§1414. Οἶδα μὲν γὰρ καὶ τάδε δήπου, ὅτι διαφέρει ἐς τὸ σῶμα τοῦ ἀνθρώπου καθαρὸς ἄρτος ἢ ξυγκομιστὸς, ἢ ἀπτίστων πυρῶν ἢ ἐπτισμένων, ἢ πολλῷ ὕδατι πεφυρημένος, ἢ ὀλίγῳ, ἰσχυρῶς πεφυρημένος ἢ ἀφύρητος, ἢ ἔξοπτος, ἢ ἔνωμος, ἄλλα τε πρὸς τουτέοισι μυρία· ὡς δ᾿ αὔτως καὶ περὶ μάζης·
14. 因为我也确实知道这一点,即对于人的身体来说,精制面包还是全麦面包,是由未去壳的小麦还是去壳的小麦制成,是用多水调和还是少水调和,是强力揉捏还是未经揉捏,是烤透的还是夹生的,以及除这些之外的无数其他差异,都会产生不同影响;关于大麦饼也是如此;而且每一种的力量都是巨大的,彼此之间毫无相似之处。
καὶ αἱ δυνάμιες μεγάλαι τε ἑκάστου, καὶ οὐδὲν ἡ ἑτέρη τῇ ἑτέρῃ ἐοικυῖα. Ὅστις δὲ ταῦτα οὐκ ἐπέσκεπται, ἢ σκεπτόμενος οὐκ οἶδε, πῶς ἄν τι οὗτος δύναιτο τῶν κατὰ τὸν ἄνθρωπον παθημάτων εἰδέναι;
凡是没有考察过这些事,或者考察了却不理解的人,又怎能知道关于人类疾病的任何事情呢?
ὑπὸ γὰρ ἑνὸς ἑκάστου τουτέων πάσχει τε καὶ ἑτεροιοῦται ὁ ἄνθρωπος ἢ τοῖον ἢ τοῖον· καὶ διὰ τουτέων πᾶς ὁ βίος καὶ ὑγιαίνοντι, καὶ ἐκ νούσου ἀνατρεφομένῳ, καὶ κάμνοντι.
因为通过其中的每一项,人都会遭受影响并发生这样或那样的变化;而且正是通过这些,人的整个生活都受到支配,无论是处于健康中、还是从疾病中恢复、或是正在生病。
Οὐκ ἂν οὖν ἕτερα τουτέων χρησιμώτερα, οὐδ᾿ ἀναγκαιότερα ἔῃ εἰδέναι δήπου.
因此,绝不可能有比这些更实用、更必要去了解的其他事物了。
Ὥστε καλῶς καὶ λογισμῷ προσήκοντι ζητήσαντες πρὸς τὴν τοῦ ἀνθρώπου φύσιν εὗρον αὐτὰ οἱ πρῶτοι εὑρόντες, καὶ ᾠήθησαν ἀξίην τὴν τέχνην θεῷ προσθεῖναι, ὡς καὶ νομίζεται.
因此,最初的发明者们对照人的本性,经过精美且适当的推理论证,发现了这些事物,并认为有理由将这一医术归功于神明,正如人们现今通常所相信的那样。
Οὐ γὰρ τὸ ξηρὸν, οὐδὲ τὸ ὑγρὸν, οὐδὲ τὸ θερμὸν, οὐδὲ τὸ ψυχρὸν, οὐδ᾿ ἄλλο τουτέων οὐδὲν ἡγησάμενοι οὔτε λυμαίνεσθαι οὔτε προσδέεσθαι οὐδενὸς τουτέων τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἰσχυρὸν ἑκάστου καὶ τὸ κρέσσον τῆς φύσιος τῆς ἀνθρωπίνης· οὗ μὴ ἠδύνατο κρατέειν, τοῦτο βλάπτειν ἡγήσαντο, καὶ τοῦτο ἐζήτησαν ἀφελέειν.
因为他们并不认为干、湿、热、冷或其中的任何一种在危害人,也不认为人需要其中的任何一种,而是认为每种事物中强大的、超出人类本性的元素,即人所无法克服的元素,才造成了伤害,并试图将其去除。
Ἰσχυρότατον δέ ἐστι τοῦ μὲν γλυκέος τὸ γλυκύτατον, τοῦ δὲ πικροῦ τὸ πικρότατον, τοῦ δὲ ὀξέος τὸ ὀξύτατον, ἑκάστου δὲ πάντων τῶν ἐόντων ἡ ἀκμή· ταῦτα γὰρ ἑώρων καὶ τῷ ἀνθρώπῳ ἐνεόντα καὶ λυμαινόμενα τὸν ἄνθρωπον.
