§1## ΚΑΤ᾿ ΙΗΤΡΕΙΟΝ.
1. Ἢ ὅμοια ἢ ἀνόμοια ἐξ ἀρχῆς·
## 診療室について 1. 出発点として、類似したものか、あるいは類似していないものか。
ἀπὸ τῶν μεγίστων, ἀπὸ τῶν ῥηΐστων, ἀπὸ τῶν πάντη πάντως γιγνωσκομένων.
最も重要なもの、最も容易なもの、あらゆる点で完全に知られているものから始める。
Ἃ καὶ ἰδεῖν, καὶ θιγεῖν, καὶ ἀκοῦσαι ἔστιν·
見ることも、触れることも、聞くこともできるもの。
ἃ καὶ τῇ ὄφει, καὶ τῇ ἁφῇ, καὶ τῇ ἀκοῇ, καὶ τῇ ῥινὶ, καὶ τῇ γλώσσῃ, καὶ τῇ γνώμῃ ἔστιν αἰσθέσθαι·
視覚、触覚、聴覚、嗅覚、味覚、そして精神によって感知できるもの。
ἃ, οἷς γιγνώσκομεν ἅπασιν, ἔστι γνῶναι.
我々が認識するすべての手段によって知りうるものである。
§22. Τὰ δ᾿ ἐς χειρουργίην κατ᾿ ἰητρεῖον· ὁ ἀσθενέων· ὁ δρῶν οἱ ὑπηρέται· τὰ ὄργανα· τὸ φῶς· ὅκου· ὅκως· ὅσα· ὅκως· ὅκου τὸ σῶμα, τὰ ἄρμενα· ὁ χρόνος· ὁ τρόπος· ὁ τόπος.
2. 診療室における外科手術に関する事項は、患者、執刀医、助手たち、器具、光、どこで、どのように、どの程度、どのように、どこに身体や器具があるべきか、時間、方法、場所である。
§33. Ὁ δρῶν, ἢ καθήμενος, ἢ ἑστεὼς, ξυμμέτρως πρὸς ἑωυτὸν, πρὸς τὸ χειριζόμενον, πρὸς τὴν αὐγήν.
3. 執刀医は、座るか、または立つかし、自分自身に対して、手術部位に対して、また光に対して、適切に調和しなければならない。
Αὐγέης μὲν οὖν δύο εἴδεα, τὸ μὲν κοινὸν, τὸ δὲ τεχνητόν.
光には二つの種類がある。 すなわち、自然の光と、人工の光である。
Τὸ μὲν οὖν κοινὸν οὐκ ἐφ᾿ ἡμῖν· τὸ δὲ τεχνητὸν, καὶ ἐφ᾿ ἡμῖν.
自然の光は我々の思い通りにはならないが、人工の光は我々の思い通りになる。
Ὧν ἑκατέρου δισσαὶ χρήσιες, ἢ πρὸς αὐγὴν, ἢ ὑπ᾿ αὐγήν.
これら両者それぞれに二つの用い方がある。 すなわち、光に向かうか、あるいは光の下で行うかである。
Ὑπ᾿ αὐγὴν μὲν οὖν ὀλίγη τε ἡ χρῆσις, καταφανής τε ἡ μετριότης.
光の下での用い方はわずかであり、その中庸は明白である。
Τὰ δὲ πρὸς αὐγὴν ἐκ τῶν παρεουσέων, ἐκ τῶν ξυμφερουσέων αὐγέων, πρὸς τὴν λαμπροτάτην τρέπειν τὸ χειριζόμενον·
しかし光に向かう用い方においては、手元にある利用可能な光の中から、最も明るい光へと手術部位を向けるべきである。
πλὴν ὁκόσα λαθεῖν δεῖ, ἢ ὁρῇν αἰσχρόν·
ただし、隠されるべきもの、あるいは見るのが見苦しいものは除く。
οὕτω δὲ τὸ μὲν χειριζόμενον ἐναντίον τῇ αὐγῇ, τὸν δὲ χειρίζοντα, ἐναντίον τῷ χειριζομένῳ, πλὴν ὥστε μὴ ἐπισκοτάζειν·
そのようにして、手術部位は光と対面させ、手術を行う者は、影を作らないようにすることを除いて、手術部位と対面させるべきである。
οὕτω γὰρ ἂν ὁ μὲν δρῶν ὁρῴη, τὸ δὲ χειριζόμενον οὐχ ὁρῷτε.
なぜなら、そのようにすれば、行う者には見え、手術部位は(影に遮られて)見えなくならないからである。
Πρὸς ἑωυτὸν δὲ, καθημένῳ πόδες ἐς τὴν ἄνω ἴξιν κατ᾿ ἰθὺ γούνασιν διάστασιν δὲ, ὀλίγον ξυμβεβῶτες· γούνατα δὲ ἀνωτέρω βουβώνων σμικρὸν, διάστασιν δὲ, ἀγκώνων θέσει καὶ παραθέσει.
自分自身に対しては、座る場合には、両足を膝とまっすぐになるよう上へと引き上げ、その間隔は少し開き、膝は股関節よりもわずかに高くし、その間隔は、肘を置いたり脇に当てたりするのに適した幅とする。
Ἱμάτιον, εὐσταλέως, εὐκρινέως, ἴσως, ὁμοίως, ἀγκῶσιν, ὤμοισιν.
衣服は、端正に、整然と、等しく、同様に、肘や肩にかけられるべきである。
Πρὸς δὲ τὸ χειριζόμενον, τοῦ μὲν πρόσω καὶ ἐγγὺς, καὶ τοῦ ἄνω, καὶ τοῦ κάτω, καὶ ἔνθα ἢ ἔνθα, ἢ μέσον.
