← ヒポクラテス

急性病の養生法について(付録)

§29-39

逆さまつげや痔核の外科的処置と諸疾患の処方

逆さまつげや痔核の外科的処置および術後の養生法、ならびに蓄膿、赤痢、各種眼病、ヒステリーの識別、便秘や水腫に対する多様な処方(§29–39)。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§29

​29. Τριχώσιος. Ὑποθεὶς τὸ ῥάμμα τῇ βελόνῃ τῇ τὸ κύαρ ἐχούσῃ, κατὰ τὸ ὀξὺ τῆς ἄνω τάσιος τοῦ βλεφάρου ἐς τὸ κάτω διακεντήσας δίες, καὶ ἄλλο ὑποκάτω τούτου· ἀνατείνας δὲ τὰ ῥάμματα ῥάψον καὶ κατάδει, ἕως ἂν ἀποπέσῃ· κἢν μὲν ἱκανῶς ἔχῃ· εἰ δὲ μὴ, ἢν ἐλλείπῃ, ὀπίσω ποιέειν τὰ αὐτά. Καὶ τὰς αἱμοῤῥοΐδας τὸν· αὐτὸν τρόπον διώσεις τῇ βελόνῃ, ὡς παχύτατον εἰρίου οἰσυπηροῦ ῥάμμα καὶ ὡς μέγιστον ἀποδήσας, ἀσφαλεστέρη γὰρ γίγνεται ἡ θεραπείη· εἶτα ἀποπιέσας, τῷ σηπτῷ χρέο, καὶ μὴ βρέχε πρὶν ἀποπέσῃ, καὶ αἰεὶ μίην καταλίμπανε, καὶ μετὰ ταῦτα ἀναλαβὼν ἐλλεβορίσαι.1 Εἶτα γυμναζέσθω καὶ ἀφιδρούτω· γυμνασίου δὲ τρίψις, πάλη ἀπὸ ὄρθρου· δρόμου δὲ ἀπεχέσθω, καὶ μέθης, καὶ τῶν δριμέων ἔξω ὀριγάνου· ἐμεέτω δὲ δι᾿ ἑπτὰ ἡμερέων ἢ τρὶς ἐν τῷ μηνί· οὕτω γὰρ ἂν ἔχοι ἄριστα τὸ σῶμα· οἶνον δὲ κιῤῥὸν αὐστηρὸν, ὑδαρέα, καὶ ὀλίγον τὸ ποτὸν πινέτω.

​29. 逆さまつげの治療:針穴のある針に糸を通し、まぶたの上部の引っ張られている鋭い端から下へと刺し通して糸を通し、この下にもう一つ(の糸)を通しなさい。そして、それらの糸を引っ張り上げて縫い合わせ、脱落するまで縛っておきなさい。もしこれで十分であれば(それでよし)、もしそうでなく不十分であれば、再び同じことを行いなさい。また、痔核も同じ方法で針を用いて刺し通し、脂のついた羊毛のできるだけ太く大きな糸で縛りなさい。その方が治療がより安全になるからである。それから、それらを圧搾した上で、腐食剤を用い、脱落するまでは濡らしてはならない。そして常に(痔核を)一つ残しておき、その後、体力を回復させた上でヘレボロスを投与しなさい。その後、彼は運動して汗を流すべきである。運動としては、早朝からの摩擦やレスリング(がよい)。ランニング、深酒、そしてオレガノ以外の刺激の強い食べ物は避けるべきである。また、7日ごと、あるいは月に3回嘔吐すべきである。そうすれば、身体は最善の状態に保たれるからである。そして、淡黄色の辛口のワインを水で薄めて、少ない量で飲むべきである。

§30

​30. Τοῖσι δὲ ἐμπύοισι2 σκίλλης καταταμὼν κυκλίσκους ἕ ψεε ἐν ὕδατι, καὶ ἀποζέσας εὖ μάλα ἀπόχεον, καὶ ἐπιχέας ἄλλο ἕψεε, ἕως ἂν ἁπτομένῳ δίεφθον καὶ μαλθακὸν φανῇ· εἶτα τρίψας λεῖον, ξύμμισγε κύμινον πεφρυγμένον, καὶ λευκὰ σήσαμα, καὶ ἀμυγδάλας νέας τρίψας ἐν μέλιτι, ἐκλεικτὸν δίδου, καὶ ἐπὶ τούτῳ οἶνον γλυκύν· ῥοφήματα δὲ, μήκωνος τῆς λευκῆς ὑποτρίψας ὁκόσον λεκίσκιον, ὕδατι διεὶς σητανίου πλύματι ἀλεύρου, ἑψήσας, μέλι ἐπιχέας, χλιερὸν ἐπιῤῥοφέων, οὕτω διαγέτω τὴν ἡμέρην· εἶτα ἐς τὰ ἀποβαίνοντα λογιζόμενος τὸ δεῖπνον δίδου.

