Humanitext Reader

希波克拉底 · 预后学 §1-2

预后的重要性与基于面容预测死期

第 1 段,共 10 段 · 希腊语

内容简介

阐明医生进行预后预测的重要性,并详细介绍在急性疾病中如何通过观察病人的面容(即著名的希波克拉底面容)及眼睛的各项特征来预测死亡。

§1## ΠΡΟΓΝΩΣΤΙΚΟΝ 1. Τὸν ἰητρὸν δοκέει μοι ἄριστον εἶναι πρόνοιαν ἐπιτηδεύειν·
预后论 1. 在我看来,医生致力于预后是最好的。
προγιγνώσκων γὰρ καὶ προλέγων παρὰ τοῖσι νοσέουσι τά τε παρεόντα καὶ τὰ προγεγονότα καὶ τὰ μέλλοντα ἔσεσθαι, ὁκόσα τε παραλείπουσιν οἱ ἀσθενέοντες ἐκδιηγεύμενος, πιστεύοιτ᾿ ἂν μᾶλλον γιγνώσκειν τὰ τῶν νοσεόντων πρήγματα, ὥστε τολμᾷν ἐπιτρέπειν τοὺς ἀνθρώπους σφέας ἑωυτοὺς τῷ ἰητρῷ.
因为在病人面前,通过预知和预言现状、既往以及未来的发展,并详尽地说明病人所遗漏的细节,医生将更被信赖为了解病人的病情,从而使人们敢于将自己托付给这位医生。
Τὴν δὲ θεραπείην ἄριστα ἂν ποιέοιτο, προειδὼς τὰ ἐσόμενα ἐκ τῶν παρεόντων παθημάτων.
而如果他能从现有的症状中预知未来的变化,他就能最好地进行治疗。
Ὑγιέας μὲν γὰρ ποιέειν ἅπαντας τοὺς ἀσθενέοντας ἀδύνατον· τοῦτο γὰρ τοῦ προγιγνώσκειν τὰ μέλλοντα ἀποβήσεσθαι κρέσσον ἂν ἦν·
因为让所有的病人都恢复健康是不可能的;如果能做到这一点,那确实比预知未来的结果还要好。
ἐπειδὴ δὲ οἱ ἄνθρωποι ἀποθνήσκουσιν, οἱ μὲν πρὶν ἢ καλέσαι τὸν ἰητρὸν, ὑπὸ τῆς ἰσχύος τῆς νούσου, οἱ δὲ καὶ ἐσκαλεσάμενοι παραχρῆμα ἐτελεύτησαν, οἱ μὲν ἡμέρην μίην ζήσαντες, οἱ δὲ ὀλίγῳ πλέονα χρόνον, πρὶν ἢ τὸν ἰητρὸν τῇ τέχνῃ πρὸς ἕκαστον νούσημα ἀνταγωνίσασθαι· γνῶναι οὖν χρὴ τῶν παθέων τῶν τοιουτέων τὰς φύσιας, ὁκόσον ὑπὲρ τὴν δύναμίν εἰσι τῶν σωμάτων, ἅμα δὲ καὶ εἴ τι θεῖον ἔνεστιν ἐν τῇσι νούσοισι, καὶ τουτέου τὴν πρόνοιαν ἐκμανθάνειν.
然而,既然人们总会死去,有的在请医生之前就因病情严重而死,有的虽请了医生却随即死去,有的只活了一天,有的也只多活了极短的时间,甚至在医生用医术对治每一种疾病之前就已去世;因此,必须了解此类疾病的本质,看它们在多大程度上超出了身体的承受能力,同时也要了解疾病中是否含有某种神性的因素,并彻底学会对此的预判。
Οὕτω γὰρ ἂν θαυμάζοιτό τε δικαίως, καὶ ἰητρὸς ἀγαθὸς ἂν εἴη· καὶ γὰρ οῦς οἷόν τε περιγίγνεσθαι, τοὐτους ἔτι μᾶλλον δύναιτ᾿ ἂν ὀρθῶς διαφυλάσσειν, ἐκ πλείονος χρόνου προβουλευόμενος πρὸς ἕκαστα, καὶ τοὺς ἀποθανουμένους τε καὶ σωθησομένους προγιγνώσκων καὶ προαγορεύων ἀναίτιος ἂν εἴη.
因为这样,他才会赢得公正的赞誉,并成为一名优秀的医生;对于那些能够存活的人,由于他能更早地对各种情况进行预先考虑,他就能更好地保全他们;而通过预知并预先宣告谁会死去、谁会得救,他也能免遭指责。
§22. Σκέπτεσθαι δὲ χρὴ ὧδε ἐν τοῖσιν ὀξέσι νουσήμασι· πρῶτον μὲν τὸ πρόσωπον τοῦ νοσέοντος, εἰ ὅμοιόν ἐστι τοῖσι τῶν ὑγιαινόντων, μάλιστα δὲ, εἰ αὐτὸ ἑωυτέῳ.
2. 在急性疾病中,应当如下进行观察:首先是病人的面容,看它是否与健康人的面容相似,尤其是是否与其自身的面容相似。
Οὕτω γὰρ ἂν εἴη ἄριστον, τὸ δ᾿ ἐναντιώτατον τοῦ ὁμοίου, δεινότατον.
因为这样是最好的,而与相似状态最相反的,则是最危险的。
Εἴη δ᾿ ἂν τὸ τοιόνδε· ῥὶς ὀξεῖα, ὀφθαλμοὶ κοῖλοι, κρόταφοι ξυμπεπτωκότες, ὦτα ψυχρὰ καὶ ξυνεσταλμένα, καὶ οἱ λοβοὶ τῶν ὤτων ἀπεστραμμένοι, καὶ τὸ δέρμα τὸ περὶ τὸ μέτωπον σκληρόν τε καὶ περιτεταμένον καὶ καρφαλέον ἐόν.
