Humanitext Reader

希波克拉底 · 论人的本性 §1-2

批判人体单一实体论与要素的多重性

第 1 段,共 8 段 · 希腊语

内容简介

作者批评了将人的本性归结为单一元素(如空气或火)的哲学家以及归结为单一体液(如血液或胆汁)的医生,指出如果人是单一物质就不会感到痛苦,而多重身体成分的失衡才是导致多样疾病的原因。

§1## ΠΕΡΙ ΦΥΣΙΟΣ ΑΝΘΡΩΠΟΥ. 1. Ὅστις μὲν εἴωθεν ἀκούειν λεγόντων ἀμφὶ τῆς φύσιος τῆς ἀνθρωπίνης προσωτέρω ἢ ὁκόσον αὐτέης ἐς ἰητρικὴν ἐφήκει, τουτέῳ· μὲν οὐκ ἐπιτήδειος ὅδε ὁ λόγος ἀκούειν·
## 论人的本性 1. 凡是习惯于听人谈论人的本性、且其范围超出医学所及之人,都不适合听取本篇论说。
οὔτε γὰρ τὸ πάμπαν ἠέρα λέγω τὸν ἄνθρωπον εἶναι, οὔτε πῦρ, οὔτε ὕδωρ, οὔτε γῆν, οὔτ’ ἄλλο οὐδὲν, ὅ τι μὴ φανερόν ἐστιν ἐνεὸν ἐν τῷ ἀνθρώπῳ· ἀλλὰ τοῖσι βουλομένοισι ταῦτα λέγειν παρίημι.
因为我并不认为人完全是空气,也不是火,不是水,不是土,也不是任何其他没有明显存在于人体内的东西;相反,我把这些话留给那些愿意说的人。
Δοκέουσι μέντοι μοι οὐκ ὀρθῶς γινώσκειν οἱ τὰ τοιαῦτα λέγοντες· γνώμῃ μὲν γὰρ τῇ αὐτέῃ πάντες χρέονται, λέγουσι δὲ οὐ ταὐτά· ἀλλὰ τῆς μὲν γνώμης τὸν ἐπίλογον τὸν αὐτὸν ποιέονται.
然而,在我看来,说这些话的人并没有正确的认识;因为他们虽然都使用相同的想法,说的却不一样,但他们使自己想法的结论归于一致。
Φασί τε γὰρ ἕν τι εἶναι, ὅ τί ἐστι, καὶ τοῦτ’ εἶναι τὸ ἕν τε καὶ τὸ πᾶν, κατὰ δὲ τὰ οὐνόματα οὐχ ὁμολογέουσιν·
他们说,存在的是某种单一的东西,而这就是“一且全”,但他们在名称上并不一致。
λέγει δ’ αὐτέων ὁ μέν τις φάσκων ἠέρα εἶναι τοῦτο τὸ ἕν τε καὶ τὸ πᾶν, ὁ δὲ πῦρ, ὁ δὲ ὕδωρ, ὁ δὲ γῆν, καὶ ἐπιλέγει ἕκαστος τῷ ἑωυτοῦ λόγῳ μαρτύριά τε καὶ τεκμήρια, ἅ γέ ἐστιν οὐδέν.
他们中有人声称这“一且全”是空气,有人说是火,有人说是水,有人说是土,每个人都为自己的论点加上了毫无意义的证据和根据。
Ὅτε γὰρ τῇ μὲν αὐτέῃ γνώμῃ πάντες χρέονται, λέγουσι δ’ οὐ τὰ αὐτὰ, δῆλον ὅτι οὐδὲ γινώσκουσιν αὐτά.
因为当他们都使用相同的想法却说出不同的话时,显而易见他们甚至并不理解这些事物。
Γνοίη δ’ ἄν τις τόδε μάλιστα παραγενόμενος αὐτέοισιν ἀντιλέγουσιν·
如果有人在他们互相争辩时在场,最能明白这一点。
πρὸς γὰρ ἀλλήλους ἀντιλέγοντες οἱ αὐτοὶ ἄνδρες τῶν αὐτέων ἐναντίον ἀκροατέων οὐδέποτε τρὶς ἐφεξῆς ὁ αὐτὸς περιγίνεται ἐν τῷ λόγῳ, ἀλλὰ ποτὲ μὲν οὗτος ἐπικρατέει, ποτὲ δὲ οὗτος, ποτὲ δὲ ᾧ ἂν τύχῃ μάλιστα ἡ γλῶσσα ἐπιῤῥυεῖσα πρὸς τὸν ὄχλον.
因为当同样的人在同样的听众面前互相反驳时,同一个人在辩论中绝不会连续三次获胜,而是有时这个人占上风,有时那个人占上风,有时则是看谁的舌头碰巧在群众面前最流利。
Καίτοι δίκαιόν ἐστι τὸν φάντα ὀρθῶς γινώσκειν ἀμφὶ τῶν πρηγμάτων παρέχειν αἰεὶ ἐπικρατέοντα τὸν λόγον τὸν ἑωυτοῦ, εἴπερ ἐόντα γινώσκει καὶ ὀρθῶς ἀποφαίνεται.
然而,声称对事物有正确认识的人,如果他确实认识存在的事物并做出了正确的表明,那么理应使自己的论点始终占据上风。
Ἀλλ’ ἐμοί γε δοκέουσιν οἱ τοιοῦτοι ἄνθρωποι αὐτοὶ ἑωυτοὺς καταβάλλειν ἐν τοῖσιν ὀνόμασι τῶν λόγων αὐτέων ὑπὸ ἀσυνεσίης, τὸν δὲ Μελίσσου λόγον ὀρθοῦν.
但在我看来,这些人由于缺乏理解力,在他们自己论辩的词句中打倒了自己,反而证实了梅里索斯的论点。