​30. 蓄膿患者に対しては:海葱の輪切りを水の中で煮て、十分に沸騰させた後にそのお湯を捨て、別のお湯を注いで、触ったときに完全に煮えて柔らかく感じられるまで煮なさい。それから、それを滑らかにつぶし、炒ったクミン、白ゴマ、新鮮なアーモンドを混ぜ、蜂蜜の中でつぶした上で、練り薬として与えなさい。そしてその後に甘口のワインを与えなさい。またスープとしては、白ケシを小さな器一杯ほどすりつぶし、上質な小麦粉の洗い汁とともに水に溶かし、煮て蜂蜜を注いだものを、温かい状態で少しずつすすりながら、このように一日を過ごさせなさい。それから、排泄物の状態を考慮に入れた上で、夕食を与えなさい。

§31

​31. Δυσεντερίης· κυάμων καθαρῶν τεταρτηόριον, καὶ ἐρυθροδάνου δυοκαίδεκα κάρφεα λεῖα ξυμμίξαντα καὶ ἑψήσαντα, λιπαρὸν διδόναι ἐκλείχειν.

​31. 赤痢に対しては:きれいにした豆4分の1と、アカネの枝12本をつぶして混ぜ合わせ、煮たものを、濃厚な練り薬として舐めさせて与えなさい。

§32

​32. Ὀφθαλμῶν· σποδὸς πεπλυμένη, λιπαρῷ πεφυρημένη, ὡς σταῖς μὴ ὑγρὸν,3 λεῖον τρίψας, ὀμφακίῳ τῷ τῆς πικρῆς ὄμφακος ἀνυγρήνας, ἐν ἡλίῳ τε ἀναξηρήνας, ὑγραίνειν ὡς ἐνάλειπτον· ὁκόταν δὲ ξηρὸν γένηται, λείῳ τετριμμένῳ ξηρῷ ὑπάλειφε τοὺς ὀφθαλμοὺς, καὶ παράπασσε τοὺς κανθούς.

​32. 眼病に対しては:洗浄した灰に、生地のように水っぽくならないように油脂を混ぜ、滑らかにつぶし、酸っぱい未熟ブドウの汁で湿らせ、天日で乾燥させた後、塗布剤となるように(再び)湿らせなさい。そして、それが乾燥したときは、滑らかにすりつぶした乾燥粉末を眼の下に薄く塗り、目頭と目尻に振りかけなさい。

§33

​33. Ὑγρῶν· ἐβένου δραχμὴν μίην, χαλκοῦ κεκαυμένου ἐννέα ὀβολοὺς ἐπ᾿ ἀκόνης τρίβων, κρόκου τριώβολον· ταῦτα τρίψας λεῖα, παράχεε οἴνου γλυκέος κοτύλην ἀττικὴν, κἄπειτα ἐς τὸν ἥλιον θεὶς, κατακαλύψας· ὁκόταν ξυνεψηθῇ, τούτῳ χρέο.

​33. 涙目(湿った眼病)に対しては:黒檀1ドラクマ、焼いた銅9オボルを砥石の上ですりつぶしたもの、サフラン3オボル。これらを滑らかにつぶし、アッティカ量としての甘口ワイン1コテュレを注ぎ、その後に覆いをして天日に置きなさい。それが一緒に煮詰まったら、これを用いなさい。

§34

​34. Πρὸς τὰς περιωδυνίας· χαλκίτιδος δραχμὴ, σταφυλῆς· ὁκόταν δυσὶν ἡμέρῃσι πεφθῇ, ἐκπιέσας, σμύρναν καὶ κρόκον τρίψας, καὶ ξυμμίξας τὸ γλεῦκος, ἕψησον ἐν τῷ ἡλίῳ, καὶ τούτῳ ὑπάλειφε τοὺς περιωδυνέοντας· ἔστω δὲ ἐν χαλκῷ ἀγγείῳ.

