Humanitext Reader

希波克拉底 · 论古医学 §11-13

饮食习惯改变的影响与对冷热假说的批判

第 5 段,共 11 段 · 希腊语

内容简介

作者从消化不良或饥饿的角度分析了改变饮食习惯带来负面影响的原因,并捍卫了基于推理的古老医术的有效性。同时,他以日常主食面包的复杂制作过程为例,批判了基于热、冷等简单假设的治疗理论。

§1111. Σκέψασθαι δὲ χρὴ διὰ τίνας προφάσιας αὐτέοισι·
11. 我们应该考虑是因为什么原因,这些事情会发生在他们身上。
ταῦτα ξυνέβη· τῷ μὲν, οἶμαι, μεμαθηκότι μονοσιτέειν, ὅτι οὐκ ἀνέμεινε τὸν χρόνον τὸν ἱκανὸν μέχρις αὐτέου ἡ κοιλίη τῶν τῇ προτεραίῃ προσενηνεγμένων σιτίων ἀπολαύσῃ τελέως, καὶ ἐπικρατήσῃ, καὶ λαπαχθῇ τε καὶ ἡσυχάσῃ, ἀλλ᾿ ἐπιζέουσάν τε καὶ ἐζυμωμένην καινὰ ἐπεσηνέγκατο·
对于那些习惯于一日一餐的人,我想,是因为他没有等待足够的时间,直到胃将前一天摄入的食物完全消化、克服、排空并安静下来,而是在胃仍在沸腾和发酵时就投入了新的食物。
αἱ δὲ τοιαῦται κοιλίαι πολλῷ τε βραδύτερον πέσσουσι, καὶ πλέονος δέονται ἀναπαύσιός τε καὶ ἡσυχίης.
因为这样的胃消化要慢得多,并且需要更多的休息和静静。
Ὁ δὲ μεμαθηκὼς ἀριστίζεσθαι, ὅτι οὐκ, ἐπειδὴ τάχιστα ἐδεήθη τροφῆς τὸ σῶμα, καὶ τὰ πρότερα κατανάλωτο, καὶ οὐκ εἶχεν οδὐεμίην ἀπόλαυσιν, εὐθέως αὐτέῳ παρεγένετο καινὴ τροφὴ, φθίνει δὴ καὶ ξυντήκεται ὑπὸ λιμοῦ.
而对于那些习惯于吃午餐的人,因为一旦身体最需要营养,且之前的食物已被消耗殆尽、没有任何营养剩余时,没有立刻为他提供新的食物,因此他因饥饿而衰弱和消耗。
Πάντα γὰρ, ἃ λέγω πάσχειν τὸν τοιοῦτον ἄνθρωπον, λιμῷ ἀνατίθημι.
因为我所说的那种人所遭受的一切痛苦,我都归结为饥饿。
Φημὶ δὲ καὶ τοὺς ἄλλους ἀνθρώπους ἅπαντας, οἵ τινες ἂν ὁγιαίνοντες ἄσιτοι δύο ἢ τρεῖς ἡμέρας γένωνται, ταῦτα πείσεσθαι οἷα περὶ τῶν ἀναρίστων γενομένων εἴρηκα.
而且我主张,所有其他人在健康时,如果两三天不吃东西,也会遭受我所说的那些没有吃午餐的人所遭受的痛苦。
§1212. Τὰς δὲ τοιαύτας φύσιας ἔγωγέ φημι, τὰς ταχέως τε καὶ ἰσχυρῶς τῶν ἁμαρτημάτων ἀπολαυούσας, ἀσθενεστέρας εἶναι τῶν ἑτέρων·
12. 我认为,这种对错误反应迅速且强烈的体质,比其他的体质更虚弱。
ἐγγύτατα δὲ τοῦ ἀσθενέοντός ἐστιν ὁ ἀσθενής· ἔστι δὲ ἀσθενέστερος ὁ ἀσθενέων, καὶ μᾶλλον αὐτέῳ προσήκει ὅ τι ἂν τοῦ καιροῦ ἀποτυγχάνῃ, πονέειν.
虚弱的人最接近病人;而病人则更虚弱,因此他一旦错过时机,就更容易遭受痛苦。
Χαλεπὸν, μὴ τοιαύτης ἀκριβίης ἐούσης περὶ τὴν τέχνην, τυγχάνειν αἰεὶ τοῦ ἀτρεκεστάτου·
在医术不具备如此精确度的情况下,要始终达到最严密的真理是困难的。
πολλὰ δὲ εἴδεα κατ᾿ ἰητρικὴν ἐς τοσαύτην ἀκριβίην ἥκει, περὶ ὧν εἰρήσεται.
但是医学上的许多方面已经达到了如此的精确度,关于这些将会进行讨论。
Οὐ φημὶ δὴ διὰ τοῦτο δεῖν τὴν τέχνην ὡς οὐκ ἐοῦσαν οὐδὲ καλῶς ζητεομένην τὴν ἀρχαίην ἀποβαλέσθαι, εἰ μὴ ἔχει περὶ πάντα ἀκριβίην, ἀλλὰ πολὺ μᾶλλον, διὰ τὸ ἐγγὺς, οἶμαι, τοῦ ἀτρεκεστάτου ὁμοῦ δύνασθαι ἥκειν λογισμῷ, προσίεσθαι, καὶ ἐκ πολλῆς ἀγνωσίης θαυμάζειν τὰ ἐξευρημένα, ὡς καλῶς καὶ ὀρθῶς ἐξεύρηται, καὶ οὐκ ἀπὸ τύχης.