而最强大的是甜物中最甜的、苦物中最苦的、酸物中最酸的,以及一切存在之物的顶点;因为他们看到这些东西也存在于人体内,并危害着人。
Ἔνι γὰρ ἀνθρώπῳ καὶ πικρὸν καὶ ἁλμυρὸν, καὶ γλυκὺ καὶ ὀξὺ, καὶ στρυφνὸν καὶ πλαδαρὸν, καὶ ἄλλα μυρία, παντοίας δυνάμιας ἔχοντα, πλῆθός τε καὶ ἰσχύν.
因为人体内既有苦也有咸,既有甜也有酸,既有涩也有黏,以及其他无数具有各种效力、数量和强度的性质。
Ταῦτα μὲν μεμιγμένα καὶ κεκρημένα ἀλλήλοισιν οὔτε φανερά ἐστιν, οὔτε λυπέει τὸν ἄνθρωπον· ὅταν δέ τι τουτέων ἀποκριθῇ, καὶ αὐτὸ ἐφ᾿ ἑωυτοῦ γένηται, τότε καὶ φανερόν ἐστι καὶ λυπέει τὸν ἄνθρωπον.
当这些性质彼此混合和调和时,它们既不明显,也不折磨人;但是当其中某一种分离出来并独自存在时,它就变得显而易见并开始折磨人。
Τοῦτο δὲ, τῶν βρωμάτων ὅσα ἡμῖν ἀνεπιτήδειά ἐστι καὶ λυμαίνεται τὸν ἄνθρωπον ἐμπεσόντα, τουτέων ἕκαστον ἢ πικρόν τι καὶ ἄκρητόν ἔστιν, ἢ ἁλμυρὸν ἢ ὀξὺ, ἢ ἄλλο τι ἄκρητόν τε καὶ ἰσχυρὸν, καὶ διὰ τοῦτο ταρασσόμεθα ὑπ᾿ αὐτέων, ὥσπερ καὶ ὑπὸ τῶν ἐν τῷ σώματι ἀποκρινομένων.
再者,在那些对我们不适宜、摄入后会危害人体的食物中,每一种要么是苦而纯粹的,要么是咸的或酸的,或者是其他纯粹而强烈的属性,因此我们受到它们的扰乱,就像受到在身体里分离出来的物质扰乱一样。
Πάντα δὲ ὅσα ἄνθρωπος ἐσθίει ἢ πίνει, τὰ τοιαῦτα βρώματα ἥκιστα τουτέου χυμοῦ ἀκρήτου τε καὶ διαφέροντος δῆλα ἔσται μετέχοντα, οἷον ἄρτος τε καὶ μᾶζα καὶ τὰ ἑπόμενα τουτέοισιν οἷσιν εἴθισται ὥνθρωπος πλείστοισί τε καὶ αἰεὶ χρέεσθαι, ἔξω τῶν πρὸς ἡδονήν τε καὶ κόρον ἠρτυμένων τε καὶ ἐσκευασμένων· καὶ ἀπὸ τουτέων πλείστων ἐσιόντων ἐς τὸν ἄνθρωπον ταραχή τε καὶ ἀπόκρισις τῶν ἀμφὶ τὸ σῶμα δυναμίων ἥκιστα γίνεται, ἰσχὺς δὲ, καὶ αὔξησις, καὶ τροφὴ μάλιστα, δι᾿ οὐδὲν ἕτερον γίνεται, ἢ ὅτι εὖ τε ξυγκέκρηται, καὶ οὐδὲν ἔχει ἄκρητον, οὐδὲ ἰσχυρὸν, ἀλλ᾿ ὅλον ἕν τε γέγονε καὶ ἁπλόον καὶ μὴ ἰσχυρόν.
但在人类吃或喝的所有东西中,像面包、大麦饼以及与它们类似的食物——即人类习惯于最多且一直使用的食物(除去那些为了享乐和饱足而调味和制作的食物)——显然最少含有这种纯粹且显着的体液;当这些食物大量进入人体时,人体内各力量的扰乱和分离发生得最少,而力量、成长和营养却产生得最多,这没有别的原因,正是因为它们调和得很好,不含任何纯粹或强烈的东西,而是整体融为一体,简单且不强烈。
§1515. Ἀπορέω δ᾿ ἔγωγε, οἱ τὸν λόγον ἐκεῖνον λέγοντες, καὶ ἀπάγοντες ἐκ ταύτης τῆς ὁδοῦ ἐπὶ ὑπόθεσιν τὴν τέχνην, τίνα ποτὲ τρόπον θεραπεύσουσι τοὺς ἀνθρώπους, ὥσπερ ὑποτίθενται.
