§44. Ὄξος δὲ χρωτὶ μὲν καὶ ἄρθροισι παραπλήσιον θαλάσσῃ καὶ δυνατώτερον καταχέειν καὶ πυριῇν· καὶ ἕλκεσι τοῖσι νεοτρώτοισι, θρόμβοισιν, οὗ μέλασμα αἰδοίων, καῦσις οὐάτων ἢ καὶ ὀδόντων·
4. 醋对于皮肤和关节具有与海水相似的功效,但在浇注和温热熏蒸方面更为强力;它同样适用于新受的伤口、血块、阴部变黑的情况、耳部乃至牙齿的灼痛;对于这些及其他症状,应将这些东西温热使用,且必须根据季节进行判断;溶解而成的盐也是如此。
θερμῷ δὲ ταῦτα, τά τε ἄλλα· καὶ τῇ ὥρῃ συντεκμαίρεσθαι· ἐκ τήξεως ἅλες· καὶ πρὸς ἄλλα δὲ ὅσα λειχῆσι, λέπρῃσιν, ἀλφοῖσι, συντείνει παχυνθὲν ἐν ἡλίῳ θερμῷ, μάλιστα δὲ ὄνυξι λεπροῖσι, κρατέει γὰρ μετὰ χρόνον.
此外,对于苔癣、癞、白癜风等其他病症,在烈日下浓缩的醋能发挥效力,尤其是对于变粗糙的指甲,因为经过一段时间后它能克服这一病症。
Μυρμηκίας ἁπαλύνει, καὶ τοὺς ἐν ὠσὶν ἰᾶται ῥύπους, μαλάσσει δὲ καὶ χρῶτα, πολλαχῆ δὲ καὶ ἄλλῃ; εἰ μὴ ὀδμῇ ἔβλαπτε, καὶ μάλιστα γυναῖκας·
它能软化疣,治疗耳中的污垢,也能软化皮肤,并在其他许多方面都有益处;若非其气味带来损害的话,尤其是对女性而言。
ἐδύνατο δ’ ἂν καὶ ποδαγρίῃ, εἰ μὴ ὁ χρὼς ἐτιτρώσκετο.
若非皮肤会受损伤,它本也可以对痛风产生强力功效。
Ταῦτα καὶ τρὺξ ὄξους ποιέει.
醋糟也具有这些同样的功效。
§55. Οἶνος δὲ γλυκὺς, ὅσα χρόνια τρώματα, συνεχέως χρωμένῳ αὔταρκες, ἀτὰρ καὶ ἐς φαρμακοποσίην.
5. 甘口葡萄酒对于慢性伤口而言,对于持续使用的人是足够的,而且也适用于服药。
Αὐστηρὸς δὲ ὁ λευκὸς καὶ μέλας οἶνος ψυχρὸς ἐπὶ τὰ ἕλκεα ἐνδέχεται, ψυχρὸς διὰ τὴν θέρμην.
另一方面,干白和干红葡萄酒则冷敷于伤口,因其自身的热性而冷用。
Ὅρια δὲ, ὅσα μὲν ψύξιος εἵνεκα ἢ καταχεῖται ἢ ἐνίεται ἢ ἐμβάπτεται, ὡς ὕδωρ ψυχρότατον· ὅσα δὲ στύψιος, ὁ μέλας οἶνος, καὶ εἴρια καταῤῥῆναι, οἷον καὶ φύλλα τευτλίων ἢ ὀθόνια βάπτεται ἐπὶ τὰ πλεῖστα· ὅσα δέ τι στύψιος, οἷον κισσοῦ φύλλα, ὁ λευκὸς, καὶ ὅσα στρυφνότερα ἢ ψαθυρώτερα, οἷον κίστος τε καὶ βάτος, ῥοῦς σκυτοδεψικὴ, ἐλελίσφακος, καὶ ὅσα μαλθάσσειν δεῖ, οἷον ἄλητον ἑφθόν.
