Humanitext Reader

希波克拉底 · 论诊所内操作 §1-4

手术基本要素与采光及医患体位

第 1 段,共 4 段 · 希腊语

内容简介

本章概述了诊室外科手术的基本要求,详细规定了自然光与人工光的应用方式、医生与患者的适宜姿势及位置关系,以及手术所需的双手灵活性与训练方法。

§1## ΚΑΤ᾿ ΙΗΤΡΕΙΟΝ. 1. Ἢ ὅμοια ἢ ἀνόμοια ἐξ ἀρχῆς·
## 论诊室 1. 从一开始,要么是相似的,要么是不相似的;从最重要的、最容易的、以及在各方面完全被认知的事物开始。
ἀπὸ τῶν μεγίστων, ἀπὸ τῶν ῥηΐστων, ἀπὸ τῶν πάντη πάντως γιγνωσκομένων. Ἃ καὶ ἰδεῖν, καὶ θιγεῖν, καὶ ἀκοῦσαι ἔστιν· ἃ καὶ τῇ ὄφει, καὶ τῇ ἁφῇ, καὶ τῇ ἀκοῇ, καὶ τῇ ῥινὶ, καὶ τῇ γλώσσῃ, καὶ τῇ γνώμῃ ἔστιν αἰσθέσθαι· ἃ, οἷς γιγνώσκομεν ἅπασιν, ἔστι γνῶναι.
这些是能够被看见、被触摸、被听见的事物;也是可以通过视觉、触觉、听觉、嗅觉、味觉以及理智来感知的事物;是可以通过我们所认知的一切手段来认识的事物。
§22. Τὰ δ᾿ ἐς χειρουργίην κατ᾿ ἰητρεῖον· ὁ ἀσθενέων· ὁ δρῶν οἱ ὑπηρέται· τὰ ὄργανα· τὸ φῶς· ὅκου· ὅκως· ὅσα· ὅκως· ὅκου τὸ σῶμα, τὰ ἄρμενα· ὁ χρόνος· ὁ τρόπος· ὁ τόπος.
2. 在诊室中关于外科手术的事项:患者、施术者、助手们、器具、光线、何处、如何、多少、如何、身体与器具应当在何处、时间、方法、地点。
§33. Ὁ δρῶν, ἢ καθήμενος, ἢ ἑστεὼς, ξυμμέτρως πρὸς ἑωυτὸν, πρὸς τὸ χειριζόμενον, πρὸς τὴν αὐγήν.
3. 施术者,无论是坐着还是站着,都应当使自己、受施术部位以及光线处于适度的比例关系中。
Αὐγέης μὲν οὖν δύο εἴδεα, τὸ μὲν κοινὸν, τὸ δὲ τεχνητόν.
光线有两种:自然的和人工的。
Τὸ μὲν οὖν κοινὸν οὐκ ἐφ᾿ ἡμῖν· τὸ δὲ τεχνητὸν, καὶ ἐφ᾿ ἡμῖν.
自然的并不由我们控制,而人工的则在我们的控制之下。
Ὧν ἑκατέρου δισσαὶ χρήσιες, ἢ πρὸς αὐγὴν, ἢ ὑπ᾿ αὐγήν.
两者的使用都有两种方式:要么面对光线,要么在光线下。
Ὑπ᾿ αὐγὴν μὲν οὖν ὀλίγη τε ἡ χρῆσις, καταφανής τε ἡ μετριότης.
在光线下的使用较少,且其适度性是显而易见的。
Τὰ δὲ πρὸς αὐγὴν ἐκ τῶν παρεουσέων, ἐκ τῶν ξυμφερουσέων αὐγέων, πρὸς τὴν λαμπροτάτην τρέπειν τὸ χειριζόμενον· πλὴν ὁκόσα λαθεῖν δεῖ, ἢ ὁρῇν αἰσχρόν·
但在面对光线时,在现有且适宜的光线中,应当将受施术部位转向最亮的地方,除了那些需要隐藏或看起不雅的部分。