其特征如下:鼻梁尖削,眼眶深陷,太阳穴塌陷,耳朵冰冷且收缩,耳垂反折,额头皮肤坚硬、紧绷且干燥。
Καὶ τὸ χρῶμα τοῦ ξύμπαντος προσώπου χλωρόν τε ἢ καὶ μέλαν ἐὸν, καὶ πελιὸν, ἢ μολιβδῶδες.
整个面部的颜色呈青黄或发黑,以及乌青或铅灰色。
Ἢν μὲν οὖν ἐν ἀρχῇ τῆς νούσου τὸ πρόσωπον τοιοῦτον ᾖ, καὶ μήπω οἷόν τε ᾖ τοῖσιν ἄλλοισι σημείοισι ξυντεκμαίρεσθαι, ἐπανερέσθαι χρὴ, μὴ ἠγρύπνησεν ὁ νοσέων, ἢ τὰ τῆς κοιλίης ἐξυγρασμένα ᾖ ἰσχυρῶς, ἢ λιμῶδές τι ἔχῃ αὐτόν· κἢν μέν τι τουτέων ὁμολογέῃ, ἧσσον νομίζειν δεινὸν εἶναι· κρίνεται δὲ τὰ τοιαῦτα ἐν ἡμέρῃ τε καὶ νυκτὶ, ἢν διὰ ταύτας τὰς προφάσιας τὸ πρόσωπον τοιοῦτον ᾖ.
如果病人在疾病初期面容即是如此,且尚无法结合其他症状进行判断,则应进一步询问:病人是否失眠,或排便是否极度稀薄,或是否有饥饿感;如果他承认有其中任何一项,则应认为危险较小;若因这些原因导致面容如此,这种情况会在一日一夜内见分晓。
Ἢν δὲ μηδὲν τουτέων φῇ εἶναι, μηδὲ ἐν τῷ χρόνῳ τῷ προειρημένῳ καταστῇ, εἰδέναι χρὴ ἐγγὺς ἐόντα τοῦ θανάτου.
但如果他说并非由于这些原因,且在上述时间内面容仍未恢复,则必须知道他已临近死亡。
Ἢν δὲ καὶ παλαιοτέρου ἐόντος τοῦ νουσήματος, ἢ τριταίου ἢ τεταρταίου, τὸ πρόσωπον τοιοῦτον ᾖ, περὶ τουτέων ἐπανε ρέσθαι, περὶ ὧν καὶ πρότερον ἐκέλευσα, καὶ τἄλλα σημεῖα σκέπτεσθαι, τά τε ἐν τῷ ξύμπαντι προσώπῳ, τά τε ἐν τῷ σώματι, καὶ τὰ ἐν τοῖσιν ὀφθαλμοῖσιν.
如果病程较长,在第三天或第四天面容仍是如此,则应就我先前要求的事项进一步询问,并观察其他症状,包括整个面部、身体以及眼睛中的变化。
Ἢν γὰρ τὴν αὐγὴν φεύγωσιν, ἢ δακρύωσιν ἀπροαιρέτως, ἢ διαστρέφωνται, ἢ ὁ ἕτερος τοῦ ἑτέρου ἐλάσσων γίγνηται, ἢ τὰ λευκὰ ἐρυθρὰ ἴσχωσιν, ἢ πελιὰ, ἢ φλέβια μέλανα ἐν ἑωυτέοισιν ἔχωσιν, ἢ λῆμαι φαίνωνται περὶ τὰς ὄψιας, ἢ καὶ ἐναιωρεύμενοι, ἢ ἐξίσχοντες, ἢ ἔγκοιλοι ἰσχυρῶς γιγνόμενοι, ἢ αἱ ὄψιες αὐχμῶσαι καὶ ἀλαμπέες, ἢ τὸ χρῶμα τοῦ ξύμπαντος προσώπου ἠλλοιωμένον ᾖ, ταῦτα πάντα κακὰ νομίζειν καὶ ὀλέθρια εἶναι.
因为如果眼睛畏光,或不由自主地流泪,或发生斜视,或一只比另一只小,或白眼珠发红、发青,或其内有黑色细血管,或眼角出现眵目糊,或眼球突出,或极度下陷,或眼神干枯无光,或整个面部的颜色发生改变,所有这些都应被视为不祥且致命的兆候。
Σκοπέειν δὲ χρὴ καὶ τὰς ὁποφάσιας τῶν ὀφθαλμῶν ἐν τοῖσιν ὕπνοισιν· ἢν γάρ τι ὑποφαίνηται τοῦ λευκοῦ, τῶν βλεφάρων μὴ ξυμβαλλομένων, μὴ ἐκ διαῤῥοίης ἢ φαρμακοποσίης ἐόντι, ἢ μὴ εἰθισμένῳ οὕτω καθεύδειν, φλαῦρον τὸ σημεῖον καὶ θανατῶδες λίην.
在睡眠中也应当观察眼睛的微睁状态;因为如果有白眼珠露出,而眼睑未能合拢,且并非由于腹泻或服药所致,亦非平时习惯如此睡眠,那么这一征兆便是极差且极具致命性的。
Ἢν δὲ καμπύλον γένηται, ἢ πελιὸν, ἢ ὠχρὸν βλέφαρον, ἢ χεῖλος, ἢ ῥὶς, μετά τινος τῶν ἄλλων σημείων, εἰδέναι χρὴ ἐγγὺς ἐόντα θανάτου· θανατῶδες δὲ καὶ χείλεα ἀπολυόμενα, καὶ κρεμάμενα, καὶ ψυχρὰ, καὶ ἔκλευκα γιγνόμενα.
如果眼睑、嘴唇或鼻子发生歪斜、发青或发白,并伴随其他症状之一,则必须知道他已临近死亡;嘴唇松弛、下垂、冰冷且变白,也是致命的征兆。

