Humanitext Reader

ヒポクラテス · 古来の医術について §9-10

食事の適度な基準と空腹や習慣変化の害

4 / 11 箇所 · ギリシア語

要旨

9章では適度な量の判断基準が身体の感覚以外にないことや、医師の技術の優劣が重病の治療において露呈することを説明し、10章では食事の習慣を変えることが健康な人にもたらす深刻な苦痛を具体的に描写して、空腹が過食に劣らず身体を害することを示している。

§99. Καὶ εἰ μὲν ἦν ἁπλῶς, ὥσπερ ὑφηγέεται, ὅσα μὲν ἦν ἰσχυρότερα ἔβλαπτεν, ὅσα δ᾿ ἦν ἀσθενέστερα ὠφέλεέ τε καὶ ἔτρεφε τὸν κάμνοντα καὶ τὸν ὑγιαίνοντα, εὐπετὲς ἂν ἦν τὸ πρῆγμα πολλὸν γὰρ τοῦ ἀσφαλέος ἂν ἔδει περιλαμβάνοντας ἄγειν ἐπὶ τὸ ἀσθενέστατον.
9. そして、もし(医術が)指し示すように、より強力なものがすべて(病人と健康な人を)害し、より弱いものがすべて恩恵を与え養うものであるという単純なものであったなら、この課題は容易であっただろう。 安全な側を大きく取り込んで、最も弱い方へと導けばよかったのだから。
Νῦν δὲ οὐκ ἔλασσον ἁμάρτημα, οὐδὲ ἧσσον λυμαίνεται τὸν ἄνθρωπον, ἢν ἐλάσσονα καὶ ἐνδεέστερα τῶν ἱκανῶν προσφέρηται·
しかし現実には、必要な量よりも少なすぎる不十分なものを摂取することも、それより劣らぬ過ちであり、同様に人間を害する。
τὸ γὰρ τοῦ λιμοῦ μέρος δύναται ἰσχυρῶς ἐν τῇ φύσει τοῦ ἀνθρώπου καὶ γυιῶσαι καὶ ἀσθενέα ποιῆσαι καὶ ἀποκτεῖναι.
なぜなら、飢えの要素は人間の本性において、身体を麻痺させ、衰弱させ、死に至らしめる強い力を持っているからである。
Πολλὰ δὲ καὶ ἄλλα κακὰ, ἑτεροῖα μὲν τῶν ἀπὸ πληρώσιος, οὐχ ἧσσον δὲ ἅμα δεινὰ καὶ ἀπὸ κενώσιος·
また、過剰から生じるのとは異なるが、同じように恐ろしい多くの他の害が、空腹からも生じる。
δι᾿ ὧν πολλὸν ποικιλώτερά τε καὶ διὰ πλέονος ἀκριβίης ἐστί.
それゆえに、(医術は)はるかに多様であり、より多くの正確さを必要とする。
Δεῖ γὰρ μέτρου τινὸς στοχάσασθαι· μέτρον δὲ, οὐδὲ σταθμὸν, οὐδὲ ἀριθμὸν οὐδένα ἄλλον, πρὸς ὃ ἀναφέρων εἴσῃ τὸ ἀκριβὲς, οὐκ ἂν εὑροίης ἄλλ᾿ ἢ τοῦ σώματος τὴν αἴσθησιν·
というのも、ある種の適度な量(尺度)を目指さなければならないが、それと比較して正確さを知るための基準となるような、尺度も重さも他のいかなる数値も、身体の感覚以外に見出すことはできないからである。
διὸ ἔργον οὕτω καταμαθεῖν ἀκριβέως, ὥστε σμικρὰ ἁμαρτάνειν ἔνθα ἢ ἔνθα· κἂν ἐγὼ τοῦτον τὸν ἰητρὸν ἰσχυρῶς ἐπαινέοιμι τὸν σμικρὰ ἁμαρτάνοντα.
それゆえ、どちらにも僅かしか誤らないように正確に理解することは困難な仕事であり、僅かしか誤らない医師を私は強く称賛する。
Τὸ δ᾿ ἀκριβὲς ὀλιγάκις ἐστὶ κατιδεῖν·
しかし、正確さを見極めることは稀である。
ἐπεὶ οἱ πολλοί γε τῶν ἰητρῶν τἀυτά μοι δοκέουσι τοῖσι κακοῖσι κυβερνήτῃσι πάσχειν·
