Humanitext Reader

希波克拉底 · 论头部创伤 §14

骨裂的刮骨与染色诊断法及锯骨时机

第 8 段,共 11 段 · 希腊语

内容简介

本章介绍了为检查颅骨受损而进行切开及刮骨的方法、使用黑色融化药物对隐秘裂纹进行染色诊断的技术,以及进行锯骨(穿头术)的合适时机。

§1414. Ὅταν οὖν τάμνῃς ἕλκος ἐν κεφαλῇ ὀστέων εἵνεκα τῆς σαρκὸς ἐψιλωμένων, θέλων εἰδέναι εἴ τι ἔχει τὸ ὀστέον κακὸν ὑπὸ τοῦ βέλεος, ἢ καὶ οὐκ ἔχει, τάμνειν χρὴ τὸ μέγεθος τὴν ὠτειλὴν, ὅση ἂν δοκέῃ ἀποχρῆναι.
14. 因此,当为了露出骨骼而切开头部伤口时,如果你想知道骨骼是否因投掷物而受到任何损害,或者没有,就必须将伤口切开到认为足够的尺寸。
Τάμνοντα δὲ χρὴ ἀναστεῖλαι τὴν σάρκα ἀπὸ τοῦ ὀστέου, ᾗ πρὸς τῇ μήνιγγι καὶ πρὸς τῷ ὀστέῳ πέφυκεν· ἔπειτα διαμοτῶσαι τὸ ἕλκος πᾶν μοτῷ, ὅστις εὐρύτατον τὸ ἕλκος παρέξει ἐς τὴν ὑστεραίην ξὺν ἐλαχίστῳ πόνῳ·
在切开时,必须将肌肉从其附着在骨膜和骨骼上的地方剥离出来;然后用填料填塞整个伤口,这种填料能以最小的痛苦在第二天将伤口保持得尽可能宽。
μοτώσαντα δὲ καταπλάσματι χρῆσθαι, ὅσον ἂν χρόνον καὶ τῷ μοτῷ, μάζην ἐκ λεπτῶν ἀλφίτων ἐν ὄξει διαμάσσειν, ἢ ἕψειν καὶ γλίσχρην ποιέειν ὡς μάλιστα.
填塞后,在敷填料的相同时间内,必须使用敷料,即将细大麦粉面团在醋中揉捏,或者将其煮沸并使之尽可能具有粘性。
Τῇ δ᾿ ὑστεραίῃ ἡμέρῃ, ἐπειδὰν ἐξέλῃς τὸν μοτὸν, κατιδὼν τὸ ὀστέον ὅ τι πέπονθεν, ἐὰν μή σοι καταφανὴς ᾖ ἡ τρῶσις, ὁκοίη τίς ἐστιν ἐν τῷ ὀστέῳ, μηδὲ διαγινώσκῃς εἴ τέ τι ἔχει τὸ ὀστέον κακὸν ἐν ἑωυτέῳ, ἢ καὶ οὐκ ἔχει, τὸ δὲ βέλος δοκέῃ ἀφικέσθαι ἐς τὸ ὀστέον καὶ σίνασθαι, ἐπιξύειν χρὴ τῷ ξυστῆρι κατὰ βάθος καὶ κατὰ μῆκος τοῦ ἀνθρώπου ὡς πέφυκε, καὶ αὖθις ἐπικάρσιον τὸ ὀστέον, τῶν ῥηξίων εἵνεκα τῶν ἀφανέων ἰδεῖν, καὶ τῆς φλάσιος εἵνεκα τῆς ἀφανέος, τῆς οὐκ ἐσφλωμένης ἔσω ἐκ τῆς φύσιος τῆς κεφαλῆς τοῦ ἄλλου ὀστέου.
第二天,当你取出填料并观察骨骼受损情况时,如果在骨骼中的损伤对你而言并不明显是何种类型,且你无法辨别骨骼本身是否有损伤,或者没有,但投掷物似乎已到达骨骼并造成了伤害,你就必须用刮刀顺着人体自然的纵向深刮骨骼,然后再横向刮,以便观察看不见的裂纹和看不见的挫伤(即未从颅骨其他部分的自然状态向内凹陷的挫伤)。
Ἐξελέγχει γὰρ ἡ ξύσις μάλα τὸ κακὸν, ἢν μὴ καὶ ἄλλως καταφανέες ἔωσιν αὗται αἱ πάθαι ἐοῦσαι ἐν τῷ ὀστέῳ.
因为如果骨骼中的这些损伤并非显而易见,那么刮骨确实能使损伤大显。
Καὶ ἢν ἕδρην ἴδῃς ἐν τῷ ὀστέῳ τοῦ βέλεος, ἐπιξύειν χρὴ αὐτήν τε τὴν ἕδρην, καὶ τὰ περιέχοντα αὐτὴν ὀστέα, μὴ πολλάκις τῇ ἕδρῃ προσγένηται ῥῆξις καὶ φλάσις, ἢ μούνη φλάσις, ἔπειτα λανθάνῃ οὐ καταφανέα ἐόντα.
如果你在骨骼上看到投掷物的痕迹,就必须刮擦该痕迹本身及周围的骨骼,以免裂纹和挫伤、或仅是挫伤伴随该痕迹产生,随后因不明显而漏诊。
