§44. Ὄξος δὲ χρωτὶ μὲν καὶ ἄρθροισι παραπλήσιον θαλάσσῃ καὶ δυνατώτερον καταχέειν καὶ πυριῇν·
4. 酢は、皮膚や関節に対して海水と似た作用を持ち、注いだり温熱浴をしたりするのに、より強力である。
καὶ ἕλκεσι τοῖσι νεοτρώτοισι, θρόμβοισιν, οὗ μέλασμα αἰδοίων, καῦσις οὐάτων ἢ καὶ ὀδόντων·
また、新しくできた傷口、血塊、陰部の黒ずみがある場合、耳や歯の灼熱感に対しても適している。
θερμῷ δὲ ταῦτα, τά τε ἄλλα· καὶ τῇ ὥρῃ συντεκμαίρεσθαι·
これら、および他の症状に対しては、温めてこれらを用い、また季節によっても判断を下さねばならない。
ἐκ τήξεως ἅλες·
溶解による塩も同様である。
καὶ πρὸς ἄλλα δὲ ὅσα λειχῆσι, λέπρῃσιν, ἀλφοῖσι, συντείνει παχυνθὲν ἐν ἡλίῳ θερμῷ, μάλιστα δὲ ὄνυξι λεπροῖσι, κρατέει γὰρ μετὰ χρόνον.
また、苔癬、癩、白癬といった他の症状に対して、温かい太陽の下で濃縮されたものが効果をもたらし、特に粗くなった爪に対しては、時間をかければそれを克服するからである。
Μυρμηκίας ἁπαλύνει, καὶ τοὺς ἐν ὠσὶν ἰᾶται ῥύπους, μαλάσσει δὲ καὶ χρῶτα, πολλαχῆ δὲ καὶ ἄλλῃ;
疣を柔らかくし、耳の中の汚れを治し、皮膚をも柔らかくし、他の多くの点でも効果がある。
εἰ μὴ ὀδμῇ ἔβλαπτε, καὶ μάλιστα γυναῖκας·
もしその臭いで害を与えないのであれば、特に女性たちに対してそうである。
ἐδύνατο δ’ ἂν καὶ ποδαγρίῃ, εἰ μὴ ὁ χρὼς ἐτιτρώσκετο.
また、もし皮膚が傷つけられないのであれば、痛風に対しても効果を発揮し得ただろう。
Ταῦτα καὶ τρὺξ ὄξους ποιέει.
これらのことは、酢の滓も同様に行う。
§55. Οἶνος δὲ γλυκὺς, ὅσα χρόνια τρώματα, συνεχέως χρωμένῳ αὔταρκες, ἀτὰρ καὶ ἐς φαρμακοποσίην.
5. 甘口のワインは、慢性の傷に対して、継続して用いる者に十分であり、また薬を飲む際にも適している。
Αὐστηρὸς δὲ ὁ λευκὸς καὶ μέλας οἶνος ψυχρὸς ἐπὶ τὰ ἕλκεα ἐνδέχεται, ψυχρὸς διὰ τὴν θέρμην.
一方、辛口の白ワインおよび赤ワインは、傷口に対して冷やして用いられるが、それはその熱特性のゆえに冷たくするのである。
Ὅρια δὲ, ὅσα μὲν ψύξιος εἵνεκα ἢ καταχεῖται ἢ ἐνίεται ἢ ἐμβάπτεται, ὡς ὕδωρ ψυχρότατον·
その境界として、冷却を目的として注がれるか、注入されるか、浸されるものは、最も冷たい水のように用いられる。
ὅσα δὲ στύψιος, ὁ μέλας οἶνος, καὶ εἴρια καταῤῥῆναι, οἷον καὶ φύλλα τευτλίων ἢ ὀθόνια βάπτεται ἐπὶ τὰ πλεῖστα·
一方、収斂を目的とするものは赤ワインであり、羊毛を浸すためのもので、たとえばテンサイの葉やリンネル布がたいてい浸される。
ὅσα δέ τι στύψιος, οἷον κισσοῦ φύλλα, ὁ λευκὸς, καὶ ὅσα στρυφνότερα ἢ ψαθυρώτερα, οἷον κίστος τε καὶ βάτος, ῥοῦς σκυτοδεψικὴ, ἐλελίσφακος, καὶ ὅσα μαλθάσσειν δεῖ, οἷον ἄλητον ἑφθόν.