なぜなら、大半の医師は下手な船長と同じような目に遭っていると思われるからである。
καὶ γὰρ ἐκεῖνοι ὅταν ἐν γαλήνῃ κυβερνῶντες ἁμαρτάνωσιν, οὐ καταφανέες εἰσίν·
下手な船長も、凪のときに操船を誤っても、それは目立たない。
ὅταν δὲ αὐτοὺς κατάσχῃ χειμών τε μέγας καὶ ἄνεμος ἐξώστης, φανερῶς ἤδη πᾶσιν ἀνθρώποισι δι᾿ ἀγνωσίην καὶ ἁμαρτίην δῆλοί εἰσιν ἀπολέσαντες τὴν ναῦν.
しかし、大嵐や押し流す風が彼らを襲うとき、その無知と誤りのために船を沈没させたことが、誰の目にも明らかになる。
Οὕτω δὴ καὶ οἱ κακοί τε καὶ πλεῖστοι ἰητροὶ, ὅταν μὲν θεραπεύωσιν ἀνθρώπους μηδὲν δεινὸν ἔχοντας, ἐς οὓς ἄν τις καὶ τὰ μέγιστα ἁμαρτάνων οὐδὲν δεινὸν ἐργάσαιτο, πυλλὰ δὲ τὰ τοιαῦτα νουσήματα καὶ πολὺ πλέον τῶν δεινῶν ἀνθρώποισι ξυμβαίνει, ἐν μὲν δὴ τοῖσι τοιούτοισιν ἁμαρτάνοντες οὐ καταφανέες εἰσὶ τοῖσιν ἰδιώτῃσιν.
同様に、下手な、そして大部分の医師も、深刻でない人々を治療しているとき(そのような人々に対しては、たとえ最大の間違いを犯しても深刻なことにはならないし、実際そのような病気は深刻な病気よりはるかに多く人々に起こるのだが)、そのような中で誤りを犯しても、一般の人々には目立たない。
Ὁκόταν δ᾿ ἐντύχωσι μεγάλῳ τε καὶ ἰσχυρῷ καὶ ἐπισφαλεῖ νουσήματι, τότε σφέων τὰ ἁμαρτήματα καὶ ἡ ἀτεχνίη πᾶσι καταφανής ἐστιν·
しかし、大きく強力で危険な病気に遭遇したときには、彼らの誤りと無技術さがすべての人に露呈する。
οὐ γὰρ ἐς μακρὸν αὐτέων ἑκατέρου αἱ τιμωρίαι, ἀλλὰ διὰ ταχέος πάρεισιν.
なぜなら、その双方の報いは先延ばしにされず、すぐに現れるからである。
§1010. Ὅτι δὲ οὐδὲν ἐλάσσους ἀπὸ κενώσιος ἀκαίρου κακοπάθειαι γίνονται τῷ ἀνθρώπῳ ἢ καὶ ἀπὸ πληρώσιος, καταμανθάνειν καλῶς ἔχει ἐπαναφέροντας ἐπὶ τοὺς ὑγιαίνοντας.
10. 不適切な空腹から生じる人間の苦痛が、過剰から生じるものに劣らないことは、健康な人々を例に振り返ってみることでよく理解できる。
Ἔστι γὰρ οἷσιν αὐτέων ξυμφέρει μονοσιτέειν, καὶ τοῦτο διὰ τὸ ξυμφέρον οὕτως αὐτοὶ συνετάξαντο·
なぜなら、彼らのうち、一日一食が適している者がおり、彼らはそれが有益であるために自分でそう定めたのだ。
ἄλλοισι δὲ ἀριστῇν, διὰ τὴν αὐτὴν ἀνάγκην·
また、別の人々には一日二食(昼食をとること)が同じ必要性から適している。
οὕτω γὰρ αὐτέοισι ξυμφέρει, καὶ μὴ τούτοισιν, οἳ δι᾿ ἡδονὴν ἢ δι᾿ ἄλλην τινὰ ξυγκυρίην ἐπετήδευσαν ὁπότερον αὐτέων·
このように彼らにとって有益だからであって、快楽や何らかの偶然の重なりからそのどちらかを習慣にした者たちのことではない。
τοῖσι μὲν γὰρ πλείστοισι τῶν ἀνθρώπων οὐδὲν διαφέρει πότερον ἂν ἐπιτηδεύσωσιν, εἴτε μονοσιτέειν, εἴτε ἀριστῇν, τουτέῳ τῷ ἔθεϊ χρέεσθαι.
