Humanitext Reader

希波克拉底 · 论医术 §12-13

隐秘疾病的探查手段与医学确定性的实证

第 6 段,共 6 段 · 希腊语

内容简介

医学对于体内不可见的疾病,通过观察排泄物以及使用各种强制手段来推测病症并引导治疗。医学拥有丰富的手段与确定性,这已通过言论和实际的治疗行为演示得到了证实。

§1212. Ἰητρικὴ δὲ, τοῦτο μὲν τῶν ἐμπύων, τοῦτο δὲ τῶν τὸ ἧπαρ ἢ τοὺς νεφροὺς, τοῦτο δὲ τῶν ξυμπάντων ἐν τῇ νηδύϊ νοσεύντων ἀπεστερημένη τι ἰδεῖν ὄψει, ᾗ τὰ πάντα πάντες ἱκανωτάτως ὁρῶσιν, ὅμως ἄλλας εὐπορίας συνεργοὺς ἐφεῦρε, φωνῆς τε γὰρ λαμπρότητι καὶ τρηχύτητι, καὶ πνεύματος ταχυτῆτι καὶ βραδυτῆτι, καὶ ῥευμάτων, ἃ διαῤῥεῖν εἴωθεν, ἑκάστοισι, δι’ ὧν ἔξοδοι δέδονται, ὧν τὰ μὲν ὀδμῇσι, τὰ δὲ χροίῃσι, τὰ δὲ λεπτότητι καὶ παχύτητι διασταθμωμένη τεκμαίρεται, ὧν τε σημεῖα ταῦτα, ἅ τε πεπονθότων, ἅ τε παθεῖν δυναμένων.
12. 而医学,虽然在脓胸患者、肝脏或肾脏患者,以及所有腹腔内患病者的事情上,被剥夺了用眼睛——所有人凭此最充分地看见一切——看见任何事物的能力,但它仍然找到了其他作为助手的权宜之计。 因为医学通过声音的清脆与沙哑、呼吸的快速与缓慢,以及通常流经各自出口的排泄物来进行推测并做出判断:其中一些凭气味,一些凭颜色,另一些凭稀薄或浓稠,推测这些是什么的征兆,以及它们是属于已经患病的人,还是属于可能患病的人。
Ὅταν δὲ ταῦτα [μὴ] μηνύωνται, μηδ’ αὐτὴ ἡ φύσις ἑκοῦσα ἀφίῃ, ἀνάγκας εὕρηκεν, ᾗσιν ἡ φύσις ἀζήμιος βιασθεῖσα μεθίησιν· ἀνεθεῖσα δὲ δηλοῖ τοῖσι τὰ τῆς τέχνης εἰδόσιν, ἃ ποιητέα.
而当这些征兆没有显现,自然本身也不愿自发释放时,医学便找到了强制手段,通过这些手段,自然在不遭受损害的情况下被强迫释放出信息;而当自然放松时,它便向懂得技术的人显明该做什么。
Βιάζεται δὲ τοῦτο μὲν πῦρ τὸ σύντροφον φλέγμα διαχέειν σιτίων δριμύτητι καὶ πομάτων, ὅκως τεκμαρεῖταί τι ὀφθὲν περὶ ἐκείνων, ὧν αὐτῇ ἐν ἀμηχάνῳ τὸ ὀφθῆναι ἦν· τοῦτο δ’ αὖ πνεῦμα ὧν κατήγορον, ὁδοῖσί τε προσάντεσι καὶ δρόμοις ἐκβιᾶται κατηγορέειν·
医学进行强迫:一方面,通过食物和饮料的辛辣刺激,迫使体内的先天之热发散粘液,以便能够通过所见之物推测那些原本无法看见的事物;另一方面,对于呼吸作为宣告者的疾病,医学通过上坡路和奔跑强迫其宣告。
ἱδρῶτάς τε τούτοισι τοῖσι προειρημένοισιν ἄγουσα, ὑδάτων θερμῶν ἀποπνοίῃσι πυρὶ ὅσα τεκμαίρονται, τεκμαίρεται.
此外,医学通过上述这些手段引出汗水,并利用温水的蒸腾,凭着热度推测出一切可推测之事。
Ἔστι δὲ ἃ καὶ διὰ τῆς κύστιος διελθόντα ἱκανώτερα τὴν νοῦσον δηλῶσαί ἐστιν, ἢ διὰ τῆς σαρκὸς ἐξιόντα.
还有一些东西,通过膀胱排出比通过肌肉排出更能清楚地表明疾病。
Ἐξεύρηκεν οὖν καὶ τοιαῦτα πόματα καὶ βρώματα, ἃ τῶν θερμαινόντων θερμότερα γιγνόμενα τήκει τε ἐκεῖνα καὶ διαῤῥεῖν ποιέει, ἃ οὐκ ἂν διεῤῥύη μὴ τοῦτο παθόντα.
因此,医学也发明了这样的饮料和食物,它们比温热之物更热,从而熔化那些如果不经历这一过程就无法流出的东西,并使它们流出。
Ἕτερα μὲν οὖν πρὸς ἑτέρων, καὶ ἄλλα δι’ ἄλλων ἐστὶ τά τε διιόντα τά τ’ ἐξαγγέλλοντα, ὥστ’ οὐ θαυμάσιον αὐτῶν τάς τε ἀπιστίας χρονιωτέρας γίνεσθαι τάς τ’ ἐγχειρήσιας βραχυτέρας, οὕτω δι’ ἀλλοτρίων ἑρμηνειῶν πρὸς τὴν θεραπεύουσαν ξύνεσιν ἑρμηνευομένων.
因此,通过的通道和宣告的信息,有些来自某些来源,有些通过其他途径,所以,对于这些疾病的疑虑变得更持久,而治疗的尝试变得更受限,这并不令人惊奇,因为它们是通过如此异己的媒介向治疗的理智进行翻译的。
§1313. Ὅτι μὲν οὖν καὶ λόγους ἐν ἑωυτῇ εὐπόρους ἐς τὰς ἐπικουρίας ἔχει ἡ ἰητρικὴ, καὶ οὐκ εὐδιορθώτοισι δικαίως οὐκ ἂν ἐγχειρέοι τῇσι νούσοισιν, ἢ ἐγχειρευμένας ἀναμαρτήτους ἂν παρέχοι, οἵ τε νῦν λεγόμενοι λόγοι δηλοῦσιν αἵ τε τῶν εἰδότων τὴν τέχνην ἐπιδείξιες, ἃς ἐκ τῶν ἔργων ἥδιον ἢ ἐκ τῶν λόγων ἐπιδεικνύουσιν, οὐ τὸ λέγειν καταμελετήσαντες, ἀλλὰ τὴν πίστιν τῷ πλήθει ἐξ ὧν ἂν ἴδωσιν οἰκειοτέρην ἡγεύμενοι, ἢ ἐξ ὧν ἂν ἀκούσωσιν.
13. 因此,医学自身拥有丰富的救助论据,并且它不会不公正地着手治疗不易治愈的疾病,或者能使着手的治疗免于失误,这既由现在所说的论据显明,也由精通该技术之人的演示显明。 他们更乐于通过实际行动而非言词来演示,这并不是因为他们忽视了言说,而是因为他们认为,对于大众而言,由所见之物产生的信任要比由所听之物产生的信任更为亲切。

