὶ διάθερμον, εἴτε ὑπὸ ταλαιπωρίης, εἴτε καὶ ὑπὸ ἄλλου τινὸς, ἀφρέει·
而那些做遗梦的人,也是因为这些原因而遗梦:当体内的液体因疲劳或由于其他某种原因而扩散并受热时,它就会起泡。
καὶ ἀποκρινο. μένου ἀπ’ αὐτοῦ ὁρᾷν παρίσταται οἷάπερ ἐν τῇ λαγνείῃ·
当精液从中分离出来时,梦中就会呈现出如同在性交中那样的景象。
ἔχει γὰρ τὸ ὑγρὸν τοῦτο ὅπερ λαγνεύοντι·
因为这种液体所处的状态与性交中的人相同。
ἀλλ’ οὔ μοι περὶ ὀνειρωσσόντων καὶ παντὸς τοῦ νοσήματος τί ἐστὶ, καὶ ὁκόσα ἐργάζεται, καὶ διότι πρὸ λαγνείης.
但对于做遗梦的人以及整个疾病是什么、它能起多大作用,以及为什么会在性交前发生,并非我在这里要讨论的目的。
Καὶ ταῦτα μὲν ἐς τοῦτό μοι εἰρέαται.
这些事情对我来说已说至此。
§22. Οἱ δὲ εὐνοῦχοι διὰ ταῦτα οὐ λαγνεύουσιν, ὅτι σφέων ἡ δίοδος ἀμαλδύνεται τῆς γονῆς·
\n\n2. 阉人不能性交也是因为这些原因,因为他们的精液通道被破坏了。
ἔστι γὰρ δι’ αὐτῶν τῶν ὀρχίων ἡ ὁδός·
因为这条通路恰恰是通过睾丸本身的。
καὶ νεῦρα τείνει λεπτὰ καὶ πυκνὰ ἐς τὸ αἰδοῖον ἐκ τῶν ὀρχίων, οἶσιν ἀείρεται καὶ καθίεται, καὶ ταῦτα ἐν τῇ τομῇ ἀποτέμνεται, διὸ οὐχ ὑπάρχουσιν οἱ εὐνοῦχοι χρηστοί·
此外,细而密的神经从睾丸延伸到生殖器,生殖器由此得以勃起和下垂,而这些神经在切除手术中被割断,这就是为什么阉人无法进行性交。
τῶν δὲ τάδε ἐκτριβέντων ἡ ὁδὸς τῆς γονῆς ἐμπέφρακται·
而那些睾丸被挤碎的人,其精液的通路也被堵塞了。
πωροῦνται γὰρ οἱ ὄρχιες· καὶ τὰ νεῦρα σκληρὰ καὶ μωρὰ γενόμενα ὑπὸ τοῦ πώρου οὐ δύναται τείνειν καὶ χαλᾷν.
因为他们的睾丸硬化了,而神经因硬化而变得僵硬无感,无法紧张和松弛。
Ὁκόσοι δὲ παρ οὖς τετμημένοι εἰσὶν, οὗτοι λαγνεύουσι μὲν καὶ ἀφιᾶσιν, ὀλίγον δὲ καὶ ἀσθενὲς καὶ ἄγονον·
那些在耳后血管被切开的人,虽然可以进行性交并排精,但排出的精液少、弱且不育。
χωρέει γὰρ τὸ πλεῖστον τοῦ γόνου ἀπὸ τῆς κεφαλῆς παρὰ τὰ οὔατα ἐς τὸν νωτιαῖον μυελόν· αὕτη δὲ ἡ δίοδος ὑπὸ τῆς τομῆς οὐλῆς γενομένης στερεὴ γέγονεν.
因为大部分精液是从头部经过耳朵旁边进入脊髓的,而这条通路由于切口形成的疤痕而变硬闭塞了。
Τοῖσι δὲ παισὶ λεπτὰ τὰ φλέβια ἐόντα καὶ πληρευμένα κωλύει τὴν γονὴν ἰέναι, καὶ ὁ κνησμὸς οὐχ ὁμοίως παραγίνεται·
在儿童中,由于他们的小血管细小且充盈,这就阻碍了精液的通过,瘙痒感也不会以同样的方式产生。
διὰ ταῦτα οὐδὲ κλονέεται ἐν τῷ σώματι τὸ ὑγρὸν ἐς ἀπόκρισιν τῆς γονῆς·
由于这些原因,体内的液体也不会为了精液的分离而产生震荡。
καὶ τῇσι παρθένοισι, μέχρις ἂν νέαι ἔωσιν, οὐ χωρέει τὰ καταμήνια δι’ αἴτιον τωὐτό.
对于处女,只要她们还年轻,月经由于同样的原因也不会流出。
Ἐπὴν δὲ αὔξωνται καὶ παρθένος καὶ παῖς, αἱ φλέβες αἱ ἐς τὸ αἰδοῖον τείνουσαι τοῦ παιδὸς καὶ τῆς παρθένου ἐπὶ τὰς μήτρας εὔροαι γίνονται ὑπὸ τῆς αὔξης καὶ στομοῦνται, καὶ ὁδὸς καὶ δίοδος διὰ στενῶν γίνεται, καὶ τὸ ὑγρὸν κλόνησιν τότε ἴσχει, εὐρυχωρίη γάρ οἱ τότε γίνεται ἔνθα κλονήσεται·
但是,当女孩子和男孩子长大时,男孩子延伸到生殖器的血管,以及女孩子延伸到子宫的血管,由于生长而变得通畅并开口,于是在狭窄的地方形成了通道和通路,此时液体便得到了震荡,因为那时便有了可供液体震荡的宽敞空间。
καὶ τῷ παιδὶ χωρέει, ἐπὴν ἁδρὸς ἔῃ, διὰ τόδε, καὶ τῇ παρθένῳ τὰ καταμήνια.
因此,当男孩子成熟时精液会流出,而女孩子则会有月经。
Ταῦτα δέ μοι οὕτως ἀποπέφανται.
对我来说,这些事情已如此阐明。