大多数の人々にとっては、一日一食にするか二食にするか、どちらの習慣を取るかは大した違いはない。
Εἰσὶ δέ τινες οἳ οὐκ ἂν δύναιντο, ἔξω τοῦ ξυμφέροντος ποιέοντες, ῥηϊδίως ἀπαλλάσσειν, ἀλλὰ ξυμβαίνει αὐτέων ἑκατέροισι παρ᾿ ἡμέρην μίην, καὶ ταύτην οὐχ ὅλην μεταβάλλουσιν, ὑπερφυὴς κακοπαθείη.
しかし、自分に合うことから外れたことをすると、簡単にはやり過ごせない人々がいる。 彼らのどちらかに、たった一日、それも丸一日でなく習慣を変えただけでも、途方もない苦痛が生じる。
Οἱ μὲν γὰρ ἢν ἀριστήσωσι μὴ ξυμφέροντος αὐτέοισιν, εὐθὺς βαρέες καὶ νωθροὶ τὸ σῶμα καὶ τὴν γνώμην, χάσμης τε καὶ νυσταγμοῦ καὶ δίψης πλήρεες·
というのも、一日一食が適している者が、適していないのに昼食をとると、すぐに身体も精神も重く鈍くなり、あくびや眠気、渇きに満たされる。
ἢν δὲ ἐπιδειπνήσωσι, καὶ φῦσα καὶ στρόφος καὶ ἡ κοιλίη καταρρήγνυται·
さらに夕食をとると、ガスや腹痛が起こり、下痢を起こす。
καὶ πολλοῖσιν ἀρχὴ νούσου αὕτη μεγάλης ἐγένετο, ἢν τὰ αὐτὰ σιτία, ἃ μεμαθήκεσαν ἅπαξ ἀναλίσκειν, δὶς προσενέγκηται, καὶ μηδὲν ἔτι πλέον.
そして、一度に消化することに慣れていた同じ食べ物を、それ以上増やすわけでもなく二度に分けて摂取しただけで、多くの人にとって重大な病気の始まりとなる。
Τοῦτο δὲ, ἢν ἀριστῇν μεμαθηκώς τις, καὶ οὕτως αὐτέῳ ξυμφέρον, μὴ ἀριστήσῃ, ὅταν τάχιστα παρέλθῃ ἡ ὥρη, εὐθὺς ἀδυναμίη δεινὴ, τρόμος, ἀψυχίη·
他方、昼食をとる習慣があり、それが彼に適しているのに、昼食をとらなかった場合、その時間が過ぎるやいなや、すぐに激しい衰弱、震え、気絶に襲われる。
ἐπὶ τούτοισιν ὀφθαλμοὶ χλωρότεροι, οὖρον παχὺ καὶ θερμὸν, στόμα πικρὸν, καὶ τὰ σπλάγχνα οἱ δοκέει κρεμᾶσθαι, σκοτοδινίη, δυσθυμίη, δυσεργίη·
これらに加えて、目は黄色っぽくなり、尿は濃く熱くなり、口は苦くなり、内臓がぶら下がっているように感じ、めまい、消沈、活動不能が生じる。
ταῦτα δὲ πάντα, καὶ ὅταν δειπνέειν ἐπιχειρήσῃ, ἀηδέστερος μὲν ὁ σῖτος, ἀναλίσκειν δὲ οὐ δύναται ὅσα ἀριστιζόμενος πρότερον ἐδείπνει·
これらすべてを伴いながら、夕食をとろうとすると、食物はより不味く感じられ、以前昼食をとっていたときに夕食で食べられていたほどの量を消化することができない。
ταῦτα δὲ αὐτὰ μετὰ στρόφου τε καὶ ψόφου καταβαίνοντα ξυγκαίει τὴν κοιλίην, δυσκοιτέουσί τε καὶ ἐνυπνιάζονται τεταραγμένα καὶ θορυβώδεα·
これらは腹痛と不快な音を伴って下降し、腹を焼き、彼らはよく眠れず、混乱して騒がしい夢を見る。
πολλοῖσι δὲ καὶ τουτέων αὕτη ἀρχὴ νούσου ἐγένετο.
そして、これらの人々にとっても、多くの者にとってこれが病気の始まりとなる。