词汇与语法注释

  1. 1Τὸν ἰητρὸν — 作为不定词 ἐπιτηδεύειν 的逻辑主语采用宾格,整体构成“宾格加不定词”(AcI)结构,充当无人称动词 δοκέει 的主语。
  2. 1τοῦτο γὰρ τοῦ προγιγνώσκειν τὰ μέλλοντα ἀποβήσεσθαι κρέσσον ἂν ἦν — 伴随 ἄν 和直说过去时 ἦν 的虚拟条件句结果主句,表示与过去或现在事实相反的假设。属格的 τοῦ προγιγνώσκειν 是受比较级 κρέσσον 支配的比较属格。
  3. 1εἴ τι θεῖον ἔνεστιν — 由 εἴ 引导的间接疑问句。在希波克拉底医学体系中,“神性的因素”(τι θεῖον)并非指超自然的鬼神干预,而是指气候、环境等非人力所能控制的自然界普遍力量。
  4. 2μὴ ἠγρύπνησεν — 由 μὴ 引导、接在提问动词 ἐπανερέσθαι 之后的间接疑问句,此处并不表示否定,而是带有一种担忧和揣测地询问“是否(失眠)”。

引用这一段

希波克拉底, 预后学 §1-2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg003.humanitext-grc1:1-2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。