§22. Περὶ μὲν οὖν τουτέων ἀρκέει μοι τὰ εἰρημένα.
2. 关于这些事情,上述所言对我来说已经足够了。
Τῶν δὲ ἰητρῶν οἱ μέν τινες λέγουσιν, ὡς ὥνθρωπος αἷμα μοῦνόν ἐστιν, οἱ δ’ αὐτέων χολήν φασιν εἶναι τὸν ἄνθρωπον, ἔνιοι δέ τινες φλέγμα· ἐπίλογον δὲ ποιεῦνται καὶ οὗτοι πάντες τὸν αὐτόν·
但在医生中,有人说人只是血液,有人说人是胆汁,还有人说是粘液;而这些人也都做出了相同的结论。
ἓν γάρ τι εἶναί φασιν, ὅ τι ἕκαστος αὐτέων βούλεται ὀνομάσας, καὶ τοῦτο ἓν ἐὸν μεταλλάσσειν τὴν ἰδέην καὶ τὴν δύναμιν, ἀναγκαζόμενον ὑπό τε τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ, καὶ γίνεσθαι καὶ γλυκὺ καὶ πικρὸν καὶ λευκὸν καὶ μέλαν καὶ παντοῖόν τι ἄλλο.
因为他们说,存在着某种单一的东西,无论他们每个人想给它起什么名字,而这单一的东西在受热和受冷的强迫下,会改变其形态和功能,变得甘甜、苦涩、洁白、漆黑以及其他各种样子。
Ἐμοὶ δὲ οὐδὲ ταῦτα δοκέει ὧδε ἔχειν·
但在我看来,这些事情也并非如此。
οἱ μὲν οὖν πλεῖστοι τοιαῦτά τινα καὶ ἔτι ἐγγύτατα τουτέων ἀποφαίνονται.
因此,大多数人表明了诸如此类或与此极相近的观点。
Ἐγὼ δέ φημι, εἰ ἓν ἦν ὁ ἄνθρωπος, οὐδέποτ’ ἂν ἤλγεεν· οὐδὲ γὰρ ἂν ἦν ὑφ’ ὅτου ἀλγήσειεν ἓν ἐών· εἰ δ’ οὖν καὶ ἀλγήσειεν, ἀνάγκη καὶ τὸ ἰώμενον ἓν εἶναι· νυνὶ δὲ πολλά·
但我认为,如果人是单一的,就绝不会感到痛苦;因为既然是单一的,就不会有任何东西能让他感到痛苦;而且即使他感到痛苦,治疗的方法也必须是单一的。
πολλὰ γάρ ἐστιν ἐν τῷ σώματι ἐνεόντα, ἃ, ὁκόταν ὑπ’ ἀλλήλων παρὰ φύσιν θερμαίνηταί τε καὶ ψύχηται, καὶ ξηραίνηταί τε καὶ ὑγραίνηται, νούσους τίκτει· ὥστε πολλαὶ μὲν ἰδέαι τῶν νουσημάτων, πολλὴ δὲ καὶ ἡ ἴησις αὐτέων ἐστίν.
但事实上有许多治疗方法;因为身体里存在着许多东西,当它们违反自然地互相加热、冷却、干燥和湿润时,就会产生疾病;因此疾病的形态有很多,它们的治疗方法也很多。
Ἀξιῶ δὲ ἔγωγε τὸν φάσκοντα αἷμα εἶναι μοῦνον τὸν ἄνθρωπον, καὶ ἄλλο μηδὲν, δεικνύναι αὐτὸν μὴ μεταλλάσσοντα τὴν ἰδέην μηδὲ γίνεσθαι παντοῖον, ἀλλ’ ἢ ὥρην τινὰ τοῦ ἐνιαυτοῦ ἢ τῆς ἡλικίης τῆς τοῦ ἀνθρώπου, ἐν ᾗ αἷμα ἐνεὸν φαίνεται μοῦνον ἐν τῷ ἀνθρώπῳ· εἰκὸς γὰρ εἶναι μίαν γέ τινα ὥρην, ἐν ᾗ φαίνεται αὐτὸ ἐφ’ ἑωυτοῦ ἐνεόν·
我要求那个声称人只是血液而无其他东西的人,证明它不改变形态,也不变成各种各样的东西,除非是在一年中的某个特定季节,或者人生的某个特定时期,在那个时候血液在人体中显得是唯一存在的;因为理所当然至少有一个季节,它显得是独自存在的。
τὰ αὐτὰ δὲ λέγω καὶ περὶ τοῦ φάσκοντος φλέγμα μοῦνον εἶναι τὸν ἄνθρωπον, καὶ περὶ τοῦ χολὴν φάσκοντος εἶναι.
对于声称人只是粘液的人,以及声称是胆汁的人,我也说同样的话。
Ἐγὼ μὲν γὰρ ἀποδείξω, ἃ ἂν φήσω τὸν ἄνθρωπον εἶναι, καὶ κατὰ τὸν νόμον καὶ κατὰ τὴν φύσιν, ἀεὶ τὰ αὐτὰ ἐόντα ὁμοίως, καὶ νέου ἐόντος καὶ γέροντος, καὶ τῆς ὥρης ψυχρῆς ἐούσης καὶ θερμῆς, καὶ τεκμήρια παρέξω, καὶ ἀνάγκας ἀποφανῶ, δι’ ἃς ἕκαστον αὔξεταί τε καὶ φθίνει ἐν τῷ σώματι.
因为我将证明,我所声称构成人的那些东西,无论根据习俗还是根据自然,都始终是同样的,无论人是年轻还是年老,也无论季节是寒冷还是炎热,我将提供证据,并阐明由于这些必然性,每种成分在体内增加或减少。

