§1313. Περὶ δὲ ἰήσιος τρωσίων τῶν ἐν τῇ κεφαλῇ, καὶ ὡς χρὴ ἐξελέγχειν τὰς πάθας τὰς ἐν τῷ ὀστέῳ γινομένας τὰς μὴ φανερὰς, ὧδέ μοι δοκέει.
13. 关于头部创伤的治疗,以及如何探查骨骼中不明显的损伤,我的看法如下。
Ἕλκος ἐν τῇ κεφαλῇ οὐ χρὴ τέγγειν οὐδενὶ, οὐδὲ οἴνῳ, ἀλλ᾿ ὡς ἥκιστα· οὐδὲ καταπλάσσειν, οὐδὲ μοτῷ τὴν ἴησιν ποιέεσθαι, οὐδ᾿ ἐπιδεῖν χρὴ ἕλκος ἐν κεφαλῇ, ἢν μὴ ἐν τῷ μετώπῳ ᾖ τὸ ἕλκος, ἐν τῷ ψιλῷ τῶν τριχῶν, ἢ περὶ τὴν ὀφρὺν καὶ τὸν ὀφθαλμόν.
头部的伤口绝不能用任何液体弄湿,即使是酒也不行,而应尽可能避免;也不应敷贴膏药,或用敷料进行治疗,也不应对头部的伤口进行包扎,除非伤口位于额头、没有头发的部分,或者在眉毛和眼睛周围。
Ἐνταῦθα δὲ γινόμενα τὰ ἕλκεα καταπλάσιος καὶ ἐπιδέσιος μᾶλλον κέχρηται ἤ κου ἄλλοθι τῆς κεφαλῆς τῆς ἄλλης.
因为发生在这里的伤口,比头部其他任何地方都更需要敷药和包扎。
Περιέχει γὰρ ἡ κεφαλὴ ἡ ἄλλὴ τὸ μέτωπον πᾶν· ἐκ δὲ τῶν περιεχόντων τὰ ἕλκεα, καὶ ἐν ὅτῳ ἂν ᾖ τὰ ἕλκεα, φλεγμαίνει καὶ ἐπανοιδίσκεται δι᾿ αἵματος ἐπιῤῥοήν.
因为头部的其他部分包围着整个额头;从伤口周围的部分,以及伤口所在的任何部位,都会因血液的流入而发炎并肿胀。
Χρὴ δὲ οὐδὲ τὰ ἐν τῷ μετώπῳ διὰ παντὸς τοῦ χρόνου καταπλάσσειν καὶ ἐπιδεῖν, ἀλλ᾿ ἐπειδὰν παύσηται φλεγμαίνοντα, καὶ τὸ οἴδημα καταστῇ, παύσασθαι καταπλάσσοντα καὶ ἐπιδέοντα.
但即使是额头的伤口,也不应始终进行敷药和包扎,而应在炎症消退、肿胀平息后,停止敷药和包扎。
Ἐν δὲ τῇ ἄλλῃ κεφαλῇ ἕλκος οὔτε μοτοῦν χρὴ, οὔτε καταπλάσσειν, οὔτ᾿ ἐπιδεῖν, εἰ μὴ καὶ τομῆς δέοιτο.