Ἐπειδὰν δὲ ξύσῃς τὸ ὀστέον τῷ ξυστῆρι, ἢν μὲν δοκέῃ ἐς πρίσιν ἀφίκειν ἡ τρῶσις τοῦ ὀστέου, πρίειν χρὴ, καὶ οὐ δεῖ τὰς τρεῖς ἡμέρας μὴ ὑπερβάλλειν ἀπρίωτον, ἀλλ᾿ ἐν ταύτῃσι πρίειν, ἄλλως τε καὶ τῆς θερμῆς ὥρης, ἢν ἐξ ἀρχῆς λαμβάνῃς τὸ ἴημα.
当你用刮刀刮骨时,如果骨骼的损伤看起来需要锯开,就必须将其锯开,且不能让三天的期限在未锯开的情况下过去,而应在这些天内将其锯开,尤其是在炎热的季节,如果你从一开始就负责治疗。
Ἢν δὲ ὑποπτεύσῃς μὲν τὸ ὀστέον ἐῤῥωγέναι, ἢ πεφλάσθαι, ἢ ἀμφότερα ταῦτα, τεκμαιρόμενος, ὅτι ἰσχυρῶς τετρωται, ἐκ τῶν λόγων τοῦ τρωματίου, καὶ ὅτι ὑπὸ ἰσχυροτέρου τοῦ τρώσαντος, ἢν ἕτερος ὑφ᾿ ἑτέρου τρωθῇ, καὶ τὸ βέλος ὅτῳ ἐτρώθη, ὅτι τῶν κακούργων βελέων ἦν, ἔπειτα τὸν ἄνθρωπον ὅτι δῖνός τε ἔλαβε καὶ σκότος, καὶ ἐκαρώθη καὶ κατέπεσεν· τούτων δὲ οὕτω γιγνομένων, ἢν μὴ διαγινώσκῃς εἰ ἔῤῥωγε τὸ ὀστέον, ἢ πέφλασται, ἢ καὶ ἀμφότερα ταῦτα, μήτε ὅλως ὁρᾷν δύνῃ, δεῖ δὴ, ἐπὶ τὸ ὀστέον τὸ τηκτὸν τὸ μελάντατον δεύσαντα, τῷ μέλανι φαρμάκῳ τῷ τηκομένῳ στεῖλαι τὸ ἕλκος, ὑποτείναντα ὀθόνιον, ἐλαίῳ τέγξαντα, εἶτα καταπλάσαντα τῇ μάζῃ ἐπιδῆσαι·
但是,如果你怀疑骨骼已开裂、或挫伤、或两者兼有——这是根据受伤者的叙述推测他受了重伤,且如果是被他人所伤,则打人者力量更强,以及致伤的投掷物属于杀伤力大的一类,再者该人感到眩晕、眼前发黑、昏迷并倒地——在这些情况发生时,如果你仍无法辨别骨骼是否开裂、挫伤或两者兼有,且完全无法看见损伤,那么必须在骨骼上浇上最黑的液状药物,并用融化的黑色药物敷在伤口上,在下面垫一块用油浸湿的细麻布,然后用大麦粉面团敷贴并包扎。
τῇ δ᾿ ὑστεραίῃ, ἀπολύσαντα, ἐκκαθήραντα τὸ ἕλκος, ἐπιξῦσαι.
第二天,解开包扎,清理干净伤口,再次刮擦。
Καὶ ἢν μὴ ᾖ ὑγιὲς, ἀλλ᾿ ἐῤῥώγῃ καὶ πεφλασμένον ᾖ, τὸ μὲν ἄλλο ἔσται ὀστέον λευκὸν ἐπιξυόμενον· ἡ δὲ ῥωγμὴ καὶ ἡ φλάσις, κατατακέντος τοῦ φαρμάκου, δεξαμένη τὸ φάρμακον ἐς ἑωυτὴν μέλαν ἐὸν, ἔσται μέλαινα ἐν λευκῷ τῷ ὀστέῳ τῷ ἄλλῳ.
如果骨骼不健康,而是有裂纹且有挫伤,那么在刮擦时,骨骼的其他部分将呈现白色,而裂纹和挫伤,由于融化的药物呈黑色并被吸入其中,将在呈白色的其他骨骼中显现为黑色。
Ἀλλὰ χρὴ αὖθις τὴν ῥωγμὴν ταύτην φανεῖσαν μέλαιναν ἐπιξέειν κατὰ βάθος· καὶ ἢν μὲν ἐπιξύων τὴν ῥωγμὴν ἐξέλῃς καὶ ἀφανέα ποιήσῃς, φλάσις μὲν γεγένηται τοῦ ὀστέου ἢ μᾶλλον ἢ ἧσσον, ἥτις περιέῤῥηξε καὶ τὴν ῥωγμὴν τὴν ἀφανισθεῖσαν ὑπὸ τοῦ ξυστῆρος·
但是,你必须再次向深处刮擦这道显现为黑色的裂纹;如果你在刮擦时除去了这道裂纹并使其消失,那么骨骼就发生了或多或少的挫伤,正是这种挫伤在周围引起了被刮刀消除的裂纹。
ἧσσον δὲ φοβερὸν καὶ ἧσσον ἂν πρῆγμα ἀπ᾿ αὐτέης γένοιτο ἀφανισθείσης τῆς ῥωγμῆς.
如果裂纹消失了,那么由此产生的后果就不那么可怕,麻烦也会减少。
Ἢν δὲ κατὰ βάθος ᾖ καὶ μὴ ἐθέλῃ ἐξιέναι ἐπιξυομένη, ἀφίκει ἐς πρίσιν ἡ τοιαύτη ξυμφορή.
但如果它很深,在刮擦时不想消失,这种情况就达到了需要锯开的程度。
Ἀλλὰ χρὴ πρίσαντα τὰ λοιπὰ ἰητρεύειν τὸ ἔλκος.
因此,必须在锯开后治疗伤口的其余部分。

