Humanitext Reader

希波克拉底 · 论古医学 §1-2

对随意假说的批判与医学的真正本质

第 1 段,共 11 段 · 希腊语

内容简介

作者批评了那些依赖任意假说(如热或冷)的医学方法,并主张医学是一门基于长期积累的经验和方法的实际存在的艺术。

§1## ΠΕΡΙ ΑΡΧΑΙΗΣ ΙΗΤΡΙΚΗΣ. 1. Ὁχόσοι ἐπεχείρησαν περὶ ἰητριχῆς λέγειν ἢ γράφειν, ὑπόθεσιν᾿ σφίσιν αὐτέοισιν ὑποθέμενοι τῷ λόγῳ, θερμὸν, ἢ ψυχρὸν, ἢ ὑγρὸν, ἢ ξηρὸν, ἢ ἄλλ᾿ ὅ τι ἂν ἐθέλωσιν, ἐς βραχὺ ἄγοντες, τὴν ἀρχὴν τῆς αἰτίης τοῖσιν ἀνθρώποισι τῶν νούσων τε καὶ τοῦ θανάτου, καὶ πᾶσι τὴν αὐτέην, ἓν ἢ δύο προθέμενοι, ἐν πολλοῖσι μὲν καὶ οἷσι λέγουσι καταφανέες εἰσὶν ἁμαρτάνοντες·
## 论古医学 1. 凡是企图谈论或撰写医学的人,为自己的论证设定了一个假说——热、冷、湿、干,或者任何他们想要的别的东西——并将人类疾病和死亡原因的起点缩窄,为所有人设定相同的一个或两个原因,显然在他们所说的许多事情上都犯了错误。
μάλιστα δὲ ἄξιον μέμψασθαι, ὅτι ἀμφὶ τέχνης ἐούσης, ᾗ χρέονταί τε πάντες ἐπὶ τοῖσι μεγίστοισι καὶ τιμῶσι μάλιστα τοὺς ἀγαθοὺς χειροτέχνας καὶ δημιουργούς.
但他们最值得谴责,是因为他们针对的是一门[实际]存在的艺术,所有人在最重大的事情上都使用它,并且最尊重其中优秀的从业者和工匠。
Εἰσὶ δὲ δημιουργοὶ, οἱ μὲν φλαῦροι, οἱ δὲ πολλὸν διαφέροντες· ὅπερ, εἰ μὴ ἦν ἰητρικὴ ὅλως, μηδ᾿ ἐν αὐτέῃ ἔσκεπτο, μηδ᾿ εὕροιτο μηδὲν, οὐκ ἂν ἦν, ἀλλὰ πάντες ἂν ὁμοίως αὐτέης ἄπειροί τε καὶ ἀνεπιστήμονες ἦσαν, καὶ τύχῃ ἂν πάντα τὰ τῶν καμνόντων διῳκέετο.
工匠中确实有拙劣的,也有远为杰出的;如果医学根本不存在,也未曾在其中进行过任何考察,也未曾发现任何东西,那么情况就不会是这样,而是所有人都会同样对它毫无经验和知识,病人的所有事情都将凭运气来管理。
Νῦν δ᾿οὐχ οὕτως ἔχει, ἀλλ᾿ ὥσπερ καὶ τῶν ἄλλων τεχνέων χνέων πασέων οἱ δημιουργοὶ πολλὸν ἀλλήλων διαφέρουσι κατὰ χεῖρα καὶ κατὰ γνώμην, οὕτω δὴ καὶ ἐπὶ ἰητρικῆς.
但现在事实并非如此,正如所有其他技术的工匠在手艺和判断力上彼此大不相同一样,在医学上也是如此。
Διὸ οὐκ ἠξίουν ἔγωγε κενῆς αὐτέην ὑποθέσιος δέεσθαι, ὥσπερ τὰ ἀφανέα τε καὶ ἀπορεόμενα· περὶ ὧν ἀνάγκη, ἤν τις ἐπιχειροίη λέγειν, ὑποθέσει χρέεσθαι·
因此,我认为医学不需要空洞的假说,就像那些看不见且存疑的事物一样;关于那些事物,如果有人企图谈论,就必须使用假说。
οἷον περὶ τῶν μετεώρων ἢ τῶν ὑπὸ γῆν εἰ λέγοι τις καὶ γινώσκοι ὡς ἔχει, οὔτ᾿ ἂν αὐτέῳ τῷ λέγοντι οὔτε τοῖσιν ἀκούουσι δῆλα ἂν εἴη, εἴ τε ἀληθέα ἐστὶν εἴτε μή· οὐ γὰρ ἔστι πρὸς ὅ τι χρὴ ἐπανενέγκαντα εἰδέναι τὸ σαφές.
例如,关于天上或地下的事物,如果有人谈论并声称知道其状况,那么无论是对说话者本人还是对听众来说,都无法弄清这些是否真实;因为没有可以对照以查明真相的标准。
§22. Ἰητρικῇ δὲ πάντα πάλαι ὑπάρχει, καὶ ἀρχὴ καὶ ὁδὸς εὑρημένη, καθ᾿ ἣν καὶ τὰ εὑρημένα πολλά τε καὶ καλῶς ἔχοντα εὕρηται ἐν πολλῷ χρόνῳ, καὶ τὰ λοιπὰ εὑρεθήσεται, ἤν τις ἱκανός τε ἐὼν καὶ τὰ εὑρημένα εἰδὼς, ἐκ τουτέων ὁρμώμενος ζητέῃ.
2. 但对于医学来说,一切早已具备,原理和方法也已发现,凭借这些,在漫长的时间里已经发现了许多卓越的事物,其余的部分,如果有能力且了解已发现事物的人,以此为起点进行探索,也将会被发现。
Ὅστις δὲ ταῦτα ἀποβαλὼν καὶ ἀποδοκιμάσας πάντα, ἑτέρῃ ὁδῷ καὶ ἑτέρῳ σχήματι ἐπιχειρέει ζητέειν, καὶ φήσει τι εὑρηκέναι, ἐξηπάτηται καὶ ἐξαπατᾶται· ἀδύνατον γάρ.
但是,凡是抛弃并否定所有这一切,企图用另一种方法和另一种形式进行探索,并声称有所发现的人,过去被欺骗了,现在也正在被欺骗;因为这是不可能的。
Δι᾿ ἃς δὲ ἀνάγκας ἀδύνατον, ἐγὼ πειρήσομαι ἐπιδεῖξαι, λέγων καὶ δεικνὺς τὴν τέχνην ὅ τι ἐστίν.
由于什么必然原因导致这是不可能的,我将尝试通过说明和展示这门技术是什么来予以证明。
Ἐκ δὲ τουτέου καταφανὲς ἔσται ἀδύνατα ἐόντα ἄλλως πως τουτέων εὑρίσκεθαι.
由此,这将清楚地表明,以其他方式进行发现是不可能的。
Μάλιστα δέ μοι δοκέει περὶ ταύτης δεῖν λέγοντα τῆς τέχνης γνωστὰ λέγειν τοῖσι δημότῃσιν.
特别地,我认为谈论这门技术的人必须对普通百姓说些易懂的话。
Οὐ γὰρ περὶ ἄλλου τινὸς οὔτε ζητέειν προσήκει οὔτε λέγειν ἢ περὶ τῶν παθημάτων ὧν αὐτοὶ οὗτοι νοσέουσί τε καὶ πονέουσιν· αὐτοὺς μὲν οὖν τὰ σφέων αὐτέων παθήματα καταμαθεῖν, ὡς γίνεται καὶ παύεται, καὶ δι᾿ οἵας προφάσιας αὔξεταί τε καὶ φθίνει, δημότας ἐόντας, οὐ ῥηΐδιον· ὑπ᾿ ἄλλου δ᾿ εὑρημένα καὶ λεγόμενα εὐπετές.
因为除了这些百姓自己所患和所受苦的疾病之外,既不适合探索也不适合谈论其他任何事情;然而,作为普通百姓,要靠自己去理解他们自己的病痛是如何产生和消除的,以及由于什么原因加重和减轻,并不容易;但由他人发现并说明时,则是容易的。
Οὐδὲν γὰρ ἕτερον ἢ ἀναμιμνήσκεται ἕκαστος ἀκούων τῶν ἑωυτῷ ξυμβαινόντων.
因为每个人在听的时候,无非是回想起发生在自己身上的事情。
Εἰ δέ τις τῶν ἰδιωτέων γνώμης ἀποτεύξεται, καὶ μὴ διαθήσει τοὺς ἀκούοντας οὕτως, τοῦ ἐόντος ἀποτεύξεται.
但如果有人未能达到外行人的理解,不能让听众产生这样的共鸣,他就会偏离实际。
Καὶ διὰ ταῦτα οὖν οὐδὲν δέεται ὑποθέσιος.
因此,也因为这些原因,医学根本不需要假说。

