- 底本
- Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 3. Littré, Émile, editor. Paris: Baillière, 1841
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0627.tlg008.humanitext-grc1:1-4
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
診療室での外科手術における基本要件を整理し、自然光と人工光の扱い方、医師と患者の適切な姿勢と位置関係、そして手術に必要な手指の器用さと訓練方法を規定している。
ΚΑΤ’ ΙΗΤΡΕΙΟΝ. Ἢ ὅμοια ἢ ἀνόμοια ἐξ ἀρχῆς· ἀπὸ τῶν μεγίστων, ἀπὸ τῶν ῥηΐστων, ἀπὸ τῶν πάντη πάντως γιγνωσκομένων. Ἃ καὶ ἰδεῖν, καὶ θιγεῖν, καὶ ἀκοῦσαι ἔστιν· ἃ καὶ τῇ ὄψει, καὶ τῇ ἁφῇ, καὶ τῇ ἀκοῇ, καὶ τῇ ῥινὶ, καὶ τῇ γλώσσῃ, καὶ τῇ γνώμῃ ἔστιν αἰσθέσθαι·1 ἃ, οἷς γιγνώσκομεν ἅπασιν,2 ἔστι γνῶναι.
診療室について 出発点として、類似したものか、あるいは類似していないものか。最も重要なもの、最も容易なもの、あらゆる点で完全に知られているものから始める。見ることも、触れることも、聞くこともできるもの。視覚、触覚、聴覚、嗅覚、味覚、そして精神によって感知できるもの。我々が認識するすべての手段によって知りうるものである。
Τὰ δ’ ἐς χειρουργίην κατ’ ἰητρεῖον· ὁ ἀσθενέων· ὁ δρῶν· οἱ ὑπηρέται· τὰ ὄργανα· τὸ φῶς· ὅκου· ὅκως· ὅσα· ὅκως· ὅκου τὸ σῶμα, τὰ ἄρμενα· ὁ χρόνος· ὁ τρόπος· ὁ τόπος.
診療室における外科手術に関する事項は、患者、執刀医、助手たち、器具、光、どこで、どのように、どの程度、どのように、どこに身体や器具があるべきか、時間、方法、場所である。
Ὁ δρῶν, ἢ καθήμενος, ἢ ἑστεὼς, ξυμμέτρως πρὸς ἑωυτὸν, πρὸς τὸ χειριζόμενον, πρὸς τὴν αὐγήν. Αὐγέης μὲν οὖν δύο εἴδεα, τὸ μὲν κοινὸν, τὸ δὲ τεχνητόν. Τὸ μὲν οὖν κοινὸν οὐκ ἐφ’ ἡμῖν· τὸ δὲ τεχνητὸν, καὶ ἐφ’ ἡμῖν. Ὧν ἑκατέρου δισσαὶ χρήσιες, ἢ πρὸς αὐγὴν, ἢ ὑπ’ αὐγήν. Ὑπ’ αὐγὴν μὲν οὖν ὀλίγη τε ἡ χρῆσις, καταφανής τε ἡ μετριότης. Τὰ δὲ πρὸς αὐγὴν ἐκ τῶν παρεουσέων, ἐκ τῶν ξυμφερουσέων αὐγέων, πρὸς τὴν λαμπροτάτην τρέπειν τὸ χειριζόμενον· πλὴν ὁκόσα λαθεῖν δεῖ, ἢ ὁρῆν αἰσχρόν· οὕτω δὲ τὸ μὲν χειριζόμενον ἐναντίον τῇ αὐγῇ, τὸν δὲ χειρίζοντα, ἐναντίον τῷ χειριζομένῳ, πλὴν ὥστε μὴ ἐπισκοτάζειν· οὕτω γὰρ ἂν ὁ μὲν ὁρῶν ὁρῴη, τὸ δὲ χειριζόμενον οὐχ ὁρῷτο.3 Πρὸς ἑωυτὸν δὲ, καθημένῳ πόδες ἐς τὴν ἄνω ἴξιν κατ’ ἰθὺ γούνασιν· διάστασιν δὲ, ὀλίγον ξυμβεβῶτες· γούνατα δὲ ἀνωτέρω βουβώνων σμικρὸν, διάστασιν