其界限是:凡是以冷却为目的而浇注、注入或浸泡的,皆如最冷的水一样使用;凡是以收敛为目的的,则使用红葡萄酒,且需将羊毛浸入其中,就像甜菜叶或亚麻布在大多数情况下被浸泡一样;而凡是需要一定程度收敛的,例如常春藤叶,则使用白葡萄酒,以及那些更涩或更脆的东西,例如岩蔷薇、黑莓、鞣革漆树、鼠尾草,以及那些必须软化的东西,例如煮熟的大麦粉。
§66. Τὸ ψυχρὸν ὠφελέει τὰ ἐρυθρὰ, οἷα ἄλλῃ καὶ ἄλλῃ ἐκθύει ὑποπλάτη, οἷα οἱ τοὺς σπλῆνας ὀγκηροὺς [ἔχοντες] ἀνίσχουσιν, εὐσάρκοισί τε καὶ ἁπαλοσάρκοισιν, ὑπέρυθρα δὲ μέλασι, καὶ οἷαι στρογγύλαι ἐοῦσαι, αἰθόλικας λέγουσι, καὶ ἐν αὐτῇσι τῇσι θερμολουσίῃσιν ἀνίσταται γενόμενα, καὶ γυναιξὶν ἐκ γυναικείων ἀναδρομῆς ὑπὸ χρῶτα, καὶ ὑπὸ ἐρεθισμοῦ δέρματος, ἢ ἱματίων τρηχείων ἀήθει φορήσει, καὶ ἐξ ἱδρώτων ἐξόδου, ἢ ἐκ ψύχεος ἐξαίφνης πρὸς πῦρ ἐλθόντι ἢ λουτρὰ θερμὰ, ταῦτα ἢν ὕστερον ποιήσῃ, ἔτι οὐδαμῶς ἐκθύει.
6. 寒冷有益于偏红色的皮疹,即那些在各处平坦地喷出的皮疹,例如脾脏肿大者所表现出的那种,发生于肉体丰满及肉质柔软者,而在肤色较黑的人身上则呈微红色,以及那些呈圆形、人们称为热疹的皮疹,这些是在温热浴过程中产生的。 对于女性因月经逆流于皮肤下所致的皮疹、因皮肤受刺激或因不习惯而穿着粗糙衣服所致的皮疹,以及因出汗、或因从寒冷中突然接近火源或洗热水浴而致的皮疹也是如此;如果事后进行这些冷敷,它们就再也绝对不会喷出。
Ἐπεὶ ὁκόσα γε ἐκ ψύχεος γίνεται, ἢ ὁκόσα τρηχύνεται κεγχρώδεα, εἶτ’ ἐφελκοῦται, τὸ μὲν ψυχρὸν βλάπτει, τὸ δὲ θερμὸν ὠφελέει.
因为凡是因寒冷而生的,或者凡是变得粗糙如粟粒状、随后结痂的,寒冷都会造成损害,而温热则有益。
Ἃ δὲ ἄμφω ὠφελέει, τὰ ἐν ἄρθροισιν οἰδήματα, καὶ ἄνευ ἕλκεος ποδαγρικὰ, καὶ σπάσματα πλεῖστα, τοῦτο ψυχρὸν πολλὸν καταχεόμενον ῥηΐζει, ἰσχναίνει καὶ ὀδύνην ναρκοῖ, νάρκη δὲ μετρίη ὀδύνης ληκτικόν· καὶ τὸ θερμὸν ἰσχναίνει καὶ μαλθάσσει.
两皆有益的是关节肿胀、无伤口的痛风,以及绝大多数痉挛;对于这些,浇注大量冷水能缓解、消肿并麻痹疼痛,而适度的麻痹能止息疼痛;温热也能消肿和软化。
Τοῖσι δὲ ποδαγρικοῖσι, παρέσεσι, τετάνοισι, σπασμοῖσι, τὰ τοιαῦτα· συντάσιες, τρόμοι, παραπληγίαι, τὰ τοιαῦτα· χαλάσιες, νάρκαι, ἀναυδίαι, τὰ τοιαῦτα· κάτωθεν ἀπολήμψιες, φυλάσσεσθαι δὲ ἐν τῇ ψυχρᾷ χρήσει, ψυχροῖσι χρεόμενος μᾶλλον ἢ τἀναντία.
对于痛风、瘫痪、破伤风、痉挛患者,这些是适宜的;对于僵直、震颤、偏瘫,这些是适宜的;对于松弛、麻木、失语,这些是适宜的;对于下方受阻,在冷用中必须小心,应更多冷用而非相反。
Τὰ δὲ ἐς τὰ ἄρθρα ἐσκληρυσμένα ἢ ὑπὸ φλεγμονῆς ποτε γενομένης ἢ ἀγκύλης, προυργιαίτατα, ἐς ἀσκίον θερμὰ ἐγχέοντας, τὴν χεῖρα ἐναποδῆσαι.
对于因曾经发生炎症或关节强直而硬化在关节处的部位,最有效的做法是将温热液体注入皮囊中,将手绑在其中。
Καὶ ὄμματα, δακρύου παρηγορικὸν καταλείφοντα, πρὸς τὰ δριμέα λίπος προσηνὲς, ὥστε μὴ ἅπτεσθαι τὸ ἁλμῶδες, καὶ τοῖσι βοθρίοισι διάνιψις καὶ πλήρωσις ἐς φύσιν ἄγουσα.