οὕτω δὲ τὸ μὲν χειριζόμενον ἐναντίον τῇ αὐγῇ, τὸν δὲ χειρίζοντα, ἐναντίον τῷ χειριζομένῳ, πλὴν ὥστε μὴ ἐπισκοτάζειν· οὕτω γὰρ ἂν ὁ μὲν δρῶν ὁρῴη, τὸ δὲ χειριζόμενον οὐχ ὁρῷτε.
因此,受施术部位应当面对光线,而施术者则应当面对受施术部位,但以不遮挡光线为限;因为这样,施术者能看清,而受施术部位不会被遮挡。
Πρὸς ἑωυτὸν δὲ, καθημένῳ πόδες ἐς τὴν ἄνω ἴξιν κατ᾿ ἰθὺ γούνασιν διάστασιν δὲ, ὀλίγον ξυμβεβῶτες· γούνατα δὲ ἀνωτέρω βουβώνων σμικρὸν, διάστασιν δὲ, ἀγκώνων θέσει καὶ παραθέσει.
关于施术者自身,对于坐着的人,双脚应当向上拉起,与双膝呈一直线,但稍微分开;双膝略高于腹股沟,其间距应当适合于肘部的放置与支撑。
Ἱμάτιον, εὐσταλέως, εὐκρινέως, ἴσως, ὁμοίως, ἀγκῶσιν, ὤμοισιν.
外衣应当整洁、有序、对称、同样地搭在肘部和肩膀上。
Πρὸς δὲ τὸ χειριζόμενον, τοῦ μὲν πρόσω καὶ ἐγγὺς, καὶ τοῦ ἄνω, καὶ τοῦ κάτω, καὶ ἔνθα ἢ ἔνθα, ἢ μέσον.
关于受施术部位,或远或近,或上或下,或在这边或在那边,或在中间。
Τοῦ μὲν πρόσω καὶ ἐγγὺς ὅριον, ἀγκῶνας ἐς μὲν τὸ πρόσθεν γούνατα μὴ ἀμείβειν, ἐς δὲ τὸ ὄπισθεν, πλευράς· τοῦ δὲ ἄνω, μὴ ἀνωτέρω μαζῶν ἄκρας χεῖρας ἔχειν· τοῦ δὲ κάτω, μὴ κατωτέρω, ἢ ὡς τὸ στῆθος ἐπὶ γούνασιν ἔχοντα, ἔχειν ἄκρας χεῖρας ἐγγωνίους πρὸς βραχίονας· τὰ μὲν κατὰ μέσον οὕτως· τὰ δὲ ἔνθα, ἢ ἔνθα, μὴ ἔξω τῆς ἔδρης, κατὰ λόγον δὲ τῆς ἐπιτροφῆς προσβαλλόμενον τὸ σῶμα, καὶ τοῦ σώματος τὸ ἐργαζόμενον.
远近的界限是:肘部向前不能超过双膝,向后不能超过肋部;上方的界限是:双手不能高于乳房顶端;下方的界限是:不能低于将双手与上臂呈直角放置的位置,如同将胸部靠在膝盖上一样;中间的部位就是这样,至于在这边或在那边,不要超出座位,而是根据身体的扭转比例,将身体以及正在被操作的部位放置好。
Ἑστεῶτα δὲ, ἰδεῖν μὲν ἐπ᾿ ἀμφοτέρων βεβῶτα ἐξ ἴσου τῶν ποδῶν ἅλις, δρῇν δὲ τῷ ἑτέρῳ ἐπιβεβῶτα, μὴ τῷ κατὰ τὴν δρῶσαν χεῖρα· ὕψος γούνατος πρὸς βουβῶνας, ὡς ἐν ἕδρῃ· καὶ τὰ ἄλλα ὅρια τὰ αὐτά.
对于站着的人,虽然可以观察到他两脚等宽稳立,但应当以单脚支撑进行操作,且不是在施术手的那一侧;膝盖与腹股沟的高度比例应当像坐着时一样,其他界限也相同。