手術部位に対しては、前方か、近くか、上方か、下方か、あちら側か、こちら側か、あるいは中間かである。
Τοῦ μὲν πρόσω καὶ ἐγγὺς ὅριον, ἀγκῶνας ἐς μὲν τὸ πρόσθεν γούνατα μὴ ἀμείβειν, ἐς δὲ τὸ ὄπισθεν, πλευράς·
前後の限界としては、肘が前方では膝を越えず、後方では脇腹を越えないことである。
τοῦ δὲ ἄνω, μὴ ἀνωτέρω μαζῶν ἄκρας χεῖρας ἔχειν·
上方の限界としては、両手を胸の先端より高く置かないことである。
τοῦ δὲ κάτω, μὴ κατωτέρω, ἢ ὡς τὸ στῆθος ἐπὶ γούνασιν ἔχοντα, ἔχειν ἄκρας χεῖρας ἐγγωνίους πρὸς βραχίονας·
下方の限界としては、上体を膝の上に載せている時のように、上腕に対して両手が直角になるように置く位置よりも低くしないことである。
τὰ μὲν κατὰ μέσον οὕτως· τὰ δὲ ἔνθα, ἢ ἔνθα, μὴ ἔξω τῆς ἔδρης, κατὰ λόγον δὲ τῆς ἐπιτροφῆς προσβαλλόμενον τὸ σῶμα, καὶ τοῦ σώματος τὸ ἐργαζόμενον.
中間のものについてはこのようであり、あちら側やこちら側については、座から外れず、体の回転に応じて、身体および身体の作業される部位を配置する。
Ἑστεῶτα δὲ, ἰδεῖν μὲν ἐπ᾿ ἀμφοτέρων βεβῶτα ἐξ ἴσου τῶν ποδῶν ἅλις, δρῇν δὲ τῷ ἑτέρῳ ἐπιβεβῶτα, μὴ τῷ κατὰ τὴν δρῶσαν χεῖρα·
立っている場合には、両足に均等に体重をかけてしっかりと立つこともできるが、執刀する手と同側ではない方の片足に体重をかけて作業を行うべきである。
ὕψος γούνατος πρὸς βουβῶνας, ὡς ἐν ἕδρῃ·
膝の高さは、座っている時と同様に、股関節に対する関係を保つ。
καὶ τὰ ἄλλα ὅρια τὰ αὐτά.
そしてその他の限界も同様である。
Ὁ δὲ χειριζόμενος τῷ χειρίζοντι τῷ ἄλλῳ τοῦ σώματος μέρει ὑπηρετείτων, ἢ ἑστεὼς, ἢ καθήμενος, ἢ κείμενος, ὅκως ἂν ῥήϊστα, ὃ δεῖ, σχῆμα ἔχων διατελέῃ, φυλάσσων ὑπόῤῥυσιν, ὑπόστασιν, ἔκτρεψιν, καταντίαν, ὡς ὃ δεῖ, σώζηται καὶ σχῆμα καὶ εἶδος τοῦ χειριζομένου, ἐν παρέξει, ἐν χειρισμῷ, ἐν τῇ ἔπειτα ἕξει.
患者は、身体の他の部分で手術を行う者を助けるべきであり、立っているか、座っているか、または横たわっているかにかかわらず、必要な姿勢を最も容易に維持できるようにし、分泌物の流れ落ち、沈殿、歪み、対面状態に注意を払い、提供段階、手術中、そしてその後の状態において、手術部位の姿勢と形が必要な通りに保たれるようにする。
§44. Ὄνυχας μήτε ὑπερέχειν, μήτε ἐλλείπειν·
4. 爪は長すぎても、短すぎてもならない。
δακτύλων κορυφῇσι χρῆσις·
指の先端の使用法。
ἀσκέειν, δακτύλοισι μὲν ἄκροις, τὰ πλεῖστα λιχανῷ πρὸς μέγαν·
指先を用いる練習をすること、主として人差し指を親指に対向させて行うこと。
ὅλῃ δὲ, καταπρηνεῖ·
手全体を用いる場合は、手を伏せて行うこと。
ἀμφοτέρῃσι δὲ, ἐναντίῃσιν·
両手を用いる場合は、互いに対向させて行うこと。
δακτύλων εὐφυΐα, μέγα τὸ ἐν μέσῳ τῶν δακτύλων, καὶ ἀπεναντίον τὸν μέγαν τῷ λιχανῷ.
指の優れた天性としては、指の間の幅が広いこと、および親指が人差し指の真向かいにあることである。
Νοῦσος δὲ δι᾿ ἣν καὶ βλάπτονται, οἷσιν ἐκ γενεῆς ἢ ἐν τροφῇ εἴθισται ὁ μέγας ὑπὸ τῶν ἄλλων δακτύλων κατέχεσθαι, δῆλον.
生まれつき、あるいは養育過程で、親指が他の指の下に握り込まれる習慣があり、それゆえ害される疾患は、明白である。
Τὰ ἔργα πάντα ἀσκέειν ἑκατέρῃ δρῶντα, καὶ ἀμφοτέρῃσιν ἅμα (ὅμοιαι γάρ εἰσιν ἀμφότεραι), στοχαζόμενον ἀγαθῶς, καλῶς, ταχέως, ἀπόνως, εὐρύθμως, εὐπόρως.
すべての作業において、片手ずつでも、また両手を同時に使っても(両手は同じものであるから)行えるよう練習すべきであり、見事に、美しく、素早く、痛みを伴わずに、リズミカルに、手際よく行うことを目指さなければならない。