δὲ, ἀγκώνων θέσει καὶ παραθέσει. Ἱμάτιον, εὐσταλέως, εὐκρινέως, ἴσως, ὁμοίως, ἀγκῶσιν, ὤμοισιν. Πρὸς δὲ τὸ χειριζόμενον, τοῦ μὲν πρόσω καὶ ἐγγὺς, καὶ τοῦ ἄνω, καὶ τοῦ κάτω, καὶ ἔνθα ἢ ἔνθα, ἢ μέσον. Τοῦ μὲν πρόσω καὶ ἐγγὺς ὅριον, ἀγκῶνας ἐς μὲν τὸ πρόσθεν γούνατα μὴ ἀμείβειν, ἐς δὲ τὸ ὄπισθεν, πλευράς· τοῦ δὲ ἄνω, μὴ ἀνωτέρω μαζῶν ἄκρας χεῖρας ἔχειν· τοῦ δὲ κάτω, μὴ κατωτέρω, ἢ ὡς τὸ στῆθος ἐπὶ γούνασιν ἔχοντα, ἔχειν ἄκρας χεῖρας ἐγγωνίους πρὸς βραχίονας· τὰ μὲν κατὰ μέσον οὕτως· τὰ δὲ ἔνθα, ἢ ἔνθα, μὴ ἔξω τῆς ἔδρης, κατὰ λόγον δὲ τῆς ἐπιτροφῆς προσβαλλόμενον τὸ σῶμα, καὶ τοῦ σώματος τὸ ἐργαζόμενον. Ἑστεῶτα δὲ, ἰδεῖν μὲν ἐπ’ ἀμφοτέρων βεβῶτα ἐξ ἴσου τῶν ποδῶν ἅλις, δρῇν δὲ τῷ ἑτέρῳ ἐπιβεβῶτα, μὴ τῷ κατὰ τὴν δρῶσαν χεῖρα· ὕψος γούνατος πρὸς βουβῶνας, ὡς ἐν ἕδρῃ· καὶ τὰ ἄλλα ὅρια τὰ αὐτά. Ὁ δὲ χειριζόμενος τῷ χειρίζοντι τῷ ἄλλῳ τοῦ σώματος μέρει ὑπηρετείτω, ἢ ἑστεὼς, ἢ καθήμενος, ἢ κείμενος, ὅκως ἂν ῥήϊστα, ὃ δεῖ, σχῆμα ἔχων διατελέῃ, φυλάσσων ὑπόῤῥυσιν, ὑπόστασιν, ἔκτρεψιν, καταντίαν, ὡς ὃ δεῖ, σώζηται καὶ σχῆμα καὶ εἶδος τοῦ χειριζομένου, ἐν παρέξει, ἐν χειρισμῷ, ἐν τῇ ἔπειτα ἕξει.
執刀医は、座るか、または立つかし、自分自身に対して、手術部位に対して、また光に対して、適切に調和しなければならない。光には二つの種類がある。すなわち、自然の光と、人工の光である。自然の光は我々の思い通りにはならないが、人工の光は我々の思い通りになる。これら両者それぞれに二つの用い方がある。すなわち、光に向かうか、あるいは光の下で行うかである。光の下での用い方はわずかであり、その中庸は明白である。しかし光に向かう用い方においては、手元にある利用可能な光の中から、最も明るい光へと手術部位を向けるべきである。ただし、隠されるべきもの、あるいは見るのが見苦しいものは除く。そのようにして、手術部位は光と対面させ、手術を行う者は、影を作らないようにすることを除いて、手術部位と対面させるべきである。なぜなら、そのようにすれば、見る者には見え、手術部位は(影に遮られて)見えなくならないからである。自分自身に対しては、座る場合には、両足を膝とまっすぐになるよう上へと引き上げ、その間隔は少し開き、膝は股関節よりもわずかに高くし、その間隔は、肘を置いたり脇に当てたりするのに適した幅とする。衣服は、端正に、整然と、等しく、同様に、肘や肩にかけられるべきである。手術部位に対しては、前方か、近くか、上方か、下方か、あちら側か、こちら側か、あるいは中間かである。前後の限界としては、肘が前方では膝を越えず、後方では脇腹を越えないことである。上方の限界としては、両手を胸の先端より高く置かないことである。下方の限界としては、上体を膝の上に載せている時のように、上腕に対して両手が直角になるように置く位置よりも低くしないことである。