词汇与语法注释

  1. 12τοῦτο μὲν... τοῦτο δὲ... — 对比或列举性的副词表达,意为“一方面……,另一方面……”或“有时……,有时……”。此处用于列举各种隐蔽的疾病类型(脓疡、肝肾疾病、腹腔疾病)。
  2. 12ὧν τε σημεῖα ταῦτα, ἅ τε πεπονθότων, ἅ τε παθεῖν δυναμένων — 关系代名词 `ὧν` 的先行词是前文的 `ῥευμάτων`(或排泄物的特征等征兆)。`ταῦτα` 是主语,`σημεῖα` 是谓语,意为“这些是什么的征兆”。接下来的 `ἅ τε πεπονθότων, ἅ τε παθεῖν δυναμένων` 是由关系代名词 `ἅ`(中性复数)引导的从句,属格(分词)表示所有或归属,意为“它们是属于已经患病的人,还是属于可能患病的人”。
  3. 12ἀνεθεῖσα δὲ δηλοῖ — `ἀνεθεῖσα` 是 `ἀνίημι`(放松、释放)的被动不定过去时分词阴性单数,主语是 `ἡ φύσις`(自然)。它展示了一个对比结构:在被强迫(`βιασθεῖσα`)之后,一旦从那种紧张或强制中“释放”或“放松”下来,自然就会显明该采取何种治疗。
  4. 13Ὅτι μὲν οὖν καὶ λόγους ἐν ἑωυτῇ εὐπόρους ἐς τὰς ἐπικουρίας ἔχει ἡ ἰητρικὴ — 构成整个句子骨架的 `ὅ提` 从句(名词从句)的开始。该 `ὅτι` 从句作为主动词 `δηλοῦσιν`(其主语是 `οἵ τε νῦν λεγόμενοι λό告` 和 `αἵ τε... ἐπιδείξιες`)的主语或宾语。结构为:“医学自身拥有……(ὅτι... ἔχει)这一事实,由现在所说的论据和演示显明(δηλοῦσιν)”。

引用这一段

希波克拉底, 论医术 §12-13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg018.humanitext-grc1:12-13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。