因此,我绝不说因为在所有事情上不具备精确度,就必须抛弃古老的医术,认为它不存在或没有得到很好的探求;相反,正因为我认为它能够通过理性思考达到非常接近最严密真理的程度,我们应该接受它,并且从极大的无知中,去赞叹那些已被发现的事物,它们被发现得多么美好和正确,而不是出于偶然。
§1313. Ἐπὶ δὲ τῶν τὸν καινὸν τρόπον τὴν τέχνην ἐξ ὁποθέσιος ζητεόντων λόγου ἐπανελθεῖν βούλομαι.
13. 我想回到关于那些以假设为基础、用新方法探求医术的人的论点。
Εἰ γάρ ἐστι θερμὸν, ἢ ψυχρὸν, ἢ ξηρὸν, ἢ ὁργὸν τὸ λυμαινόμενον τὸν ἄνθρωπον, καὶ δεῖ τὸν ὀρθῶς ἰητρεύοντα βοηθέειν τῷ μὲν θερμῷ ἐπὶ τὸ ψυχρὸν, τῷ δὲ ψυχρῷ ἐπὶ τὸ θερμὸν, τῷ δὲ ξηρῷ ἐπὶ τὸ ὁγρὸν, τῷ δ᾿ ὑγρῷ ἐπὶ τὸ ξηρόν· ἔστω μοι ἄνθρωπος μὴ τῶν ἰσχυρῶν φύσει, ἀλλὰ τῶν ἀσθενεστέρων·
因为如果是热、或冷、或干、或湿在危害人,而正确行医的人必须用冷来对付热,用热来对付冷,用湿来对付干,用干来对付湿;那么请为我设想一个不是天生强壮、而是较虚弱的人。
οὗτος δὲ πυροὺς ἐσθιέτω οὓς ἂν ἀπὸ τῆς ἅλω ἀνέλῃ, ὠμοὺς καὶ ἀργοὺς, καὶ κρέα ὠμὰ, καὶ πινέτω ὕδωρ.
让这个人吃直接从打谷场上取来的、未加工的生小麦,以及生肉,并让他喝水。
Ταύτῃ χρεόμενος τῇ διαίτῃ, εὖ οἶδ᾿ ὅτι πείσεται πολλὰ καὶ δεινά· καὶ γὰρ πόνους πονήσει, καὶ τὸ σῶμα ἀσθενὲς ἔσται, καὶ ἡ κοιλίη φθαρήσεται, καὶ ζῇν πουλὺν χρόνον οὐ δυνήσεται.
如果采用这种饮食,我确信他会遭受许多可怕的痛苦;因为他会感到痛苦,身体会变得虚弱,胃会被毁坏,而且无法活太长时间。
Τί δεῖ τοιγαροῦν βοήθημα παρασκευάσασθαι ὧδ᾿ ἔχοντι;
那么,对于处于这种状态的人,应该准备什么治疗方法呢?
θερμὸν, ἢ ψυχρὸν, ἢ ξηρὸν, ἢ ὑγρόν;
热、冷、干还是湿?
δῆλον γὰρ ὅτι τουτέων τι.
因为显然必须是这些中的某一个。
Εἰ γὰρ τὸ λυμαινόμενόν ἐστι τουτέων τὸ ἕτερον, τῷ ὑπεναντίῳ προσήκει λῦσαι, ὡς ὁ ἐκείνων λόγος ἔχει.
因为如果危害他的是这些之中的某一个,那么按照他们的理论,就应当用相反的属性来解决。
Τὸ μὲν γὰρ βεβαιότατόν τε καὶ προφανέστατον φάρμακον ἀφελόντα τὰ διαιτήματα οἷσιν ἐχρῶτο·
因为最安全且最明显的疗法是,去除他过去所用的饮食;给以面包代替小麦,给以煮熟的肉代替生肉,并在这些之外让他喝葡萄酒。
ἀντὶ μὲν τῶν πυρῶν ἄρτον διδόναι, ἀντὶ δὲ τῶν ὠμῶν κρεῶν ἑφθὰ, πιεῖν τε ἐπὶ τούτοισιν οἴνου, ταῦτα μεταβάλλοντα οὐχ οἷόν τε μὴ ὁγιέα γενέσθαι, ἤν γε μὴ παντάπασιν ᾖ διεφθαρμένος ὑπὸ χρόνου τε καὶ τῆς διαίτης.
改变为这些饮食后,他不可能不恢复健康,除非他已经完全被时间和之前的饮食摧毁。
Τί δὴ φήσομεν;
那么我们该说什么呢?
πότερον αὐτέῳ ὁπὸ ψυχροῦ κακοπαθέοντι θερμὰ ταῦτα προσενέγκαντες ὠφέλησαν, ἢ τἀναντία;
是因为他遭受着冷的痛苦,我们给他提供了这些热的东西从而使他获益,还是相反?
οἶμαι γὰρ ἔγωγε πολλὴν ἀπορίην ἐρωτηθέντι παρασχεῖν·
因为我想,这会给被问及此问题的人带来极大的困惑。
ὁ γὰρ τὸν ἄρτον σκευάζων τῶν πυρῶν τὸ θερμὸν, ἢ τὸ ψυχρὸν, ἢ τὸ ξηρὸν, ἢ τὸ ὑγρὸν ἀφείλατο;
因为制作面包的人是否从小麦中去除了热、冷、干或湿呢?
οὗτος γὰρ καὶ πυρὶ καὶ ὕδατι δίδοται, καὶ πολλοῖσιν εἴργασται, ὧν ἕκαστον ἰδίην δύναμιν καὶ φύσιν ἔχει, καὶ τὰ μὲν τῶν ὑπαρχόντων ἀποβέβληκεν, ἄλλοισι δὲ κέκρηται καὶ μέμικται.
因为面包既要经过火,也要经过水,并且经过了许多工序的处理,其中每一种都有其独特的力量和本性,并且已经失去了原有的某些性质,而与其他的性质混合和结合在一起。