また、いくらか収斂作用を持つもの、たとえばキヅタの葉には白ワインを、そして、より渋いものやより脆いもの、たとえばゴジアオイやキイチゴ、なめし革用ウルシ、セージ、また、柔らかくする必要があるもの、たとえば茹でた大麦粉などもこれに準ずる。
§66. Τὸ ψυχρὸν ὠφελέει τὰ ἐρυθρὰ, οἷα ἄλλῃ καὶ ἄλλῃ ἐκθύει ὑποπλάτη, οἷα οἱ τοὺς σπλῆνας ὀγκηροὺς [ἔχοντες] ἀνίσχουσιν, εὐσάρκοισί τε καὶ ἁπαλοσάρκοισιν, ὑπέρυθρα δὲ μέλασι, καὶ οἷαι στρογγύλαι ἐοῦσαι, αἰθόλικας λέγουσι, καὶ ἐν αὐτῇσι τῇσι θερμολουσίῃσιν ἀνίσταται γενόμενα, καὶ γυναιξὶν ἐκ γυναικείων ἀναδρομῆς ὑπὸ χρῶτα, καὶ ὑπὸ ἐρεθισμοῦ δέρματος, ἢ ἱματίων τρηχείων ἀήθει φορήσει, καὶ ἐξ ἱδρώτων ἐξόδου, ἢ ἐκ ψύχεος ἐξαίφνης πρὸς πῦρ ἐλθόντι ἢ λουτρὰ θερμὰ, ταῦτα ἢν ὕστερον ποιήσῃ, ἔτι οὐδαμῶς ἐκθύει.
6. 冷たいものは、あちこちに平たく噴き出す赤みを帯びた発疹、例えば脾臓が腫れている者たちに現れるようなものに益を与える。 これは肉付きの良い者や肉の柔らかい者に現れ、色黒の人々においては赤みがかったものとなり、また丸い形状のもので、人々が熱疹と呼ぶもの、これは温熱浴の最中に生じて現れるものである。 また女性において、月経が皮膚の下に逆流することによって生じるもの、皮膚の刺激、あるいは慣れていない粗い衣服を着用することによって生じるもの、そして汗の流出、あるいは冷えから突然火のそばに行ったり温浴をしたりすることによって生じるものに対しても同様である。 もし後にこれらを行えば、もはや決して噴き出すことはない。
Ἐπεὶ ὁκόσα γε ἐκ ψύχεος γίνεται, ἢ ὁκόσα τρηχύνεται κεγχρώδεα, εἶτ’ ἐφελκοῦται, τὸ μὲν ψυχρὸν βλάπτει, τὸ δὲ θερμὸν ὠφελέει.
というのも、冷えから生じるもの、あるいは粟粒状に荒れて、その後にかさぶたになるようなものに対しては、冷たいものは害を与え、温かいものが益を与えるからである。
Ἃ δὲ ἄμφω ὠφελέει, τὰ ἐν ἄρθροισιν οἰδήματα, καὶ ἄνευ ἕλκεος ποδαγρικὰ, καὶ σπάσματα πλεῖστα, τοῦτο ψυχρὸν πολλὸν καταχεόμενον ῥηΐζει, ἰσχναίνει καὶ ὀδύνην ναρκοῖ, νάρκη δὲ μετρίη ὀδύνης ληκτικόν·
両方が益を与えるものは、関節の腫れ、傷口のない痛風、および大部分の痙攣であり、これに対しては、大量の冷水を注ぐことが和らげ、収縮させ、痛みを麻痺させる。 適度な麻痺は痛みを終息させるものである。
καὶ τὸ θερμὸν ἰσχναίνει καὶ μαλθάσσει.
そして温かいものもまた、収縮させ、柔らかくする。
Τοῖσι δὲ ποδαγρικοῖσι, παρέσεσι, τετάνοισι, σπασμοῖσι, τὰ τοιαῦτα·
痛風、麻痺、破傷風、痙攣には、これらが適している。
συντάσιες, τρόμοι, παραπληγίαι, τὰ τοιαῦτα·
硬直、震え、半身不随には、これらが適している。
χαλάσιες, νάρκαι, ἀναυδίαι, τὰ τοιαῦτα·
弛緩、麻痺、失語には、これらが適している。
κάτωθεν ἀπολήμψιες, φυλάσσεσθαι δὲ ἐν τῇ ψυχρᾷ χρήσει, ψυχροῖσι χρεόμενος μᾶλλον ἢ τἀναντία.
下方への滞留に対して、冷たいものの使用においては注意せねばならず、反対のものよりも冷たいものをより多く用いるべきである。
Τὰ δὲ ἐς τὰ ἄρθρα ἐσκληρυσμένα ἢ ὑπὸ φλεγμονῆς ποτε γενομένης ἢ ἀγκύλης, προυργιαίτατα, ἐς ἀσκίον θερμὰ ἐγχέοντας, τὴν χεῖρα ἐναποδῆσαι.
炎症や関節拘縮によってかつて生じた、関節の硬化した部位に対しては、温かいものを革袋に注ぎ入れ、その中に手を縛りつけておくことが最も有益である。
Καὶ ὄμματα, δακρύου παρηγορικὸν καταλείφοντα, πρὸς τὰ δριμέα λίπος προσηνὲς, ὥστε μὴ ἅπτεσθαι τὸ ἁλμῶδες, καὶ τοῖσι βοθρίοισι διάνιψις καὶ πλήρωσις ἐς φύσιν ἄγουσα.
また、眼に対しては、涙を和らげるものを塗り、刺激の強いものに対しては穏やかな脂肪を塗って、塩分が触れないようにする。 そして、眼の潰瘍に対しては、洗浄と組織の充填が自然な状態へと導く。
Ὀφθαλμοῖσι θερμὸν ὀδύνῃσιν, ἐμπυήσεσι, δακρύων δακνωδέων, ξηροῖσιν ἅπασιν.