而在头部的其他部分,除非伤口也需要切开,否则既不能用敷料塞纳,也不能敷药,更不能包扎。
Τάμνειν δὲ χρὴ τῶν ἑλκέων τῶν ἐν τῇ κεφαλῇ γινομένων, καὶ ἐν τῷ μετώπῳ, ὅκου ἂν τὸ μὲν ὀστέον ψιλὸν ᾖ τῆς σαρκὸς, καὶ δοκέῃ τι σίνος ἔχειν ὑπὸ τοῦ βέλεος, τὰ ἕλκεα μὴ ἱκανὰ τὸ μέγεθος τοῦ μήκεος καὶ τῆς εὐρύτητος ἐς τὴν σκέψιν τοῦ ὀστέου, εἴ τι πέπονθεν ὑπὸ τοῦ βέλεος κακὸν, καὶ ὁκοῖόν τι πέπονθε, καὶ ὅσον μὲν ἡ σὰρξ πέφλασται, καὶ τὸ ὀστέον ἔχει τὸ σίνος, καὶ δ᾿ αὖ εἰ ἀσινές τέ ἐστι τὸ ὀστέον ὑπὸ τοῦ βέλεος, καὶ μηδὲν πέπονθε κακὸν, καὶ ἐς τὴν ἴησιν, ὁκοίης τινὸς δεῖται τό τε ἕλκος, ἥ τε σὰρξ, καὶ ἡ πάθη τοῦ ὀστέου Τὰ δὴ τοιαῦτα τῶν ἑλκέων τομῆς δεῖται.
但是,在头部和额头发生的创伤中,如果骨骼已从肌肉中暴露出来,且看起来因投掷物而受到某种损伤,但伤口本身的长度和宽度不够大,不足以用来观察骨骼是否因投掷物而受到任何损害、受到了何种损害、肌肉被挫伤到什么程度、骨骼是否存有损伤,或者相反,骨骼是否未受投掷物伤害且未遭受任何损害,以及在治疗方面,伤口、肌肉和骨骼的损伤需要何种治疗,在这些情况下,就必须切开伤口。 这类创伤确实需要切开。
Καὶ ἂν μὲν τὸ ὀστέον ψιλωθῇ τῆς σαρκὸς, ὑπόκοιλα δὲ ᾖ ἐς πλάγιον ἐπιπολὺ, ἐπανατάμνειν τὸ κοῖλον, ὅκου μὴ εὐχερὲς τῷ φαρμάκῳ ἐφικέσθαι, ὁκοίῳ ἄν τινι χρῇ· καὶ τὰ κυκλοτερέα τῶν ἑλκέων καὶ ὑπόκοιλα ἐπὶ πουλὺ καὶ τὰ τοιαῦτα, ἐπανατάμνων τὸν κύκλον διχῆ κατὰ μῆκος, ὡς πέφυκεν ὥνθρωπος, μακρὸν ποιέειν τὸ ἕλκος.
如果骨骼暴露于肌肉之外,且向侧方有大范围的皮下空洞,则必须在所使用的任何药物都不易到达的地方,将该空洞部进一步切开;对于呈圆形且皮下空洞范围很大的伤口及类似情况,应当顺着人体的自然纵向,将圆形的边缘向两端切开,使伤口变长。
Τάμνοντι δὲ κεφαλὴν, τὰ μὲν ἄλλα τῆς κεφαλῆς ἀσφαλείην ἔχει ταμνόμενα· ὁ δὲ κρόταφος, καὶ ἄνωθεν ἔτι τοῦ κροτάφου, κατὰ τὴν φλέβα τὴν διὰ τοῦ κροτάφου φεφομένην, τοῦτο δὲ τὸ χωρίον μὴ τάμνειν.
然而,在切开头部时,头部的其他部位切开是安全的;但太阳穴,以及太阳穴更上方的、沿着穿过太阳穴的血管的部位,这个区域切开是禁止的。
Σπασμὸς γὰρ ἐπιλαμβάνει τὸν τμηθέντα· καὶ ἢν μὲν ἐπ᾿ ἀριστερὰ τμηθῇ κροτάφου, τὰ ἐπὶ δεξιὰ ὁ σπασμὸς ἐπιλαμβάνει· ἤν δ᾿ ἐπὶ τὰ δεξιὰ τμηθῇ κροτάφου, τὰ ἐπ᾿ ἀριστερὰ ὁ σπασμὸς ἐπιλαμβάνει.
因为切开该部位会导致患者发生痉挛;如果切开太阳穴的左侧,痉挛会袭击右侧;如果切开太阳穴的右侧,痉挛会袭击左侧。