Humanitext Reader

希波克拉底 · 论医术 §5-6

无医而愈对医学实在性的证明与偶然后果论

第 2 段,共 6 段 · 希腊语

内容简介

作者论证指出,那些没有请医生而痊愈的人,实际上也是通过采用了属于医学的合适饮食起居疗法而治愈的,这证明了医学的实在性。他强调一切事物的发生皆有原因,因此“偶然”只是一个没有实体的名字,而医学则具有确凿的实在性。

§55. Ἐρεῖ δὴ ἐνταῦθα ὁ τἀναντία λέγων, ὅτι πολλοὶ ἤδη καὶ οὐ χρησάμενοι ἰητρῷ νοσέοντες ὑγιάσθησαν, καὶ ἐγὼ τῷ λόγῳ οὐκ ἀπιστέω·
5. 此时,反对者会说,已经有许多人在没有请医生的情况下也从病痛中痊愈了,我自己也并不怀疑这种说法。
δοκέει δέ μοι οἷόν τε εἶναι καὶ ἰητρῷ μὴ χρωμένους ἰητρικῇ περιτυχεῖν, οὐ μὴν ὥστε εἰδέναι ὅ τι ὀρθὸν ἐν αὐτῇ ἐνείη, καὶ ὅ τι μὴ ὀρθὸν, ἄλλ’ ὥστ’ ἂν ἐπιτύχοιεν τοιαῦτα θεραπεύσαντες ἑωυτοὺς, ὁποῖά περ ἂν ἐθεραπεύθησαν, εἰ καὶ ἰητροῖσιν ἐχρῶντο.
但在我看来,即使不请医生,也有可能碰巧遇到医术,当然,这并不是说他们能知道其中什么是正确的、什么是错误的,而是说他们碰巧能这样治疗自己,就像他们请了医生时会被治疗的那样。
Καὶ τοῦτό γε τεκμήριον μέγα τῇ οὐσίῃ τῆς τέχνης, ὅτι ἐοῦσά τέ ἐστι καὶ μεγάλη, ὅπου γε φαίνονται καὶ οἱ μὴ νομίζοντες αὐτὴν εἶναι, σωζόμενοι δι’ αὐτήν·
而这正是该技术之实在的巨大证明,证明它不仅存在而且伟大,因为连那些认为它不存在的人,显然也是通过它而得救的。
πολλὴ γὰρ ἀνάγκη καὶ τοὺς μὴ χρωμένους ἰητροῖσι, νοσήσαντας δὲ καὶ ὑγιασθέντας εἰδέναι, ὅτι ἢ δρῶντές τι ἢ μὴ δρῶντες ὑγιάσθησαν·
因为,那些不请医生但生病并痊愈的人,必然知道自己是由于做了某事或没做某事而痊愈的。
ἢ γὰρ ἀσιτίῃ, ἢ πολυφαγίῃ, ἢ ποτῷ πλείονι, ἢ δίψῃ, ἢ λουτροῖσιν, ἢ ἀλουσίῃ, ἢ πόνοισιν, ἢ ἡσυχίῃ, ἢ ὕπνοισιν, ἢ ἀγρυπνίῃ, ἢ τῇ ἁπάντων τούτων ταραχῇ χρώμενοι, ὑγιάνθησαν·
因为他们痊愈,是通过采用禁食、或多食、或多饮、或忍渴、或沐浴、或不浴、或劳作、或静息、或睡眠、或不眠,或者是这些所有做法的混合。
καὶ τῷ ὠφελῆσθαι πολλὴ ἀνάγκη αὐτούς ἐστιν ἐγνωκέναι, ὅ τι ἦν τὸ ὠφελῆσαν, καὶ, ὅτε ἐβλάβησαν, τῷ βλαβῆναι, ὅ τι ἦν τι τὸ βλάψαν.
并且,他们必然因受益而认识到是什么使他们受益,在受害时因受害而认识到是什么伤害了他们。
Τὰ γὰρ τῷ ὠφελῆσθαι καὶ τὰ τῷ βεβλάφθαι ὡρισμένα οὐ πᾶς ἱκανὸς γνῶναι·
因为并不是每个人都能辨识由受益或受害所界定的事物。
εἰ τοίνυν ἐπιστήσεται ἢ ἐπαινέειν ἢ ψέγειν ὁ νοσήσας τῶν διαιτημάτων τι οἷσιν ὑγιάσθη, πάντα ταῦτα τῆς ἰητρικῆς ὄντα εὑρήσει·
那么,如果痊愈的病人懂得赞美或指责使他痊愈的那些饮食起居方法中的某一种,他就会发现所有这些都属于医学。
καί ἐστιν οὐδὲν ἧσσον τὰ ἁμαρτηθέντα τῶν ὠφελησάντων μαρτύρια τῇ τέχνῃ ἐς τὸ εἶναι·
而且,所犯的错误与所获得的益处一样,都是这门技术存在的证据。
τὰ μὲν γὰρ ὠφελήσαντα τῷ ὀρθῶς προσενεχθῆναι ὠφέλησαν· τὰ δὲ βλάψαντα τῷ μηκέτι ὀρθῶς προσενεχθῆναι ἔβλαψαν.
因为起益处作用的事物因使用得当而起益处,而起伤害作用的事物则因使用不当而起伤害。
Καί τοι ὅπου τό τε ὀρθὸν καὶ τὸ μὴ ὀρθὸν ὅρον ἔχει ἑκάτερον, πῶς τοῦτο οὐκ ἂν τέχνη εἴη;
既然正确和不正确各有其界限,这怎么可能不是一门技术呢?
τοῦτο γὰρ ἔγωγέ φημι ἀτεχνίην εἶναι, ὅπου μήτε ὀρθὸν ἔνι μηδὲν, μήτε οὐκ ὀρθόν·
因为我所说的“无技术”,是指既没有正确之物、也没有不正确之物的地方。
ὅπου δὲ τούτων ἔνεστιν ἑκάτερον, οὐκ ἔτ’ ἂν τοῦτο ἔργον ἀτεχνίης εἴη.
但在两者的每一个都存在的地方,这便不再是“无技术”的产物了。
§66. Ἔτι τοίνυν εἰ μὲν ὑπὸ φαρμάκων τῶν τε καθαιρόντων καὶ τῶν ἱστάντων ἡ ἴησις τῇ τε ἰητρικῇ καὶ τοῖσιν ἰητροῖσι μοῦνον ἐγίνετο, ἀσθενὴς ἦν ἂν ὁ ἐμὸς λόγος·
6. 再者,如果治疗仅仅是通过排泄和止泻的药物,且仅由医术和医生来完成,那么我的论点就会显得薄弱。
νῦν δὲ δὴ φαίνονται τῶν ἰητρῶν οἱ μάλιστα ἐπαινεόμενοι καὶ διαιτήμασιν ἰώμενοι καὶ ἄλλοισί γε εἴδεσιν, ἃ οὐκ ἄν τις φαίη, μὴ ὅτι ἰητρὸς, ἀλλ’ οὐδὲ ἰδιώτης ἀνεπιστήμων ἀκούσας, μὴ οὐ τῆς τέχνης εἶναι.
但事实上,最受赞誉的医生们显然也在通过饮食起居疗法及其他方式进行治疗,对于这些方式,任何人——且不说医生,即使是无知的门外汉——一听之下,也不会否认它们是属于这门技术的。
Ὅπου οὖν οὐδὲν οὔτε ἐν τοῖς ἀγαθοῖσι τῶν ἰητρῶν οὔτε ἐν τῇ ἰητρικῇ αὐτῇ ἀχρεῖόν ἐστιν, ἀλλ’ ἐν τοῖσι πλείστοισι τῶν τε φυομένων καὶ τῶν ποιευμένων ἔνεστι τὰ εἴδεα τῶν θεραπειῶν καὶ τῶν φαρμάκων, οὐκ ἔστιν ἔτι οὐδενὶ τῶν ἄνευ ἰητροῦ ὑγιαζομένων τὸ αὐτόματον αἰτιήσασθαι ὀρθῷ λόγῳ·
既然在优秀的医生中和在医学本身中都没有任何无用之物,反而治疗和药物的形式存在于大多数天然生长和人工制造的事物中,那么,在没有医生的情况下痊愈的人,就再也不能用正确的理路将痊愈归因于“偶然”了。
τὸ μὲν γὰρ αὐτόματον οὐδὲν φαίνεται ἐὸν ἐλεγχόμενον· πᾶν γὰρ τὸ γινόμενον διά τι εὑρίσκοιτ’ ἂν γινόμενον, καὶ ἐν τῷ διά τι τὸ αὐτόματον οὐ φαίνεται οὐσίην ἔχον οὐδεμίην, ἀλλ’ ἢ οὔνομα μοῦνον·
因为“偶然”一经审视,显然并不存在;因为一切发生的事情,都可以被发现是因某物而发生的,而在“因某物发生”之中,“偶然”显然没有任何实体,而仅仅是一个名字。
ἡ δὲ ἰητρικὴ καὶ ἐν τοῖσι διά τι καὶ ἐν τοῖσι προνοουμένοισι φαίνεταί τε καὶ φανεῖται αἰεὶ οὐσίην ἔχουσα.
但医学无论是在“因某物发生”中,还是在“预先考虑”中,都显然具有,且将永远具有其实体。