眼に対して、温かいものは、痛み、化膿、ヒリヒリする涙、あらゆる乾燥状態に適している。
Τὸ ψυχρὸν, ἀνωδύνοισιν, ἐξερύθροισι·
冷たいものは、痛みのない、ひどく赤い眼に適している。
τοῖσι δὲ εἰθισμένοισι συστροφὰς κατὰ φλέβας ποιέον, οἷα χοιραδώδεα, κατὰ θώρηκα, καὶ ἄλλα σκληρά·
しかし、それに慣れている者たちに対して、血管に沿って凝固を引き起こし、胸部の腺病のようなものや、他の硬いしこりを生じさせる。
ἀρχῷ δὲ καὶ ὑστέρῃσιν οὐ πάνυ ἐνδέχεται, αἷμα ἐν ψύχει οὐρέουσιν.
直腸や子宮に対しては、冷たいものは全く受け入れられない。 寒冷の中では血尿を出すからである。
Ἕλκεσι τὸ μὲν ψυχρὸν δακνῶδες, δέρμα περισκληρύνει, ὀδυνώδεα ἀνεκπύητα ποιέει, πελιαίνει, μελαίνει, ῥίγεα πυρετώδεα, σπασμοὺς, τετάνους.
傷口に対して、冷たいものは刺激を与え、皮膚をひどく硬化させ、傷を痛ませて化膿しないようにし、青黒くし、黒ずませ、熱性悪寒、痙攣、破傷風を引き起こす。
Ἔστι δὲ ὅκου ἐπὶ τετάνῳ ἄνευ ἕλκεος νέῳ εὐσάρκῳ, θέρεος μέσου, ψυχροῦ πολλοῦ κατάχυσις θέρμης ἐπανάκλησιν ποιέει·
しかし、傷のない破傷風にかかった、肉付きの良い若い者に対して、夏の真っ盛りに、大量の冷水を浴びせることが温熱の回復を呼び起こす場合がある。
θέρμη δὲ ταῦτα ῥύεται, τὰ δὲ ἐν κεφαλῇ καὶ καρηβαρίας.
温熱はこれらの症状を救い、頭部の症状や頭重感をも救う。
Τὸ θερμὸν ἐκπυητικὸν, οὐκ ἐπὶ παντὶ ἕλκει, μέγιστον σημεῖον ἐς ἀσφάλειαν, δέρμα μαλθάσσει, ἰσχναίνει, ἀνώδυνον, ῥιγέων, σπασμῶν, τετάνων παρηγορικόν·
温かいものは化膿を促すが、すべての傷に対してそうであるわけではない。 これは安全のための最大の指標であり、皮膚を柔らかくし、収縮させ、痛みをなくし、悪寒、痙攣、破傷風を和らげる。
τὸ δ’ ἐν κεφαλῇ, καὶ καρηβαρίαν λύει·
また頭部においては、温かいものは頭重感をも解消する。
πλεῖστον δὲ διαφέρει ὀστέων κατήγμασι, μᾶλλον δὲ τοῖσιν ἐψιλωμένοισι, τούτων δὲ μάλιστα τῶν ἐν κεφαλῇ τρώμασιν ἑκουσίοισι καὶ ἀκουσίοισι, καὶ ὅσα ὑπὸ ψύχεος ἢ θνήσκει ἢ ἑλκοῦται, ἔτι ἑλκώμασιν ἑκουσίοισί τε καὶ ἀκουσίοισιν, ἀπούρμασιν, ἕρπησιν ἐσθιομένοισι, μελαινομένοισιν ἐν νούσοισιν, ἀκοῇ, ἕδρῃ, ὑστέρῃ, τούτοισι πᾶσι τὸ θερμὸν φίλιον καὶ κρῖνον, τὸ δὲ ψυχρὸν πολέμιον καὶ κτεῖνον, πλὴν ὁκόσα αἱμοῤῥα· γέειν ἐλπίς.
そして、骨折、とりわけ露出した骨の骨折に対して最も有効であり、これらの中でも、意図的なおよび不意の頭部外傷に最も有効であり、また、寒さによって壊死するか傷口となるもの、さらに意図的なおよび不意の潰瘍、擦り傷、蝕食性ヘルペス、病気において黒色化するもの、聴覚、肛門、子宮。 これらすべてに対して、温かいものは友であり回復を決定づけるものであるが、冷たいものは敵であり死をもたらすものである。 ただし、出血が予想される場合は除く。
§77. Οὕτω κατάχυσις ὑγρῶν, ἐπίχρισις ἀλειπτῶν, ἐπίθεσις φύλλων ἢ ὀθονίων, κατάπλασις, ὁκόσα ἢ ψύξις ἢ θέρμη ὠφελέει ἢ βλάπτει.
7. このように、液体の注ぎかけ、軟膏の塗布、葉や布の貼布、湿布など、冷却または温熱が益を与えるか害を与えるかするあらゆる治療法においてそうである。