← ヒポクラテス

頭部の損傷について

§15-17

周囲の軟部組織の処置と骨片脱落・陥没の保存療法

創傷周囲の肉の適切な治療の重要性と硬膜の保護について述べ、壊死した骨片の自然脱落を促す方法、および陥没骨折における積極的な介入の回避と肉の再生による自然挙上について説明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§15

​15. Φυλάσσεσθαι δὲ χρὴ, ὅκως μή τι κακὸν ἀπολαύσῃ τὸ ὀστέον ἀπὸ τῆς σαρκὸς, ἢν κακῶς ἰητρεύηται. Ὀστέῳ γὰρ καὶ πεπρισμένῳ, καὶ ἄλλως ἐψιλωμένῳ, ὑγιεῖ δὲ ἐόντι, καὶ ἔχοντί τι σίνος ὑπὸ τοῦ βέλεος, δοκέοντι δὲ ὑγιεῖ εἶναι, κίνδυνός ἐστι μᾶλλον ὑπόπυον γενέσθαι (ἢν καὶ ἄλλως μὴ μέλλῃ), ἢν καὶ ἡ σὰρξ ἡ περιέχουσα τὸ ὀστέον κακῶς θεραπεύηται, καὶ φλεγμαίνηται, καὶ περισφίγγηται· πυρετῶδες γὰρ γίγνεται, καὶ πολλοῦ φλογμοῦ πλέον. Καὶ δὴ τὸ ὀστέον ἐκ τῶν περιεχουσῶν σαρκέων ἐς ἑωυτὸ θέρμην τε καὶ φλογμὸν καὶ ἄραδον ἐμποιέει καὶ σφυγμὸν, καὶ ὅσα περ ἡ σὰρξ ἔχει κακὰ ἐν ἑωυτέῃ, καὶ ἐκ τουτέων ὧδε ὑπόπυον γίνεται. Κακὸν δὲ καὶ ὑγρήν τε εἶναι τὴν σάρκα ἐν τῷ ἕλκει καὶ μυδῶσαν, καὶ ἐπὶ πολλὸν χρόνον καθαίρεσθαι. Ἀλλὰ χρὴ διάπυον μὲν ποιῆσαι τὸ ἕλκος ὡς τάχιστα· οὕτω γὰρ ἂν ἥκιστα φλεγμαίνοι τὰ περιέχοντα τὸ ἕλκος, καὶ τάχιστα καθαρὸν εἴη· ἀνάγκη γὰρ ἔχει1 τὰς σάρκας τὰς κοπείσας καὶ φλασθείσας ὑπὸ τοῦ βέλεος, ὑποπύους γενομένας, ἐκτακῆναι. Ἐπειδὰν δὲ καθαρθῇ, ξηρότερον χρὴ γίγνεσθαι τὸ ἕλκος· οὕτω γὰρ ἂν τάχιστα ὑγιὲς γένοιτο, ξηρῆς σαρκὸς βλαστούσης καὶ μὴ ὑγρῆς, καὶ οὕτως οὐκ ἂν ὑπερσαρκήσειε τὸ ἕλκος. Ὁ δ᾿ αὐτὸς λόγος καὶ ὑπὲρ τῆς μήνιγγος τῆς περὶ τὸν ἐγκέφαλον· ἢν γὰρ αὐτίκα ἐκπρίσας τὸ ὀστέον καὶ ἀφελὼν ἀπὸ τῆς μήνιγγος ψιλώσῃς, αὐτὴν καθαρὴν χρὴ ποιῆσαι ὡς τάχιστα καὶ ξηρὴν, ὡς μὴ ἐπὶ πουλὺν χρόνον ὑγρὴ ἐοῦσα μυδήῃ τε καὶ ἐξαίρηται· τούτων γὰρ οὕτω γιγνομένων, σαπῆναι αὐτὴν κίνδυνος.

