§1414. Ὅταν οὖν τάμνῃς ἕλκος ἐν κεφαλῇ ὀστέων εἵνεκα τῆς σαρκὸς ἐψιλωμένων, θέλων εἰδέναι εἴ τι ἔχει τὸ ὀστέον κακὸν ὑπὸ τοῦ βέλεος, ἢ καὶ οὐκ ἔχει, τάμνειν χρὴ τὸ μέγεθος τὴν ὠτειλὴν, ὅση ἂν δοκέῃ ἀποχρῆναι.
14. それゆえ、肉から剥き出しになった骨のために、飛び道具によって骨が何らかの損傷を被ったのか、あるいは被っていないのかを確かめようとして頭部の傷を切開するときには、十分であると思われるだけの大きさに傷口を切開しなければならない。
Τάμνοντα δὲ χρὴ ἀναστεῖλαι τὴν σάρκα ἀπὸ τοῦ ὀστέου, ᾗ πρὸς τῇ μήνιγγι καὶ πρὸς τῷ ὀστέῳ πέφυκεν·
切開する際には、骨膜や骨に付着している部分から肉を骨から剥ぎ取らねばならない。
ἔπειτα διαμοτῶσαι τὸ ἕλκος πᾶν μοτῷ, ὅστις εὐρύτατον τὸ ἕλκος παρέξει ἐς τὴν ὑστεραίην ξὺν ἐλαχίστῳ πόνῳ·
次いで、翌日に最小限の痛みで傷口を最も広く開いた状態にしてくれるようなリントを傷全体に詰め、リントを詰めたなら、リントを施しているのと同程度の間、湿布を用いるべきである。
μοτώσαντα δὲ καταπλάσματι χρῆσθαι, ὅσον ἂν χρόνον καὶ τῷ μοτῷ, μάζην ἐκ λεπτῶν ἀλφίτων ἐν ὄξει διαμάσσειν, ἢ ἕψειν καὶ γλίσχρην ποιέειν ὡς μάλιστα.
その湿布としては、細かく挽いた大麦粉の練り物を酢の中でこねるか、あるいは煮て、できるだけ粘り気のあるものにすべきである。
Τῇ δ᾿ ὑστεραίῃ ἡμέρῃ, ἐπειδὰν ἐξέλῃς τὸν μοτὸν, κατιδὼν τὸ ὀστέον ὅ τι πέπονθεν, ἐὰν μή σοι καταφανὴς ᾖ ἡ τρῶσις, ὁκοίη τίς ἐστιν ἐν τῷ ὀστέῳ, μηδὲ διαγινώσκῃς εἴ τέ τι ἔχει τὸ ὀστέον κακὸν ἐν ἑωυτέῳ, ἢ καὶ οὐκ ἔχει, τὸ δὲ βέλος δοκέῃ ἀφικέσθαι ἐς τὸ ὀστέον καὶ σίνασθαι, ἐπιξύειν χρὴ τῷ ξυστῆρι κατὰ βάθος καὶ κατὰ μῆκος τοῦ ἀνθρώπου ὡς πέφυκε, καὶ αὖθις ἐπικάρσιον τὸ ὀστέον, τῶν ῥηξίων εἵνεκα τῶν ἀφανέων ἰδεῖν, καὶ τῆς φλάσιος εἵνεκα τῆς ἀφανέος, τῆς οὐκ ἐσφλωμένης ἔσω ἐκ τῆς φύσιος τῆς κεφαλῆς τοῦ ἄλλου ὀστέου.