Ὁ δὲ χειριζόμενος τῷ χειρίζοντι τῷ ἄλλῳ τοῦ σώματος μέρει ὑπηρετείτων, ἢ ἑστεὼς, ἢ καθήμενος, ἢ κείμενος, ὅκως ἂν ῥήϊστα, ὃ δεῖ, σχῆμα ἔχων διατελέῃ, φυλάσσων ὑπόῤῥυσιν, ὑπόστασιν, ἔκτρεψιν, καταντίαν, ὡς ὃ δεῖ, σώζηται καὶ σχῆμα καὶ εἶδος τοῦ χειριζομένου, ἐν παρέξει, ἐν χειρισμῷ, ἐν τῇ ἔπειτα ἕξει.
受施术者应当用身体的其他部分协助施术者,无论是站着、坐着还是躺着,以便能够最容易地保持所需的姿势,防止下滑、陷落、扭转、对抗,从而在提供部位、施术过程以及其后的状态中,使受施术部位的姿势和形态按要求得以保持。
§44. Ὄνυχας μήτε ὑπερέχειν, μήτε ἐλλείπειν· δακτύλων κορυφῇσι χρῆσις·
4. 指甲既不能长出,也不能短缺;指尖的使用。
ἀσκέειν, δακτύλοισι μὲν ἄκροις, τὰ πλεῖστα λιχανῷ πρὸς μέγαν· ὅλῃ δὲ, καταπρηνεῖ· ἀμφοτέρῃσι δὲ, ἐναντίῃσιν·
必须练习用指尖操作,主要是食指对向拇指;用全手时,应当手掌向下;用双手时,应当互相对向。
δακτύλων εὐφυΐα, μέγα τὸ ἐν μέσῳ τῶν δακτύλων, καὶ ἀπεναντίον τὸν μέγαν τῷ λιχανῷ.
指部的优秀天赋是,指间距离宽大,且拇指与食指相对。
Νοῦσος δὲ δι᾿ ἣν καὶ βλάπτονται, οἷσιν ἐκ γενεῆς ἢ ἐν τροφῇ εἴθισται ὁ μέγας ὑπὸ τῶν ἄλλων δακτύλων κατέχεσθαι, δῆλον.
对于那些由于先天或在抚养过程中习惯于将拇指握于其他指下的人,他们因此受到损害的病态是显而易见的。
Τὰ ἔργα πάντα ἀσκέειν ἑκατέρῃ δρῶντα, καὶ ἀμφοτέρῃσιν ἅμα (ὅμοιαι γάρ εἰσιν ἀμφότεραι), στοχαζόμενον ἀγαθῶς, καλῶς, ταχέως, ἀπόνως, εὐρύθμως, εὐπόρως.
必须练习用单手及双手同时(因为两手是相似的)进行所有的操作,力求做到好、美观、迅速、无痛、有节奏、熟练。

词汇与语法注释

  1. 1ἔστιν αἰσθέσθαι — 动词 "ἔστιν" 与 "ἔξεστι" 一样用作无人称动词,后接不定式 "αἰσθέσθαι"(动词 αἰσθάνομαι 的不定过去时中动不定式),意为“可能感知”。
  2. 1οἷς γιγνώσκομεν ἅπασιν — 关系代词 "οἷς" 受到其与格先行词 "ἅπασιν" 的吸引(relative attraction)而变为与格(表示工具或手段)。
  3. 3τὸ δὲ χειριζόμενον οὐχ ὁρῷτο — 采用部分抄本中的 "ὁρῷτο"(动词 ὁράω 的现在时被动语态第三人称单数欲求法),与前句中的可能助词 "ἄν" 连用,表示潜在的结果:“使受施术部位不会被遮挡(不致看不见)”。
  4. 4ἀσκέειν — 该不定式被用作命令法(命令不定式)。在本文中,为了陈述实操性的指示或规则,许多不定式在没有主劝动词的情况下直接起命令作用。

引用这一段

希波克拉底, 论诊所内操作 §1-4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg008.humanitext-grc1:1-4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。