§1## ΠΕΡΙ ΧΥΜΩΝ.
1. Τὸ μὲν χρῶμα τῶν χυμῶν, ὅκου μὴ ἄμπωτίς ἐστι τῶν χυμῶν, ὥσπερ ἀνθέων·
## 论体液 1. 体液之色,若非体液之退落,则如花色。
ἀκτέα, ᾗ ῥέπει, διὰ τῶν ξυμφερόντων χωρίων, πλὴν ὧν οἱ πεπασμοὶ ἐκ τῶν χρόνων·
(体液)当向其趋向之处,经由适宜之通道引导,唯其熟化由时间决定者除外。
οἱ πεπασμοὶ ἔξω ἢ ἔσω ῥέπουσιν ἢ ἄλλῃ ὅπη δεῖ.
熟化向外或向内趋向,或向其他必要之处。
Εὐλαβείη· ἀπειρίη· δυσπειρίη· μαδαρότης· σπλάγχνων κενότης, τοῖσι κάτω πλήρωσις, τοῖσιν ἄνω, τροφή·
慎重;无经验;消化不良;脱毛;内脏空虚,对下部者为充填,对上部者为营养。
ἀναῤῥοπίη, καταῤῥοπίη·
上向,下向。
τὰ αὐτόματα, ἄνω καὶ κάτω, ἃ ὠφελέει καὶ βλάπτει ξυγγενὲς εἶδος, χώρη, ἔθος, ἡλικίη, ὥρη;
自然发生者,向上或向下;其益者与害者;同类之体质、地域、习惯、年龄、季节。
κατάστασις νούσου, ὑπερβολὴ, ἔλλειψις, οἷσιν ὁκόσον λείπεται, ἢ οὔ·
疾病之状态,过度,不及,于何人、缺何物、缺多少,或不然。
κάθαρσις καὶ κένωσις, ἄκη·
净化与排泄,此乃疗法。
ἔκκλισις· παροχέτευσις ἢ ἐς τὴν κεφαλὴν, ἢ ἐς τὰ πλάγια, ᾗ μάλιστα ῥέπει·
偏向;分流,或至头部,或至两侧,向其最易趋向之处。
ἢ ἀντίσπασις, ἐπὶ τοῖσιν ἄνω, κάτω, ἄνω, ἐπὶ τοῖσι κάτω·
或逆引,对上部者向下,对下部者向上。
ἢ ξηρῆναι· ἢ οἷσι τὰ κάτω, ἢ ἄνω ἐκπλύνεται, ἢ οἷσι παρηγορήσεται·
或使之干燥;或用以洗涤下部或上部之物,或用以缓解之物。
μὴ τὰ ἐκκεχυμωμένα ἐς τὸ ἔσω ἀπολαμβάνειν, ἀλλὰ τὰς ἀφόδους ξηραίνειν.
勿将溢出之体液封闭于内,而当使排出物干燥。
Τάραξις, κατάκλυσις, διάνιψις, οἷσιν ἀποστήσεται πρὸς ἕδρην, ὅθεν ἀθέλγεται, ἢ φάρμακον, ἢ ἕλκος, ἢ χυμός τις συνεστηκὼς, ἢ βλάστημα, ἢ φῦσα, ἢ σῖτος, ἢ θηρίον, ἢ καῦμα, ἢ ἄλλο τι πάθος.
扰动,灌洗,洗净,由是(体液)将转移至肛门,并自该处排除;或药物,或溃疡,或凝聚之体液,或赘生物,或积气,或食物,或寄生虫,或灼热,或他种病症。
§22. Σκεπτέα ταῦτα· τὰ αὐτόματα λήγοντα, ἢ οἷον αἱ ἀπὸ καυμάτων ἐπεγειρόμεναι φλυκτίδες, ἐφ᾿ οἷσιν οἷα βλάπτει ἢ ὠφελέει, σχήματα, κίνησις, μετεωρισμὸς, παλινίδρυσις, ὕπνος, ἐγρήγορσις, ἁλύκη, χάσμη, φρίκη, ἅτε ποιητέα ἢ κωλυτέα, φθάσαι.
2. 当考察此类事项:自愈者,或如烧伤引起之水疱;在何种情况下,何物有害或有益;姿态,运动,浮起,平复,睡眠,觉醒,烦躁,呵欠,恶寒,此等是当促成抑或当阻止,宜先发制人。
Παίδευσις ἐμέτου, κάτω διεξόδου, πτυάλου, μύξης, βηχὸς, ἐρεύξιος, λυγμοῦ, φύσης, οὔρου, πταρμοῦ, δακρύων, κνησμῶν, τιλμῶν, ψαυσίων, δίψης, λιμοῦ, πλησμονῆς, ὕπνων, πόνων, ἀπονίης, σώματος, γνώμης, μαθήσιος, μνήμης, φωνῆς, σιγῆς.
(身体之)训练:呕吐、下泄、唾液、鼻涕、咳嗽、嗳气、呃逆、积气、尿、喷嚏、泪、瘙痒、拔毛、触觉、口渴、饥饿、饱食、睡眠、痛苦、无痛、身体、心智、学习、记忆、声音、沉默。
§33. Τῇ ὑστερικῇ καθάρσεις, τὰ ἄνωθεν καταῤῤηγνύμενα, καὶ στροφοῦντα, λιπαρὰ, ἄκρητα, ἀφρώδεα, θερμὰ, δάκνοντα, ἰώδεα, ποικίλα, ξυσματώδεα, τρυγώδεα, αἱματώδεα, ἄφυσα, ὠμὰ, ἑφθὰ, αὖα, ἅσσα περιῤῥέοι, εὐφορίην καθορέων ἢ δυσφόρίην, πρὶν κίνδυνον εἶναι, οἷα οὐ δεῖ παύέιν.