中間のものについてはこのようであり、あちら側やこちら側については、座から外れず、体の回転に応じて、身体および身体の作業される部位を配置する。立っている場合には、両足に均等に体重をかけてしっかりと立つこともできるが、執刀する手と同側ではない方の片足に体重をかけて作業を行うべきである。膝の高さは、座っている時と同様に、股関節に対する関係を保つ。そしてその他の限界も同様である。患者は、身体の他の部分で手術を行う者を助けるべきであり、立っているか、座っているか、または横たわっているかにかかわらず、必要な姿勢を最も容易に維持できるようにし、分泌物の流れ落ち、沈殿、歪み、対面状態に注意を払い、提供段階、手術中、そしてその後の状態において、手術部位の姿勢と形が必要な通りに保たれるようにする。
Ὄνυχας μήτε ὑπερέχειν, μήτε ἐλλείπειν· δακτύλων κορυφῇσι χρῆσις· ἀσκέειν,4 δακτύλοισι μὲν ἄκροις, τὰ πλεῖστα λιχανῷ πρὸς μέγαν· ὅλῃ δὲ, καταπρηνεῖ· ἀμφοτέρῃσι δὲ, ἐναντίῃσιν· δακτύλων εὐφυΐα, μέγα τὸ ἐν μέσῳ τῶν δακτύλων, καὶ ἀπεναντίον τὸν μέγαν τῷ λιχανῷ. Νοῦσος δὲ δι’ ἣν καὶ βλάπτονται, οἷσιν ἐκ γενεῆς ἢ ἐν τροφῇ εἴθισται ὁ μέγας ὑπὸ τῶν ἄλλων δακτύλων κατέχεσθαι, δῆλον. Τὰ ἔργα πάντα ἀσκέειν ἑκατέρῃ δρῶντα, καὶ ἀμφοτέρῃσιν ἅμα (ὅμοιαι γάρ εἰσιν ἀμφότεραι), στοχαζόμενον ἀγαθῶς, καλῶς, ταχέως, ἀπόνως, εὐρύθμως, εὐπόρως.
爪は長すぎても、短すぎてもならない。指の先端の使用法。指先を用いる練習をすること、主として人差し指を親指に対向させて行うこと。手全体を用いる場合は、手を伏せて行うこと。両手を用いる場合は、互いに対向させて行うこと。指の優れた天性としては、指の間の幅が広いこと、および親指が人差し指の真向かいにあることである。生まれつき、あるいは養育過程で、親指が他の指の下に握り込まれる習慣があり、それゆえ害される疾患は、明白である。すべての作業において、片手ずつでも、また両手を同時に使っても(両手は同じものであるから)行えるよう練習すべきであり、見事に、美しく、素早く、痛みを伴わずに、リズミカルに、手際よく行うことを目指さなければならない。
- 1ἔστιν αἰσθέσθαι
動詞 "ἔστιν" は "ἔξεστι" と同様に非人称的に用いられており、後ろに不定詞 "αἰσθέσθαι"(αἰσθάνομαι のアオリスト中道不定詞)を伴って「〜することが可能である」を意味する。
- 1οἷς γιγνώσκομεν ἅπασιν
関係代名詞 "οἷς" は、先行詞である与格名詞 "ἅπασιν" に同調して与格(手段の与格)となっている。本来は他動詞 "γιγνώσκομεν" の手段を示す。関係代名詞の牽引(吸引)の典型例。
- 3τὸ δὲ χειριζόμενον οὐχ ὁρῷτο
写本の一部にある "ὁρῷτο"(ὁράω の現在受動態三人称単数希求法)を採用し、前文の可能の "ἄν" と相まって、「処置を受ける部位が(影に隠れて)見えなくならないように」という潜在的・結果的なニュアンスを表す。
- 4ἀσκέειν
不定詞が命令法の代わりとして用いられている(命令不定詞)。このテクストでは、実践的な指示や規則を述べるために、多くの不定詞が主動詞を伴わずに命令形として機能している。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(6 件・最終 2026-11-24)
- 2026-11-24 AI校閲 — number 3 件
- 2026-11-24 AI校閲 — patch 1 件
- 2026-11-24 AI校閲 — 訳文 1 件
- 2026-09-21 AI校閲 — 原文 1 件
