§1## ΠΕΡΙ ΤΕΧΝΗS.
1. Εἰσί τινες οἳ τέχνην πεποίηνται τὸ τὰς τέχνας αἰσχροεπεῖν, ὡς μὲν οἴονται οἱ τοῦτο διαπρησσόμενοι, οὐχ ὃ ἐγὼ λέγω, ἀλλ’ ἱστορίης οἰκείης ἐπίδειξιν ποιεύμενοι.
论医术 1. 有些人把诽谤各种技术作为自己的职业(技术),正如这些践行者所认为的那样,并不是出于我所说的目的,而是为了炫耀自己的学识。
Ἐμοὶ δὲ τὸ μέν τι τῶν μὴ εὑρημένων ἐξευρίσκειν, ὅ τι καὶ εὑρεθὲν κρέσσον ᾖ ἢ ἀνεξεύρετον, ξυνέσιος δοκέει ἐπιθύμημά τε καὶ ἔργον εἶναι, καὶ τὸ τὰ ἡμίεργα ἐς τέλος ἐξεργάζεσθαι ὡσαύτως·
在我看来,发现尚未被发现的事物(只要发现它比不发现更好),既是智性的渴望也是它的工作,同样,将半完成的工作推向完成也是如此。
τὸ δὲ λόγων οὐ καλῶν τέχνῃ τὰ τοῖς ἄλλοις εὑρημένα αἰσχύνειν προθυμέεσθαι, ἐπανορθοῦντα μὲν μηδὲν, διαβάλλοντα δὲ τὰ τῶν εἰδότων πρὸς τοὺς μὴ εἰδότας ἐξευρήματα, οὐκέτι δοκέει ξυνέσιος ἐπιθύμημά τε καὶ ἔργον εἶναι, ἀλλὰ κακαγγελίη μᾶλλον φύσιος ἢ ἀτεχνίη·
但是,热衷于用粗鄙言辞的技巧去贬低别人的发现,既不予以纠正,又向无知者诋毁那些知情者的发现,这便不再是智性的渴望和工作,而更像是本性的恶劣流露,或是无能的表现。
μούνοισι γὰρ τοῖσιν ἀτέχνοισιν ἡ ἐργασίη αὕτη ἁρμόζει, φιλοτιμεομένων μὲν, οὐδαμᾶ δὲ δυναμένων κακίῃ ὑπουργέειν εἰς τὸ τὰ τῶν πέλας ἔργα ἢ ὀρθὰ ἐόντα διαβάλλειν, ἢ οὐκ ὀρθὰ μωμέεσθαι.
因为这种勾当只适合那些毫无技术的人,他们虽然虚荣,却完全没有能力,只能靠诽谤邻人正确的作品或指责其不正确的作品来宣泄恶念。
Τοὺς μὲν οὖν ἐς τὰς ἄλλας τέχνας τούτῳ τῷ τρόπῳ ἐμπίπτοντας, οἷσι μέλει τε, καὶ ὧν μέλει, οἱ δυνάμενοι κωλυόντων· ὁ δὲ παρεὼν λόγος τοῖσιν ἐς ἰητρικὴν οὕτως ἐμπορευομένοις ἐναντιώσεται, θρασυνόμενος μὲν διὰ τούτους οὓς ψέγει, εὐπορέων δὲ διὰ τὴν τέχνην ᾗ βοηθεῖ, δυνάμενος δὲ διὰ σοφίην ᾗ πεπαίδευται.
因此,对于用这种方式攻击其他技术的人,就让那些关心此事且有能力的人去阻止他们吧;而本篇演说则要反对那些对医学进行此类攻击的人,本篇因其所谴责的人而显得大胆,因其所援助的技术而显得论据丰富,因其所受教育的智慧而显得强而有力。
§22. Δοκέει δή μοι τὸ μὲν σύμπαν τέχνη εἶναι εἶναι οὐδεμία οὐκ ἐοῦσα·
2. 在我看来,总而言之,根本不存在“不存在的技术”;因为认为存在的事物中有某物不存在是荒谬的。
καὶ γὰρ ἄλογον τῶν ἐόντων τι ἡγεῖσθαι μὴ ἐόν· ἐπεὶ τῶν γε μὴ ἐόντων τίνα ἂν τίς οὐσίην θεησάμενος ἀπαγγείλειεν ὡς ἔστιν;
事实上,对于不存在的事物,谁能看见并报告它的什么实体是存在的呢?
