← ヒポクラテス

頭部の損傷について

§13

頭部創傷の処置法と骨の精査のための切開規則

頭部の創傷における湿布や包帯の使用基準(額の傷という例外)と、骨を精査するための創傷切開の基準・方法、および対側性痙攣を避けるためのこめかみ周辺の切開禁止について述べている。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§13

​13. Περὶ δὲ ἰήσιος τρωσίων τῶν ἐν τῇ κεφαλῇ, καὶ ὡς χρὴ ἐξελέγχειν τὰς πάθας τὰς ἐν τῷ ὀστέῳ γινομένας τὰς μὴ φανερὰς, ὧδέ μοι δοκέει. Ἕλκος ἐν τῇ κεφαλῇ οὐ χρὴ τέγγειν οὐδενὶ, οὐδὲ οἴνῳ, ἀλλ᾿ ὡς ἥκιστα· οὐδὲ καταπλάσσειν, οὐδὲ μοτῷ τὴν ἴησιν ποιέεσθαι, οὐδ᾿ ἐπιδεῖν χρὴ ἕλκος ἐν κεφαλῇ, ἢν μὴ ἐν τῷ μετώπῳ ᾖ τὸ ἕλκος, ἐν τῷ ψιλῷ τῶν τριχῶν, ἢ περὶ τὴν ὀφρὺν καὶ τὸν ὀφθαλμόν. Ἐνταῦθα δὲ γινόμενα τὰ ἕλκεα καταπλάσιος καὶ ἐπιδέσιος μᾶλλον κέχρηται ἤ κου ἄλλοθι τῆς κεφαλῆς τῆς ἄλλης. Περιέχει γὰρ ἡ κεφαλὴ ἡ ἄλλη τὸ μέτωπον πᾶν· ἐκ δὲ τῶν περιεχόντων τὰ ἕλκεα,1 καὶ ἐν ὅτῳ ἂν ᾖ τὰ ἕλκεα, φλεγμαίνει καὶ ἐπανοιδίσκεται δι᾿ αἵματος ἐπιῤῥοήν. Χρὴ δὲ οὐδὲ τὰ ἐν τῷ μετώπῳ διὰ παντὸς τοῦ χρόνου καταπλάσσειν καὶ ἐπιδεῖν, ἀλλ᾿ ἐπειδὰν παύσηται φλεγμαίνοντα, καὶ τὸ οἴδημα καταστῇ, παύσασθαι καταπλάσσοντα καὶ ἐπιδέοντα. Ἐν δὲ τῇ ἄλλῃ κεφαλῇ ἕλκος οὔτε μοτοῦν χρὴ, οὔτε καταπλάσσειν, οὔτ᾿ ἐπιδεῖν, εἰ μὴ καὶ τομῆς δέοιτο. Τάμνειν δὲ χρὴ τῶν ἑλκέων τῶν ἐν τῇ κεφαλῇ γινομένων, καὶ ἐν τῷ μετώπῳ, ὅκου ἂν τὸ μὲν ὀστέον ψιλὸν ᾖ τῆς σαρκὸς, καὶ δοκέῃ τι σίνος ἔχειν ὑπὸ τοῦ βέλεος, τὰ ἕλκεα μὴ ἱκανὰ τὸ μέγεθος2 τοῦ μήκεος καὶ τῆς εὐρύτητος ἐς τὴν σκέψιν τοῦ ὀστέου, εἴ τι πέπονθεν ὑπὸ τοῦ βέλεος κακὸν, καὶ ὁκοῖόν τι πέπονθε, καὶ ὅσον μὲν ἡ σὰρξ πέφλασται, καὶ τὸ ὀστέον ἔχει τὸ σίνος, καὶ δ᾿ αὖ εἰ ἀσινές τέ ἐστι τὸ ὀστέον ὑπὸ τοῦ βέλεος, καὶ μηδὲν πέπονθε κακὸν, καὶ ἐς τὴν ἴησιν, ὁκοίης τινὸς δεῖται τό τε ἕλκος, ἥ τε σὰρξ, καὶ ἡ πάθη τοῦ ὀστέου Τὰ δὴ τοιαῦτα τῶν ἑλκέων τομῆς δεῖται. Καὶ ἂν μὲν τὸ ὀστέον ψιλωθῇ τῆς σαρκὸς, ὑπόκοιλα δὲ ᾖ ἐς πλάγιον ἐπιπολὺ, ἐπανατάμνειν τὸ κοῖλον, ὅκου μὴ εὐχερὲς τῷ φαρμάκῳ ἐφικέσθαι, ὁκοίῳ ἄν τινι χρῇ· καὶ τὰ κυκλοτερέα τῶν ἑλκέων καὶ ὑπόκοιλα ἐπὶ πουλὺ καὶ τὰ τοιαῦτα, ἐπανατάμνων τὸν κύκλον διχῆ κατὰ μῆκος, ὡς πέφυκεν ὥνθρωπος,3 μακρὸν ποιέειν τὸ ἕλκος. Τάμνοντι δὲ κεφαλὴν,4 τὰ μὲν ἄλλα τῆς κεφαλῆς ἀσφαλείην ἔχει ταμνόμενα· ὁ δὲ κρόταφος, καὶ ἄνωθεν ἔτι τοῦ κροτάφου, κατὰ τὴν φλέβα τὴν διὰ τοῦ κροτάφου φερομένην, τοῦτο δὲ τὸ χωρίον μὴ τάμνειν. Σπασμὸς γὰρ ἐπιλαμβάνει τὸν τμηθέντα· καὶ ἢν μὲν ἐπ᾿ ἀριστερὰ τμηθῇ κροτάφου, τὰ ἐπὶ δεξιὰ ὁ σπασμὸς ἐπιλαμβάνει· ἤν δ᾿ ἐπὶ τὰ δεξιὰ τμηθῇ κροτάφου, τὰ ἐπ᾿ ἀριστερὰ ὁ σπασμὸς ἐπιλαμβάνει.