词汇与语法注释

  1. §1ἀμφὶ τέχνης ἐούσης — 此短语可理解为介词 `ἀμφί` 后接属格名词(“关于一门技术”),或者与分词 `ἐούσης` 一起构成强调其存在(“一门实际存在的艺术”)的属格绝对结构(或修饰名词的形容词性分词)。分词 `ἐούσης` 强调了医学是现实存在的客观技术,与后文警示的看不见且无法证实的“天上的事柄”(ἀφανέα)形成鲜明对比。
  2. §1ὅπερ — 中性关系代名词 `ὅπερ` 指代前文的整个事实(“工匠中有的拙劣,有的远为优秀”)。它作为接下来的虚拟条件句(`οὐκ ἂν ἦν`)的主语,意为“(技术水平存在差异)这件事本身,如果医学根本不存在的话,也就不会存在”。
  3. ¦p.574¦καταμαθεῖν — 不定式 `καταμαθεῖν` 补充说明形容词短语 `οὐ ῥηΐδιον`(“是不容易的”)。其逻辑主语为宾格的 `αὐτούς`(“他们自己”),宾语为 `τὰ σφέων αὐτέων παθήματα`(“他们自己的病痛”)。这一整套“宾格加不定式”的结构与后文的“当由他人发现并说明时则是容易的(`εὐπετές`)”形成对比。

引用这一段

希波克拉底, 论古医学 §1-2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg001.humanitext-grc1:1-2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。