翌日、リントを取り除いたとき、骨がどのような損傷を被っているかを見て、もし骨にある損傷がどのようなものであるかあなたに明らかでなく、また骨がそれ自体の中に何か損傷を被っているか否かを識別できないが、しかし飛び道具が骨に達して損傷を与えたと思われるならば、スクレイパーを用いて、人間の体の自然な方向に沿って縦に深く、さらにまた交差するように骨を削るべきである。 これは、目に見えない亀裂や、頭部の他の骨の自然な状態から内側へと陥没していない目に見えない挫傷を確認するためである。
Ἐξελέγχει γὰρ ἡ ξύσις μάλα τὸ κακὸν, ἢν μὴ καὶ ἄλλως καταφανέες ἔωσιν αὗται αἱ πάθαι ἐοῦσαι ἐν τῷ ὀστέῳ.
なぜなら、もし骨にあるこれらの損傷が、削らなくても明らかでないとすれば、削ることはその損傷を実によく明らかにするからである。
Καὶ ἢν ἕδρην ἴδῃς ἐν τῷ ὀστέῳ τοῦ βέλεος, ἐπιξύειν χρὴ αὐτήν τε τὴν ἕδρην, καὶ τὰ περιέχοντα αὐτὴν ὀστέα, μὴ πολλάκις τῇ ἕδρῃ προσγένηται ῥῆξις καὶ φλάσις, ἢ μούνη φλάσις, ἔπειτα λανθάνῃ οὐ καταφανέα ἐόντα.
また、もし骨に飛び道具の痕が見られるならば、その痕に亀裂や挫傷、あるいは挫傷だけが随伴していて、それらが明らかでないために見過ごされることがないように、その痕自体と、それを取り囲む骨を削るべきである。
Ἐπειδὰν δὲ ξύσῃς τὸ ὀστέον τῷ ξυστῆρι, ἢν μὲν δοκέῃ ἐς πρίσιν ἀφίκειν ἡ τρῶσις τοῦ ὀστέου, πρίειν χρὴ, καὶ οὐ δεῖ τὰς τρεῖς ἡμέρας μὴ ὑπερβάλλειν ἀπρίωτον, ἀλλ᾿ ἐν ταύτῃσι πρίειν, ἄλλως τε καὶ τῆς θερμῆς ὥρης, ἢν ἐξ ἀρχῆς λαμβάνῃς τὸ ἴημα.
そして、スクレイパーで骨を削ったとき、もし骨の損傷が鋸で挽くことにまで達していると思われるならば、鋸で挽かねばならず、挽かずに三日を過ぎてはならず、この期間内に挽くべきである。 あなたが最初から治療を引き受けているならば、暑い季節にはなおさらそうすべきである。
Ἢν δὲ ὑποπτεύσῃς μὲν τὸ ὀστέον ἐῤῥωγέναι, ἢ πεφλάσθαι, ἢ ἀμφότερα ταῦτα, τεκμαιρόμενος, ὅτι ἰσχυρῶς τετρωται, ἐκ τῶν λόγων τοῦ τρωματίου, καὶ ὅτι ὑπὸ ἰσχυροτέρου τοῦ τρώσαντος, ἢν ἕτερος ὑφ᾿ ἑτέρου τρωθῇ, καὶ τὸ βέλος ὅτῳ ἐτρώθη, ὅτι τῶν κακούργων βελέων ἦν, ἔπειτα τὸν ἄνθρωπον ὅτι δῖνός τε ἔλαβε καὶ σκότος, καὶ ἐκαρώθη καὶ κατέπεσεν· τούτων δὲ οὕτω γιγνομένων, ἢν μὴ διαγινώσκῃς εἰ ἔῤῥωγε τὸ ὀστέον, ἢ πέφλασται, ἢ καὶ ἀμφότερα ταῦτα, μήτε ὅλως ὁρᾷν δύνῃ, δεῖ δὴ, ἐπὶ τὸ ὀστέον τὸ τηκτὸν τὸ μελάντατον δεύσαντα, τῷ μέλανι φαρμάκῳ τῷ τηκομένῳ στεῖλαι τὸ ἕλκος, ὑποτείναντα ὀθόνιον, ἐλαίῳ τέγξαντα, εἶτα καταπλάσαντα τῇ μάζῃ ἐπιδῆσαι·
しかし、もしあなたが骨に亀裂があるか、あるいは挫傷しているか、あるいはその両方であると疑うならば――それは、激しく負傷したという負傷者の言葉、また他人に傷つけられたのであれば、傷つけた者がより強い力を持っていたこと、傷を負わせた武器が有害なものであったこと、さらにその人が眩暈を覚え、目の前が暗くなり、朦朧として倒れたことによって推測されるのであるが――これらの状況がありながら、骨に亀裂があるか、挫傷しているか、あるいはその両方であるかを識別できず、また全くそれを見ることができないならば、骨の上に極めて黒い融解する薬を注ぎ、その融解する黒い薬で傷を覆い、オリーブ油で湿らせた薄い布を下に敷き、次いで大麦の練り物で湿布をして包帯を巻かなければならない。
τῇ δ᾿ ὑστεραίῃ, ἀπολύσαντα, ἐκκαθήραντα τὸ ἕλκος, ἐπιξῦσαι.