词汇与语法注释

  1. §5ὥστ’ ἂν ἐπιτύχοιεν — 在由结果连词 ὥστε 引导的从句中,使用了潜在祈愿语气(ἂν + 祈愿语气),表示在没有医生指导下进行自我治疗时,“碰巧成功(契合)的可能性”作为一种逻辑结果。
  2. §5εἰ καὶ ἰητροῖσιν ἐχρῶτο — 由 εἰ + 直陈式过去(未完成过去)引导的反事实条件句。动词 ἐχρῶτο 为第三人称单数(爱奥尼亚方言收缩形),在文意上推定以泛指的个别患者为临时主语。尽管有些学者将其视为复数 ἐχρῶντο 的讹误,但此处仍保留单数形式,理解为“即使(该患者)曾请了医生”。
  3. §5τὰ γὰρ τῷ ὠφελῆσθαι καὶ τὰ τῷ βεβλάφθαι ὡρισμένα — 带冠词不定式的与格 τῷ ὠφελῆσθαι(因受益)和 τῷ βεβλάφθαι(因受害)表示手段或原因,修饰作名词性使用的完成时被动分词中性复数形式 ὡρισμένα(被界定的事物)。
  4. §6μὴ οὐ τῆς τέχνης εἶναι — 在带有否定动词的句子(οὐκ ἄν... φαίη,“没有人会说”)和让步表达 μὴ ὅ提(“且不说……”)之后,不定式前使用双重否定 μὴ οὐ,从而形成强烈的肯定语气(“不能说它们不属于该技术”,即“它们绝对属于该技术”)。

引用这一段

希波克拉底, 论医术 §5-6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg018.humanitext-grc1:5-6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。