語釈・文法注

  1. 9πολλὸν γὰρ τοῦ ἀσφαλέος ἂν ἔδει περιλαμβάνοντας ἄγειν ἐπὶ τὸ ἀσθενέστατον. — ἂν ἔδει は反実仮想(直説法過去形+ἂν)であり、「〜すべきであっただろうに(実際はそうではない)」という意味を表す。περιλαμβάνοντας は、この非人称構文(ἔδει)の意味上の主語となる一般の主体(医師など)を指す対格複数の分詞。τοῦ ἀσφαλέος は「安全な側」を意味し、πολλὸν τοῦ ἀσφαλέος で「安全な側を多く」という部分属格の機能、あるいは比較の基準を示す。
  2. p.590μέτρον δὲ, οὐδὲ σταθμὸν, οὐδὲ ἀριθμὸν οὐδένα ἄλλον... οὐκ ἂν εὑροίης ἄλλ᾿ ἢ τοῦ σώματος τὴν αἴσθησιν — "μέτρον δὲ, οὐδὲ σταθμὸν..." からの一連の対格名詞句は、後続する主動詞 "εὑροίης"(希求法・潜在)の直接目的語である。文頭に置かれて強調されている。また、"ἄλλ᾿ ἢ" は「〜以外にない」という強い限定を構成し、尺度(μέτρον)の基準が「身体の感覚(τοῦ σώματος τὴν αἴσθησιν)」以外に存在しないことを強調している。
  3. 9ἐς οὓς ἄν τις καὶ τὰ μέγιστα ἁμαρτάνων οὐδὲν δεινὸν ἐργάσαιτο — 接続詞 "ἄν" を伴う希求法 "ἐργάσαιτο" は潜在表現(「〜するだろう」)。"ἁμαρτάνων" は譲歩の分詞として機能しており、「たとえ最大の間違いを犯したとしても」と解釈される。関係代名詞 "οὓς" の先行詞は、直前の "ἀνθρώπους μηδὲν δεινὸν ἔχοντας"(深刻な病状にない人々)である。
  4. 10ταῦτα δὲ, ἢν ἀριστῇν μεμαθηκώς τις, καὶ οὕτως αὐτέῳ ξυμφέρον, μὴ ἀριστήσῃ — 文頭の "ταῦτα δὲ" は、前文の一日一食派の記述(οἱ μὲν γὰρ...)に対する対比(「他方、これらについては...」)を導入する。条件節 "ἢν ... μὴ ἀριστήσῃ"(ἢν+接続法)の内部に、分詞句 "ἀριστῇν μεμαθηκώς τις"(昼食をとる習慣がある人)と非人称的用法 "καὶ οὕτως αὐτέῳ ξυμφέρον"(分詞 "ξυμφέρον" が対格絶対または対格補語的に「それが彼にとって有益な状況で」と機能する)が挿入された複雑な構造を持つ。

この箇所を引用する

ヒポクラテス, 古来の医術について §9-10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0627.tlg001.humanitext-grc1:9-10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。