词汇与语法注释

  1. §11μέχρις αὐτέου ... ἀπολαύσῃ — 时间副词 μέχρις 与关系副词 οὗ(其爱奥尼亚方言形式为 αὐτέου)连用,引导表示“直到……之时”的时间从句,因处于讨论一般规律的语境中,故后接虚拟语气(ἀπολαύσῃ)。
  2. §12δεῖν τὴν τέχνην ... ἀποβαλέσθαι, ἀλλὰ ... προσίεσθαι, καὶ ... θαυμάζειν — 非人称动词 δεῖν 作为间接引语动词 οὔ φημι(意为“我主张不……”)的补足不定式,其逻辑主语为单数宾格 τὴν τέχνην,主要不定式动词为 ἀποβαλέσθαι。在表示转折的 ἀλλά 之后,不定式 προσίεσθαι 和 θαυμάζειν 并列,同样受省略的 δεῖν 支配。
  3. §13ἀφελόντα ... διδόναι — 虽然语境中的逻辑主语(医生或施治者)未明确给出,但主动分词 ἀφελόντα 采用了单数阳性宾格形式,与不定式 διδόναι 的隐性主语一致。当不定式的逻辑主语是泛指或不特定的人时,通常使用宾格,分词也随之呼应。

引用这一段

希波克拉底, 论古医学 §11-13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg001.humanitext-grc1:11-13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。