3. 对子宫疾患之妇女:净化;自上方剧烈下行且致腹痛者,油脂状者,纯而不杂者,多泡者,热者,辛辣者,锈色者,杂色者,刮屑状者,糟粕状者,带血者,无气者,未熟者,已熟者,干燥者,及其他流出之物;当观察其易于耐受抑或难于耐受,于危险发生之前,判定何者不当阻止。
Πεπασμὸς, κατάβασις τῶν κάτω, ἐπιπόλασις τῶν ἄνω, καὶ τὰ ἐξ ὑστερέων, καὶ ὁ ἐν ὠσὶ ῥύπος· ὀργασμὸς, ἄνοιξις, κένωσις, θάλψις, ψύξις, ἔσωθεν, ἔξωθεν, τῶν μὲν, τῶν δ᾿ οὔ.
熟化,下部者下行,上部者浮升,子宫排出物,及耳垢;活跃,开张,排空,温热,冷却,自内,自外,于某些如此,于其他则不然。
Ὁκόταν ἐῃ κάτωθεν ὀμφαλοῦ τὸ στρέφον, βραδὺς, μαλθακὸς ὁ στρόφος, ἔμπαλιν δὲ ἐς τοὐναντίον.
当致腹痛者在脐以下时,腹痛迟缓且温和;反之则相反。
§4a4. Τὰ διαχωρέοντα, ᾗ ῥέπει, ἄναφρα, πέπονα, ὠμὰ, ψυχρὰ, δυσώδεα, ξηρὰ, ὑγρά.
4. 排泄物,向其趋向之处,无泡者,成熟者,未熟者,冷者,恶臭者,干者,湿者。
Μὴ καυσώδεσι δίψα πρόσθεν μὴ ἐνεοῦσα, μηδὲ καῦμα, μηδὲ ἄλλη πρόφασις, οὖρον, ῥινὸς ὑγρασμός.
在无灼热病者中,先前未有之口渴,亦无灼热,亦无他因;尿,鼻腔湿润。
§4bΤὴν ἔῤῥιψιν, καὶ τὸν αὐασμὸν, καὶ τὸ ἀσύμπτωτον, καὶ τὸ θολερὸν πνεῦμα, ὑποχόνδριον, ἄκρεα, ὄμματα προσκακούμενα, χρώματος. μεταβολὴ, σφυγμοὶ, ψύξιες, παλμοὶ σκληρυσμὸς δέρματος, νεύρων, ἄρθρων, φωνῆς, γνώμης, σχῆμα ἑκούσιον, τρίχες, ὄνυχες, τὸ εὔφορον, ἢ μὴ οἷα δεῖ.
辗转,干燥,不虚陷,浊息;胁下,肢端,受损之目,肤色变化;变化,脉搏,发冷,颤动,皮肤、腱、关节、声音、心智之僵硬;自发姿势;发,甲;耐受良好,或不若所当。
Σημήϊα ταῦτα;
此等其为征兆乎?
ὀδμαὶ χρωτὸς, στόματος, ὠτὸς, διαχωρήματος, φύσης, οὔρου, ἕλκεος; ἱδρῶτος, πτυάλου, ῥινὸς, χρὼς ἁλμυρὸς, ἢ πτύαλον, ἢ ῥὶς, ἢ δάκρυον, ἢ ἄλλοι χυμοί·
肤、口、耳、排泄物、积气、尿、溃疡之气味;汗、唾、鼻之气味;咸肤,或唾,或鼻,或泪,或他种体液。
πάντη ὅμοια τὰ ὠφελέοντα, τὰ βλάπτοντα.
有益者与有害者,在在相似。
Ἐνύπνια οἷα ἂν ὁρέῃ, καὶ ἐν τοῖσιν ὕπνοισιν οἷα ἂν ποιέῃ, ἢν ἀκούῃ ὀξὺ, καὶ πυθέσθαι προθυμέηται, ἐν τῷ λογισμῷ μέζω καὶ ἰσχυρότερα τὰ πλείω, ἐπίκαιρα, σώζοντα· μὴ ἐπίκαιρα, τῶν ἑτέρων· ἢν αἰσθάνωνται πάσῃ αἰσθήσει πάντων, καὶ φέρωσιν, ὁκοῖον ὀδμὰς, λόγους, ἱμάτια, σχήματα.
所见之梦如何,且睡眠中所作如何;若听觉敏锐且急于探问,其理性中所思者多更显宏大而有力,此乃合时且保命者;若不合时,则属相反者;若以诸般感官感知万物并能承载之,如气味、言语、衣着、姿势。
Τοιαῦτα εὐφόρως, ἅπερ καὶ αὐτόματα ἐπιφαινόμενα ὠφελέει, καὶ ὁκότε κρίσιν τὰ τοιαῦτα ἐμποιέει, καὶ τοσαῦτα, καὶ τοιαῦτα, οἷον φῦσαι, οὖρον, οἷον καὶ ὁκόσον καὶ ὁκότε· ὁκόσα δ᾿ ἐναντία, ἀποτρέπειν, μάχεσθαι αὐτοῖσιν.
此类(患者)易于耐受,此等亦因自然显现而有益;又此类在何时引致转机,且其量几何,其状如何,如积气、尿,呈何状、有多少、在何时;然凡相反者,当退之并与之斗争。
Τὰ ἐγγὺς καὶ τὰ κοινὰ τοῖσι παθήμασι πρῶτα καὶ μάλιστα κακοῦται.
邻近且与病变共有之部位,最先且受损最巨。