εἰ γὰρ δὴ ἔστι γ’ ἰδεῖν τὰ μὴ ἐόντα, ὥσπερ τὰ ἐόντα, οὐκ οἶδ’ ὅπως ἄν τις αὐτὰ νομίσειε μὴ ἐόντα, ἅ γε εἴη καὶ ὀφθαλμοῖσιν ἰδεῖν καὶ γνώμῃ νοῆσαι ὥς ἐστιν·
因为如果确实能像看见存在的事物那样看见不存在的事物,我不知道人们怎么会认为它们是不存在的,既然它们既可以用眼睛看见,又可以用心智理解其存在。
ἀλλ’ ὅπως μὴ οὐκ ᾖ τοῦτο τοιοῦτον· ἀλλὰ τὰ μὲν ἐόντα αἰεὶ ὁρᾶταί τε καὶ γινώσκεται, τὰ δὲ μὴ ἐόντα οὔτε ὁρᾶται οὔτε γινώσκεται.
但是,这种情况是不可能的;相反,存在的事物总是被看见和认识的,而不存在的事物既不被看见,也不被认识。
Γινώσκεται τοίνυν δεδειγμένων ἤδη τῶν τεχνέων, καὶ οὐδεμία ἐστὶν ἥ γε ἔκ τινος εἴδεος οὐχ ὁρᾶται.
由于各种技术已经显现,它们自然被认识,而且没有一种技术是不能从某种形式中被看到的。
Οἶμαι δ’ ἔγωγε καὶ τὰ ὀνόματα αὐτὰς διὰ τὰ εἴδεα λαβεῖν· ἄλογον γὰρ ἀπὸ τῶν ὀνομάτων τὰ εἴδεα ἡγεῖσθαι βλαστάνειν, καὶ ἀδύνατον·
我认为名称本身也是因其形式而得来的;因为认为形式是从名称中孕育出来的,不仅荒谬,而且是不可能的。
τὰ μὲν γὰρ ὀνόματα φύσιος νομοθετήματά ἐστι, τὰ δὲ εἴδεα οὐ νομοθετήματα, ἀλλὰ βλαστήματα.
因为名称是自然(本性)的规定,而形式不是规定,而是孕育出来的实物。
§33. Περὶ μὲν οὖν τούτων εἴ γέ τις μὴ ἱκανῶς ἐκ τῶν εἰρημένων ξυνίησιν, ἐν ἄλλοισιν ἂν λόγοισι σαφέστερον διδαχθείη.
3. 关于这些事情,如果有人从已说的话中未能充分理解,在其他论说中可以得到更清楚的传授。
Περὶ δὲ ἰητρικῆς, ἐς ταύτην γὰρ ὁ λόγος, ταύτης οὖν τὴν ἀπόδειξιν ποιήσομαι, καὶ πρῶτόν γε διοριεῦμαι ὃ νομίζω ἰητρικὴν εἶναι, τὸ δὴ πάμπαν ἀπαλλάσσειν τῶν νοσεόντων τοὺς καμάτους, καὶ τῶν νοσημάτων τὰς σφοδρότητας ἀμβλύνειν, καὶ τὸ μὴ ἐγχειρέειν τοῖσι κεκρατημένοισιν ὑπὸ τῶν νοσημάτων, εἰδότας ὅτι ταῦτα οὐ δύναται ἰητρική.