词汇与语法注释

  1. 1Ὅστις μὲν εἴωθεν ἀκούειν λεγόντων ἀμφὶ τῆς φύσιος τῆς ἀνθρωπίνης προσωτέρω ἢ ὁκόσον αὐτέης ἐς ἰητρικὴν ἐφήκει — 由关系代名词 ὅστις 引导的从句。现在分词属格复数 λεγόντων 作为不定式 ἀκούειν 的直接宾语,表示“听见某人谈论”。比较副词短语 προσωτέρω ἢ 意为“比……更远”,关系代名词 ὁκόσον 与部分属格 αὐτέης(指代 φύσιος)相结合,表示“医学所及的范围(以外的部分)”。
  2. 1τὸν δὲ Μελίσσου λόγον ὀρθοῦν — 这是一个依赖于主动词 δοκέουσιν 的带对格的不定式结构。不定式 ὀρθοῦν 意为“扶正、证明为正确”。萨摩斯的梅里索斯是爱利亚学派哲学家,主张存在绝对的单一与不变。作者在此讽刺地指出,那些主张单一元素(如气、火等)的学者因互相矛盾而自相残杀,反而间接地(在不经意间)支持了梅里索斯关于“一”的绝对一元论学说。
  3. 2εἰ ἓν ἦν ὁ ἄνθρωπος, οὐδέποτ’ ἂν ἤλγεεν· — 表示与事实相反的虚拟条件句(此处为与现在事实相反)。条件从句(protasis)使用 εἰ +直陈式未完成过去时(ἦν),主句(apodosis)使用直陈式未完成过去时+ ἄν(ἂν ἤλγεεν)。展示了如下逻辑:“如果人是单一的,就绝不会感到痛苦(但实际上人并非单一,且确实会感到痛苦)”。
  4. 2ἀλλ’ ἢ ὥρην τινὰ τοῦ ἐνιαυτοῦ ἢ τῆς ἡλικίης τῆς τοῦ ἀνθρώπου — 习惯用语 ἀλλ' ἤ 意为“除了……之外(except)”。承接前文的否定性要求(μὴ μεταλλάσσοντα... “要求其证明它不改变形态……”),在此作出了例外规定:“除非是在一年中的某个特定季节,或者人生的某个特定时期,证明在那时只有血液显现在人体内”。

引用这一段

希波克拉底, 论人的本性 §1-2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg019.humanitext-grc1:1-2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。