そして翌日、包帯を解き、傷をきれいに掃除して、さらに削るべきである。
Καὶ ἢν μὴ ᾖ ὑγιὲς, ἀλλ᾿ ἐῤῥώγῃ καὶ πεφλασμένον ᾖ, τὸ μὲν ἄλλο ἔσται ὀστέον λευκὸν ἐπιξυόμενον· ἡ δὲ ῥωγμὴ καὶ ἡ φλάσις, κατατακέντος τοῦ φαρμάκου, δεξαμένη τὸ φάρμακον ἐς ἑωυτὴν μέλαν ἐὸν, ἔσται μέλαινα ἐν λευκῷ τῷ ὀστέῳ τῷ ἄλλῳ.
もし骨が健全ではなく、亀裂があり挫傷しているならば、削られたとき、骨の他の部分は白いままであるが、亀裂と挫傷の箇所は、融け込んだ薬がその内部に吸い込まれて黒くなっているため、白い他の骨の中で黒く現れるであろう。
Ἀλλὰ χρὴ αὖθις τὴν ῥωγμὴν ταύτην φανεῖσαν μέλαιναν ἐπιξέειν κατὰ βάθος·
しかし、このように黒く現れた亀裂を、再び深く削らなければならない。
καὶ ἢν μὲν ἐπιξύων τὴν ῥωγμὴν ἐξέλῃς καὶ ἀφανέα ποιήσῃς, φλάσις μὲν γεγένηται τοῦ ὀστέου ἢ μᾶλλον ἢ ἧσσον, ἥτις περιέῤῥηξε καὶ τὴν ῥωγμὴν τὴν ἀφανισθεῖσαν ὑπὸ τοῦ ξυστῆρος·
そして、もし削ることによってその亀裂を取り除き、見えなくしたならば、骨の挫傷が多かれ少なかれ生じており、それが、スクレイパーによって消失した亀裂をも周囲に引き起こしたのである。
ἧσσον δὲ φοβερὸν καὶ ἧσσον ἂν πρῆγμα ἀπ᾿ αὐτέης γένοιτο ἀφανισθείσης τῆς ῥωγμῆς.
しかし、その亀裂が消失したならば、そこから生じる事態はより恐ろしくなく、深刻ではないものとなるであろう。
Ἢν δὲ κατὰ βάθος ᾖ καὶ μὴ ἐθέλῃ ἐξιέναι ἐπιξυομένη, ἀφίκει ἐς πρίσιν ἡ τοιαύτη ξυμφορή.
だが、もしそれが深く、削っても消えようとしないならば、そのような状態は鋸で挽くことに至る。
Ἀλλὰ χρὴ πρίσαντα τὰ λοιπὰ ἰητρεύειν τὸ ἔλκος.
それゆえ、鋸で挽いた上で、残りの期間は傷を治療しなければならない。