​15. また、肉の治療が不適切に行われた場合に、骨が肉から何らかの悪影響を被ることがないよう、用心しなければならない。なぜなら、鋸で挽かれた骨や、それ以外に剥き出しになった骨であって、健全であるもの、あるいは飛び道具によって何らかの損傷を被っているが健全であるように見えるものにとって、それを取り囲む肉が不適切に治療され、炎症を起こし、締め付けられるならば、(そうでなければそのようになるはずがないとしても)膿を持つようになる危険性がより高くなるからである。なぜなら、それは熱を帯び、激しい炎症に満ちるからである。そして実際、骨は取り囲む肉から、熱や炎症、動揺、拍動、その他肉がそれ自体の中に抱えるあらゆる悪しき状態を自らの内へと引き起こし、これらによって、このようにして膿を持つようになるのである。また、傷口の中の肉が湿ってじくじくしており、長い間浄化されないままであることも良くない。むしろ、傷口をできるだけ早く十分に化膿させるべきである。そうすれば、傷口を取り囲む部分が最も炎症を起こしにくく、最も早く浄化されるであろう。なぜなら、飛び道具によって切られ、また挫傷した肉は、化膿したのちに融解して流れ出すことが不可避だからである。そして、浄化されたなら、傷口はより乾燥した状態にならねばならない。そうすれば、湿った肉ではなく乾燥した肉が芽生え、最も早く治癒するであろうし、このようにして傷口に余分な肉が盛り上がることもないであろう。同じ理屈は、脳を取り囲む硬膜についても当てはまる。なぜなら、もしあなたがすぐに骨を鋸で挽いて取り除き、硬膜から剥き出して露出させるならば、硬膜が長い間湿ったままでじくじくし、腫れ上がることがないように、それをできるだけ早く清潔で乾燥した状態にしなければならないからである。なぜなら、これらの事態がそのようにして起こるならば、硬膜が壊死する危険があるからである。

§16

​16. Ὀστέον δὲ, ὅ τι δεῖ ἀποστῆναι ἀπὸ τοῦ ἄλλου ὀστέου, ἕλκεος ἐν κεφαλῇ γενομένου, ἕδρης τε ἐούσης τοῦ βέλεος ἐν τῷ ὀστέῳ, ἢ ἄλλως ἐπὶ πουλὺ ψιλωθέντος τοῦ ὀστέου, ἀφίσταται ἐπὶ πουλὺ ἔξαιμον γινόμενον. Ἀναξηραίνεται γὰρ τὸ αἷμα ἐκ τοῦ ὀστέου ὑπό τε τοῦ χρόνου καὶ ὑπὸ φαρμάκων τῶν πλείστων· τάχιστα δ᾿ ἆν ἀποσταίη, εἴ τις τὸ ἕλκος ὡς τάχιστα καθήρας ξηραίνοι τὸ λοιπὸν τό τε ἕλκος καὶ τὸ ὀστέον, καὶ τὸ μεῖζον καὶ τὸ ἧσσον. Τὸ γὰρ τάχιστα ἀποξηρανθὲν καὶ ἀποστρακωθὲν τούτῳ μάλιστα ἀφίεται ἀπὸ τοῦ ἄλλου ὀστέου τοῦ ἐναίμου τε καὶ ζῶντος αὐτέου, ἔξαιμόν τε γενόμενον καὶ ξηρὸν τῷ ἐναίμῳ καὶ ζῶντι μάλα ἐφίσταται.

​16. 頭部に傷が生じ、骨に飛び道具の痕があるか、あるいはそれ以外に骨が広範囲にわたって剥き出しになり、他の骨から剥がれ落ちる必要のある骨は、血液を失って大部分が剥がれ落ちる。なぜなら、骨から血液が、時間の経過と大半の薬剤によって乾燥してしまうからである。しかし、もし人が傷口をできるだけ早く浄化した上で、その後は傷口と骨を、大きいものであれ小さいものであれ、乾燥させるならば、最も早く剥がれ落ちるであろう。なぜなら、最も早く乾燥し、かさぶた状になったものは、これにより、血が通い生きている他の骨から最も容易に分離するからであり、血を失って乾燥したものは、血が通い生きているものの上に著しく浮き上がるからである。