词汇与语法注释

  1. 14ὀστέων εἵνεκα τῆς σαρκὸς ἐψιλωμένων — 介词 εἵνεκα 支配名词 ὀστέων 与分词 ἐψιλωμένων 结合的整个属格短语,表示目的:“为了暴露于肌肉之外的骨骼(的探查)”。
  2. 14μὴ πολλάκις... προσγένηται — 使用虚拟语气的预防或担忧从句(μὴ + 虚拟语气)。副词 πολλάκις 在条件从句或担忧从句中并非表示“经常”,而是起到了“或许”、“万一”(lest perhaps)的作用,用以加强潜在可能性。
  3. 14οὐ δεῖ... μὴ ὑπερβάλλειν ἀπρίωτον — 带有双重否定的非人称句。οὐ δεῖ(不应该)与 μὴ ὑπερβάλλειν(不超过)结合,表示“不应该在未锯开的情况下超过三天”,即“必须在三天之内进行锯骨(穿头术)”,表达了强烈的紧迫性。
  4. 14Ἢν δὲ ὑποπτεύσῃς... δεῖ δὴ — 结构复杂的长条件句。以 Ἢν δὲ ὑποπτεύσῃς(但如果你怀疑)开始,通过分词 τεκμαιρόμενος 插入了患者口述、加害者力量、投掷物性质、眩晕和昏厥症状等各种间接证据,在经历“如果仍无法辨别”(ἢν μὴ διαγινώσκῃς)之后,最终指向 ¦p.240¦ 中主句的主动词 δεῖ δὴ(必须)。
  5. p.242κατατακέντος τοῦ φαρμάκου — 属格独立结构(genitive absolute)。表示时间或条件:“当药物(在裂缝中)融化并渗透时”。

引用这一段

希波克拉底, 论头部创伤 §14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg007.humanitext-grc1:14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。