15. 但我感到困惑的是,那些持这种论调、并将医术从这条道路引向假设的人,究竟要如何按照他们的假设来治疗人。
Οὐ γάρ ἐστιν αὐτέοισιν, ὡς ἐγὼ οἶμαι, ἐξευρημένον αὐτό τι ἐφ᾿ ἑωυτοῦ θερμὸν, ἢ ψυχρὸν, ἢ ξηρὸν, ἢ ὑγρὸν, μηδενὶ ἄλλῳ εἴδεϊ κοινωνέον, ἀλλ᾿ οἶμαι ἔγωγε ταῦτα πόματα καὶ βρώματα αὐτέοισιν ὑπάρχειν οἷσι πάντες χρεόμεθα.
因为在我看来,他们并没有发现任何本身就是热、冷、干或湿,而不与任何其他性质相混合的东西;相反,我认为他们所拥有的不过是大家都在使用的这些饮料和食物。
Προστιθέασι δὲ τῷ μὲν εἶναι θερμῷ, τῷ δὲ ψυχρῷ, τῷ δὲ ξηρῷ, τῷ δὲ ὑγρῷ.
而他们把热的性质赋予这一个,把冷的性质赋予那一个,把干的性质赋予另一个,把湿的性质赋予再另一个。
Ἐπεὶ ἐκεῖνό γε ἄπορον προστάξαι τῷ κάμνοντι, θερμόν τι προσενέγκασθαι· εὐθὺς γὰρ ἐρωτήσει, τί ἐστιν;
因为吩咐病人‘服用某种热的东西’确实是行不通的;因为他立刻会问:‘那是什么?
ὥστε ληρέειν ἀνάγκη, ἢ ἐς τουτέων τι τῶν γινωσκομένων καταφεύγειν.
’这样医生就不得不说梦话,或者逃避到这些已知的食物中去。
Εἰ δὲ δὴ τυγχάνει τὸ μὲν θερμὸν ἐὸν στριφνὸν, ἄλλο δὲ θερμὸν ἐὸν πλαδαρὸν, ἄλλο δὲ θερμὸν, ἄραδον ἔχον (ἔστι γὰρ καὶ ἄλλα πολλὰ θερμὰ καὶ ἄλλας πολλὰς δυνάμιας ὁπεναντίας ἑωυτοῖσιν ἔχοντα), δεήσει δέ τι αὐτέων προσενεγκεῖν, ἢ τὸ θερμὸν καὶ στριφνὸν, ἢ τὸ θερμὸν καὶ πλαδαρὸν, ἢ ἅμα τὸ ψυχρὸν καὶ στριφνὸν (ἔστι γὰρ καὶ τοῦτο), καὶ τὸ ψυχρόν τε καὶ πλαδαρόν· ὡς μὲν γὰρ ἔγωγε οἶδα, πᾶν τοὐναντίον ἀφ᾿ ἑκατέρου αὐτέων ἀποβαίνει, καὶ οὐ μόνον ἐν ἀνθρώπῳ, ἀλλὰ καὶ ἐν σκύτεϊ καὶ ἐν ξύλῳ καὶ ἐν ἄλλοισι πολλοῖσιν ἅ ἐστιν ἀνθρώπου ἀναισθητότερα· οὐ γὰρ τὸ θερμόν ἐστι τὸ τὴν μεγάλην δύναμιν ἔχον, ἀλλὰ τὸ στρυφνὸν καὶ τὸ πλαδαρὸν, καὶ τἆλλα ὅσα μοι εἴρηται, καὶ ἐν τῷ ἀνθρώπῳ, καὶ ἕξω τοῦ ἀνθρώπου, καὶ ἐσθιόμενα καὶ πινόμενα καὶ ἔξωθεν ἐπιχριόμενά τε καί πως πλασσόμενα.
如果恰好一种热的属性是涩的,另一种热的是黏的,还有一种热的是会引起肠胃波动的(因为确实还有许多其他热的属性,其拥有的许多其他效力是相互对立的),并且必须服用它们中的某一个,要么是热且涩的,要么是热且黏的,或者同时是冷且涩的(因为这也是存在的),以及冷且黏的;因为就我所知,它们中的每一个都会产生完全相反的结果,不仅在人身上,而且在皮革、木材以及许多其他比人更缺乏感觉的事物上也是如此;因为具有强大力量的并不是热本身,而是涩、黏以及我所说过的其他性质,无论是在人体内还是在人体外,无论是吃下去、喝下去,还是从外面涂抹或以某种方式敷贴。