§17

​17. Ὅσα δὲ τῶν ὀστέων ἐσφλᾶται ἔσω ἐκ τῆς φύσιος τῆς ἑωυτῶν, καταῤῥαγέντα ἢ καὶ διακοπέντα πάνυ εὐρέα, ἀκινδυνότερα τὰ τοιαῦτα2 γίνεται, ἐπὴν ἡ μῆνιγξ ὑγιὴς ᾖ· καὶ τὰ πλέοσι ῥωγμῇσιν ἐσκαταῤῥαγέντα καὶ εὐρυτέρῃσιν, ἔτι ἀκινδυνότερα καὶ εὐμαρέστερα ἐς τὴν ἀφαίρεσιν γίνεται. Καὶ οὐ χρὴ πρίειν τῶν τοιούτων οὐδὲν, οὐδὲ κινδυνεύειν τὰ ὀστέα πειρώμενον ἀφαιρέειν, πρὶν ἢ αὐτόματα ἐπανίῃ, οἴδεος πρῶτον χαλάσαντος. Ἐπανέρχεται δὲ τῆς σαρκὸς ὑποφυομένης· ὑποφύεται δὲ ἐκ τῆς διπλόης τοῦ ὀστέου καὶ ἐκ τοῦ ὑγιέος, ἢν ἡ ἄνωθεν μοῖρα μούνη σφακελίσῃ. Οὕτω δ᾿ ἂν τάχιστα ἥ τε σὰρξ ὑποφύοιτο καὶ βλαστάνοι, καὶ τὰ ὀστέα ἐπανίοι, εἴ τις τὸ ἕλκος ὡς τάχιστα διάπυον ποιήσας καθαρὸν ποιήσηται. Καὶ ἢν διὰ παντὸς τοῦ ὀστέου ἄμφω αἱ μοῖραι ἐσφλασθῶσιν ἔσω ἐς τὴν μήνιγγα, ἥ τε ἄνω μοίρη τοῦ ὀστέου καὶ ἡ κάτω, ἰητρεύοντι ὡσαύτως τὸ ἕλκος ὑγιὲς τάχιστα ἔσται, καὶ τὰ ὀστέα τάχιστα ἐπάνεισι, τὰ ἐσφλασθέντα ἔσω.

​17. しかし、骨のうちで、砕かれるか、あるいは極めて広く切り裂かれて、自らの自然な位置から内側へと陥没しているものは、硬膜が健全であるならば、そのようなものは危険がより少ない。また、より多くの、そしてより広い亀裂を伴って内側へと砕け落ちているものは、さらに危険が少なく、取り除くことがより容易である。そして、このようなものについては、鋸で挽くべきではなく、また、腫れがまず引いてからそれらが自然に上昇してくる前に、骨を取り除こうと試みて危険を冒すべきではない。それらは、肉が下から生えてくることによって上昇してくるのである。そして、もし骨の外板だけが壊死するならば、肉は骨の板間層や健全な部分から下から生えてくる。もし人が傷口をできるだけ早く化膿させ、清潔にするならば、そのようにして肉が最も早く下から生えて発育し、骨が上昇してくるであろう。また、もし骨の全体にわたって、骨の上方の部分と下方の部分の双方が硬膜の方へと内側に陥没している場合でも、同様の方法で治療するならば、傷口は最も早く健康になり、内側に陥没した骨は最も早く上昇してくるであろう。

構文注2 件
  1. 15ἀνάγκη γὰρ ἔχει

    非人称構文 ἀνάγκη ἐστί(〜が不可避である)に類似するが、ここでは ἀνάγκη が主語で ἔχει を伴い、「必要性が〜を支配する」あるいは「〜せざるを得ない」という強い必然性を示す表現として機能している。不定詞 ἐκτακῆναι(融解する)の意味上の主語は対格の τὰς σάρκας である。

  2. 17Ὅσα δὲ τῶν ὀστέων ... τὰ τοιαῦτα

    主節の主語 τὰ τοιαῦτα(そのようなもの)は、先行する関係節 Ὅσα δὲ τῶν ὀστέων ἐσφλᾶται... 全体を指す指示代名詞であり、文頭の関係節を先取りまたは総括する役割を果たしている(懸垂構造の一種)。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0627.tlg007.humanitext-grc1:15-17