​34. 激しい痛みに対しては:カルキティス1ドラクマと、ブドウ。2日間(日光に当てて)醸されたら、それを搾り、没薬とサフランをつぶしてその果汁に混ぜ合わせ、天日で煮なさい。そしてこれを用いて激しい痛みに苦しむ人々の部位に塗りなさい。これは青銅の器に入れておくべきである。

§35

​35. Ὑπὸ ὑστερικῶν πνιγοένων γνῶσις· πιέσαι τοῖσι δακτύλοισι· κἢν αἴσθηται, ταῦτα ὑστερικά ἐστιν· ἢν δὲ μὴ, σπασμώδεα.

​35. 子宮の病(ヒステリー)によって窒息している人々の識別:指で圧迫しなさい。もし感覚があるなら、それは子宮に起因するものであり、もしないなら、痙攣によるものである。

§36

​36. Τοῖσιν ὑπνωτικοῖσι, μηκώνιον, λεκίσκοιν ἀττικὸν στρογγύλον, πόσις.

​36. 催眠を必要とする人々に対しては:ケシの汁、アッティカの丸い小皿1杯分が服用量である。

§37

​37. Λεπίδος μῆλαι4 τρεῖς τῷ πλάτει, καὶ ἀλήτου σητανίου κόλλης· ταῦτα λεῖα τρίψας, κατάποτα ξυστρέψας, δίδου· κάτω ὕδωρ καθαίρει.

​37. [銅の]鱗片をヘラ3枚分の幅に、そして上質な小麦粉の糊。これらを滑らかにつぶし、丸薬に丸めて与えなさい。これは下から水を清瀉する。

§38

​38. Κοιλίην ἐκκοπροῖ· ἐς ἰσχάδας ὀποῦ τοῦ τιθυμάλλου ἀπόσταζε ἑπτάκις ἐς ἑκάστην, εἶτα ἐς καινὸν ἄγγος συνθεὶς ταμιεύεσθαι· δίδου πρὸ τῶν σιτίων.

​38. 便通を良くする(腸を排便させる)処方:干しイチジクにトウダイグサの汁をそれぞれに7滴ずつ滴下し、その後新しい器にまとめて保存しなさい。食事の前に与えなさい。

§39

​39. Καὶ τὸ μηκώνιον τρίβων, ὕδωρ ἐπιχέων, καὶ διηθέων, ἄλευρον φυρῶν, ἰτρίον ὀπτῶν, μέλι ἑφθὸν παραχέων, τοῖσιν ἑδρικοῖσιν ὑδερικοῖσί τε τρώγειν δίδου, καὶ ἐπιπίνειν οἶνον γλυκὺν, ὑδαρέα, ἢ μελίκρητον ὑδαρὲς, τὸ ἀπὸ τῶν κοπρίων· ἢ μηκώνιον ξυλλέγων ταμιεύου, καὶ θεράπευε.

​39. また、ケシの汁をすりつぶして水を注ぎ、濾過した上で、小麦粉と混ぜて菓子を焼き、沸騰させた蜂蜜を注いだものを、肛門疾患の患者や水腫患者に食べさせなさい。そして、水で薄めた甘口ワイン、あるいは水で薄めた蜂蜜水を、排便の後に飲ませなさい。あるいはケシの汁を集めて保存し、治療に用いなさい。

構文注4 件
  1. 29ἀναλαβὼν ἐλλεβορίσαι

    分詞 ἀναλαβών(ἀναλαμβάνω のアオリスト能動態分詞)は、ここでは「(手術や病から)体力を回復させた後」を意味する。直説法や命令法の代わりに用いられている不定詞 ἐλλεβορίσαι は、処方箋の文脈における命令(命令的不定詞)を表す。

  2. 30τοῖσι δὲ ἐμπύοισι

    冠詞付きの形容詞与格で「蓄膿(胸膜炎や肺膿瘍など)を患う者たちに対して」を表す。ここでは処方対象を示す目的・利益の与格として機能しており、文頭で提示されている。

  3. 32ὡς σταῖς μὴ ὑγρὸν

    接続詞 ὡς(〜のように)に名詞 σταῖς(生地)が続き、その後に形容詞 ὑγρόν がかかる構造。全体で「(パンの)生地のように水っぽくない」という、薬の調合に必要な稠度の基準を示す比較表現。

  4. 37μῆλαι

    この語は「リンゴ」ではなく、薬を量ったり塗ったりするために用いる金属製の「探針」や「薬ヘラ」を意味する μήλη の複数形である。ここでは容量や幅の単位(ヘラ3枚分の量、あるいはその幅)として用いられている。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-09-21)
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0627.tlg005.humanitext-grc1:29-39