​13. 頭部の傷の治療、および骨に生じた、目に見えない損傷をいかに精査すべきかについて、私は次のように考える。頭部の創傷には、いかなるものも、ワインであっても湿らせてはならず、極力避けるべきである。また、湿布をあてがってはならず、リントを用いて治療を行ってはならず、頭部の創傷を包帯で包んでもいけない。ただし、その傷が額の、毛髪のない部分、あるいは眉や目の周辺にある場合は例外である。これらの部位に生じる傷は、頭部の他のいかなる場所よりも、湿布や包帯をより多く必要とする。なぜなら、頭部の他の部分が額全体を取り囲んでおり、傷を取り囲む部分から、また傷が存在するまさにその部分において、血液の流入によって炎症が生じ、腫れ上がるからである。しかし、額の傷であっても常に湿布や包帯を当て続けるべきではなく、炎症が収まり、腫れがひいたなら、湿布や包帯をやめるべきである。一方、頭部の他の部分の創傷は、切開を必要とする場合を除いては、リントを当てることも、湿布をすることも、包帯をすることもしてはならない。 しかし、頭部や額に生じる創傷の中で、骨が肉から剥き出しになっており、かつ飛び道具によって何らかの損傷を被っていると思われるもののうち、骨が飛び道具によって何か悪影響を被ったかどうか、またどのような損傷を被ったのか、肉がどの程度押し潰され、骨が損傷を被っているか、あるいは逆に骨が飛び道具による損傷を被っておらず何の害も受けていないかを調べるための、また治療に関して、創傷と肉、そして骨の損傷がどのような治療を必要としているかを見極めるための長さや幅の大きさが、創傷自体において十分でない場合には、切開を行わなければならない。このような創傷には実に切開が必要である。 そして、もし骨が肉から剥き出しになっており、それが横方向へ広範囲にわたって空洞になっているならば、用いるいかなる薬であっても届くのが容易でない箇所において、その空洞部をさらに切開して広げるべきである。また、円形をしており、かつ広範囲にわたって空洞になっているような創傷やそれに類するものについては、その円形の縁を、人間の自然な体の方向に沿って縦に二箇所切開することによって、創傷を長く引き伸ばすようにせよ。 しかし、頭部を切開する際、頭部の他の部分は切開しても安全であるが、こめかみ、およびこめかみのさらに上方の、こめかみを通って走る脈管に沿った部分、この部位は切開してはならない。なぜなら、切開された者には痙攣が起こるからである。そして、もしこめかみの左側が切開されたならば、痙攣は右側を襲い、もしこめかみの右側が切開されたならば、痙攣は左側を襲うのである。

構文注4 件
  1. 13ἐκ δὲ τῶν περιεχόντων τὰ ἕλκεα

    現在分詞 περιεχόντων(取り囲んでいる)は中性複数属格として実体化されており、前置詞 ἐκ(〜から)に支配され、後続の動詞 φλεγμαίνει および ἐπανοιδίσκεται の起点を示している。

  2. 13τάμνειν δὲ χρὴ τῶν ἑλκέων ... τὰ ἕλκεα μὴ ἱκανὰ τὸ μέγεθος

    主動詞 χρή に対する不定詞 τάμνειν(切開すべきである)の直接目的語は τὰ ἕλκεα(それらの傷を)であり、冒頭の属格句 των ἑλκέων ...(頭部等に生じる傷の中で)はこれにかかる部分属格。長大な関係節や説明句が挿入されて構造が見えにくくなっているが、文の骨格は「頭部に生じる傷のうち、〜なものを切開すべきである」となる。

  3. 13ὡς πέφυκεν ὥνθρωπος

    接続詞 ὡς が導く節。ὥνθρωπος は ὁ ἄνθρωπος のクラシス(混交)。「人間が自然に構成されているように」という直訳から、横切る方向を避け「人体の自然な長軸方向(縦方向)に沿って」切開を行うべきであることを意味する。

  4. 13τάμνοντι δὲ κεφαλὴν

    現在分詞 τάμνοντι は与格。いわゆる「関与の与格」あるいは「基準の与格」であり、「頭を切開する者にとって」という条件・状況を表す。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-09-21)
  • 2026-09-21 AI校閲 — 原文 2 件
urn:cts:greekLit:tlg0627.tlg007.humanitext-grc1:13