对于眼部,涂抹能缓解流泪的药物,对辛辣的体液涂抹温和的油脂,以免盐分接触,而对于溃疡,清洗和充填能使其恢复自然状态。
Ὀφθαλμοῖσι θερμὸν ὀδύνῃσιν, ἐμπυήσεσι, δακρύων δακνωδέων, ξηροῖσιν ἅπασιν.
对于眼部,温热适用于疼痛、化脓、刺痛的泪液以及所有干燥状态。
Τὸ ψυχρὸν, ἀνωδύνοισιν, ἐξερύθροισι· τοῖσι δὲ εἰθισμένοισι συστροφὰς κατὰ φλέβας ποιέον, οἷα χοιραδώδεα, κατὰ θώρηκα, καὶ ἄλλα σκληρά· ἀρχῷ δὲ καὶ ὑστέρῃσιν οὐ πάνυ ἐνδέχεται, αἷμα ἐν ψύχει οὐρέουσιν.
寒冷则适用于无痛且极红的眼睛;但对于习惯于冷的人,它会在血管中产生凝结从而在胸部引起如淋巴结结核般的硬块,以及其他硬化结节;对于肛门和子宫,冷用是完全不可接受的,因为在寒冷中会排出血尿。
Ἕλκεσι τὸ μὲν ψυχρὸν δακνῶδες, δέρμα περισκληρύνει, ὀδυνώδεα ἀνεκπύητα ποιέει, πελιαίνει, μελαίνει, ῥίγεα πυρετώδεα, σπασμοὺς, τετάνους.
对于伤口,寒冷是刺激性的,会使皮肤过度硬化,使伤口疼痛且不化脓,使之变青、变黑,并引起发热性寒战、痉挛和破伤风。
Ἔστι δὲ ὅκου ἐπὶ τετάνῳ ἄνευ ἕλκεος νέῳ εὐσάρκῳ, θέρεος μέσου, ψυχροῦ πολλοῦ κατάχυσις θέρμης ἐπανάκλησιν ποιέει· θέρμη δὲ ταῦτα ῥύεται, τὰ δὲ ἐν κεφαλῇ καὶ καρηβαρίας.
但在某些情况下,对于无伤口的破伤风,若患者是肉体丰满的年轻男子,在盛夏时节,浇注大量冷水能促使温热的恢复;温热能解救这些病症,也能解救头部病症和头重。
Τὸ θερμὸν ἐκπυητικὸν, οὐκ ἐπὶ παντὶ ἕλκει, μέγιστον σημεῖον ἐς ἀσφάλειαν, δέρμα μαλθάσσει, ἰσχναίνει, ἀνώδυνον, ῥιγέων, σπασμῶν, τετάνων παρηγορικόν· τὸ δ’ ἐν κεφαλῇ, καὶ καρηβαρίαν λύει·
温热能促进化脓,但非对所有伤口皆然,这是安全的极大指征;它能软化皮肤、消肿、镇痛,缓解寒战、痉挛和破伤风;头部的温热也能消除头重。
πλεῖστον δὲ διαφέρει ὀστέων κατήγμασι, μᾶλλον δὲ τοῖσιν ἐψιλωμένοισι, τούτων δὲ μάλιστα τῶν ἐν κεφαλῇ τρώμασιν ἑκουσίοισι καὶ ἀκουσίοισι, καὶ ὅσα ὑπὸ ψύχεος ἢ θνήσκει ἢ ἑλκοῦται, ἔτι ἑλκώμασιν ἑκουσίοισί τε καὶ ἀκουσίοισιν, ἀπούρμασιν, ἕρπησιν ἐσθιομένοισι, μελαινομένοισιν ἐν νούσοισιν, ἀκοῇ, ἕδρῃ, ὑστέρῃ, τούτοισι πᾶσι τὸ θερμὸν φίλιον καὶ κρῖνον, τὸ δὲ ψυχρὸν πολέμιον καὶ κτεῖνον, πλὴν ὁκόσα αἱμοῤῥα· γέειν ἐλπίς.
它对于骨折,尤其是对于骨外露者差异最大,而在这些之中,尤其对于有意和无意造成的头部外伤,以及因寒冷而坏死或溃烂的部分,还有有意和无意的溃疡、擦伤、蚀食性疱疹、疾病中变黑的部分,以及听觉、肛门、子宫;对于所有这些,温热是友好的且能决定恢复,而寒冷是敌对的且致命的,除非是有出血预期的部位。
§77. Οὕτω κατάχυσις ὑγρῶν, ἐπίχρισις ἀλειπτῶν, ἐπίθεσις φύλλων ἢ ὀθονίων, κατάπλασις, ὁκόσα ἢ ψύξις ἢ θέρμη ὠφελέει ἢ βλάπτει.
7. 因此,液体的浇注、油膏的涂抹、叶片或亚麻布的敷贴、湿敷,凡是冷却或温热有益或有害的情况,皆是如此。