但关于医学——因为这篇演说就是针对医学的——我将对它进行证明,首先我要界定我认为什么是医学,即:完全消除患者的痛苦,减轻疾病的剧烈程度,并且对于已经被疾病征服的人,明知医学无能为力而不去着手治疗。
Ὡς οὖν ποιέει τε ταῦτα, καὶ οἵη τέ ἐστι διὰ παντὸς ποιέειν, περὶ τούτου μοι δὴ ὁ λοιπὸς ἔσται λόγος·
至于医学如何做到这些,以及它如何能够始终做到这些,将是我余下论述的内容。
ἐν δὲ τῇ τῆς τέχνης ἀποδείξει ἅμα καὶ τοὺς λόγους τῶν αἰσχύνειν αὐτὴν οἰομένων ἀναιρήσω, ᾗ ἂν ἕκαστος αὐτῶν πρήσσειν τι οἰόμενος τυγχάνῃ. §44.
在证明这门技术的过程中,我将同时驳斥那些自以为贬低了它的人的言论,在他们每一个人自以为有所建树的那些论点上。
Ἐστὶ μὲν οὖν μοι ἀρχὴ τοῦ λόγου, ἣ καὶ ὁμολογηθήσεται παρὰ πᾶσιν· ὅτι μὲν ἔνιοι ἐξυγιαίνονται τῶν θεραπευομένων ὑπὸ ἰητρικῆς ὁμολογέεται· ὅτι δὲ οὐ πάντες, ἐν τούτῳ ἤδη ψέγεται ἡ τέχνη, καί φασιν οἱ τὰ χείρω λέγοντες, διὰ τοὺς ἁλισκομένους ὑπὸ τῶν νοσημάτων, τοὺς ἀποφεύγοντας αὐτὰ τύχῃ ἀποφεύγειν καὶ οὐ διὰ τὴν τέχνην.
4. 那么,我论述的起点是人人都会赞同的:即,在接受医学治疗的人中,有些人恢复了健康,这是公认的;但由于并非所有人都能恢复,这门技术便受到了指责,而那些说坏话的人声称,因为有些人被疾病夺去了生命,所以那些避开疾病的人是靠运气避开的,而不是靠技术。
Ἐγὼ δὲ οὐκ ἀποστερέω μὲν οὐδ’ αὐτὸς τὴν τύχην ἔργου οὐδενὸς, ἡγεῦμαι δὲ τοῖσι μὲν κακῶς θεραπευομένοισι νουσήμασι τὰ πολλὰ τὴν ἀτυχίην ἕπεσθαι, τοῖσι δὲ εὖ τὴν εὐτυχίην.
我本人并不剥夺运气在任何成果中的作用,但我认为,对于治疗不当的疾病,大多伴随着厄运,而对于治疗得当的疾病,则伴随着好运。
Ἔπειτα δὲ καὶ πῶς οἷόν τέ ἐστι τοῖς ὑγιασθεῖσιν ἄλλο τι αἰτιήσασθαι ἢ τὴν τέχνην, εἴπερ χρώμενοι αὐτῇ καὶ ὑπουργέοντες ὑγιάσθησαν;
再者,对于那些痊愈的人,如果他们确实是因为使用并顺从了这门技术而痊愈的,他们怎么可能归功于技术以外的其他东西呢?
τὸ μὲν γὰρ τῆς τύχης εἶδος ψιλὸν οὐκ ἠβουλήθησαν θεήσασθαι, ἐν ᾧ τῇ τέχνῃ ἐπέτρεψαν σφᾶς αὐτοὺς, ὥστε τῆς μὲν ἐς τὴν τύχην ἀναφορῆς ἀπηλλαγμένοι εἰσὶ, τῆς μέντοι ἐς τὴν τέχνην οὐκ ἀπηλλαγμένοι·
因为当他们将自己托付给这门技术时,并不希望看到运气的赤裸裸的真面目,因此他们免于将痊愈归于运气,但不能免于归于技术。
ἐν ᾧ γὰρ ἐπέτρεψαν καὶ ἐπίστευσαν αὐτῇ σφᾶς αὐτοὺς, ἐν τούτῳ αὐτῆς καὶ τὸ εἶδος ἐσκέψαντο καὶ τὴν δύναμιν, περανθέντος τοῦ ἔργου, ἔγνωσαν.
因为在他们托付并信任技术的那一刻,他们便考察了它的形式,并且在工作完成时,他们认识到了它的力量。