← ヒポクラテス

古来の医術について

§11-13

食習慣の変化の原因と熱冷仮説の批判

習慣と異なる食生活が及ぼす悪影響の原因を、未消化や飢えの観点から分析し、推論に基づく古代医術の有効性を擁護する。また、熱・冷といった単純な仮説(四大元素説など)に基づく治療論を、日常の主食であるパンなどの複雑な調理工程を例に挙げて批判する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§11

Σκέψασθαι δὲ χρὴ διὰ τίνας προφάσιας αὐτέοισι ταῦτα ξυνέβη· τῷ μὲν, οἶμαι, μεμαθηκότι μονοσιτέειν, ὅτι οὐκ ἀνέμεινε τὸν χρόνον τὸν ἱκανὸν μέχρις αὐτέου ἡ κοιλίη τῶν τῇ προτεραίῃ προσενηνεγμένων σιτίων ἀπολαύσῃ1 τελέως, καὶ ἐπικρατήσῃ, καὶ λαπαχθῇ τε καὶ ἡσυχάσῃ, ἀλλ’ ἐπιζέουσάν τε καὶ ἐζυμωμένην καινὰ ἐπεσηνέγκατο· αἱ δὲ τοιαῦται κοιλίαι πολλῷ τε βραδύτερον πέσσουσι, καὶ πλέονος δέονται ἀναπαύσιός τε καὶ ἡσυχίης. Ὁ δὲ μεμαθηκὼς ἀριστίζεσθαι, ὅτι οὐκ, ἐπειδὴ τάχιστα ἐδεήθη τροφῆς τὸ σῶμα, καὶ τὰ πρότερα κατανάλωτο, καὶ οὐκ εἶχεν οὐδεμίην ἀπόλαυσιν, εὐθέως αὐτέῳ παρεγένετο καινὴ τροφὴ, φθίνει δὴ καὶ ξυντήκεται ὑπὸ λιμοῦ. Πάντα γὰρ, ἃ λέγω πάσχειν τὸν τοιοῦτον ἄνθρωπον, λιμῷ ἀνατίθημι. Φημὶ δὲ καὶ τοὺς ἄλλους ἀνθρώπους ἅπαντας, οἵ τινες ἂν ὑγιαίνοντες ἄσιτοι δύο ἢ τρεῖς ἡμέρας γένωνται, ταῦτα πείσεσθαι οἷα περὶ τῶν ἀναρίστων γενομένων εἴρηκα.

それでは、なぜ彼らにそのようなことが起きたのか、その原因を考察しなければならない。私としては、一日一食の習慣がある者については、前日に摂取した食物を胃が完全に消化し、打ち勝ち、排泄して、静まるまでの十分な時間を待たずに、胃がまだ沸き立ち発酵しているうちに新しい食物を投入したからだと考える。このような胃は、消化がはるかに遅く、より多くの休息と静寂を必要とするからである。他方、昼食をとる習慣がある者については、身体が最も早く食物を必要とし、以前の食物が消費し尽くされて何の栄養も残っていないときに、すぐに新しい食物が与えられなかったために、飢えによって衰え、消耗してしまうのである。というのも、このような人が被ると私が言うすべての苦痛は、飢えに帰せられるからである。そして、他のすべての人々であっても、健康なときでも二、三日の間、食事をとらなければ、私が昼食をとらなかった者たちについて述べたのと同じような苦痛を被ることになると私は主張する。

§12

Τὰς δὲ τοιαύτας φύσιας ἔγωγέ φημι, τὰς ταχέως τε καὶ ἰσχυρῶς τῶν ἁμαρτημάτων ἀπολαυούσας, ἀσθενεστέρας εἶναι τῶν ἑτέρων· ἐγγύτατα δὲ τοῦ ἀσθενέοντός ἐστιν ὁ ἀσθενής· ἔστι δὲ ἀσθενέστερος ὁ ἀσθενέων, καὶ μᾶλλον αὐτέῳ προσήκει ὅ τι ἂν τοῦ καιροῦ ἀποτυγχάνῃ, πονέειν. Χαλεπὸν, μὴ τοιαύτης ἀκριβίης ἐούσης περὶ τὴν τέχνην, τυγχάνειν αἰεὶ τοῦ ἀτρεκεστάτου· πολλὰ δὲ εἴδεα κατ’ ἰητρικὴν ἐς τοσαύτην ἀκριβίην ἥκει, περὶ ὧν εἰρήσεται. Οὐ φημὶ δὴ διὰ τοῦτο δεῖν τὴν τέχνην ὡς οὐκ ἐοῦσαν οὐδὲ καλῶς ζητεομένην τὴν ἀρχαίην ἀποβαλέσθαι, εἰ μὴ ἔχει περὶ πάντα ἀκριβίην, ἀλλὰ πολὺ μᾶλλον, διὰ τὸ ἐγγὺς, οἶμαι, τοῦ ἀτρεκεστάτου ὁμοῦ δύνασθαι ἥκειν λογισμῷ, προσίεσθαι, καὶ ἐκ πολλῆς ἀγνωσίης θαυμάζειν2 τὰ ἐξευρημένα, ὡς καλῶς καὶ ὀρθῶς ἐξεύρηται, καὶ οὐκ ἀπὸ τύχης.

このような、誤りの影響を迅速かつ強力に受ける体質は、他よりも弱い体質であると私は主張する。そして、弱い者は病人に最も近い。病人はさらに弱く、適切な時期を誤れば、いつでも苦痛を被るのが当然だからである。医術においてこのような正確さがない中で、常に最も厳密な真実に到達することは困難である。しかし、医学における多くの分野は、これほどの正確さに達しており、それらについてはこれから語られるであろう。それゆえ、すべてにおいて正確さを欠いているからといって、古代の医術を存在しないものとして、あるいは適切に探求されてこなかったものとして退けるべきだとは私は言わない。むしろ、理性的な思考によって最も厳密な真実の極めて近くにまで到達しうるがゆえに、それを受け入れるべきであり、そして多大な無知の状態から、発見された事柄が、いかに見事に正しく発見されたか、また偶然によるものではないかを驚嘆すべきであると私は主張する。

§13

Ἐπὶ δὲ τῶν τὸν καινὸν τρόπον τὴν τέχνην ἐξ ὑποθέσιος ζητεόντων λόγον ἐπανελθεῖν βούλομαι. Εἰ γάρ ἐστι θερμὸν, ἢ ψυχρὸν, ἢ ξηρὸν, ἢ ὑγρὸν τὸ λυμαινόμενον τὸν ἄνθρωπον, καὶ δεῖ τὸν ὀρθῶς ἰητρεύοντα βοηθέειν τῷ μὲν θερμῷ ἐπὶ τὸ ψυχρὸν, τῷ δὲ ψυχρῷ ἐπὶ τὸ θερμὸν, τῷ δὲ ξηρῷ ἐπὶ τὸ ὑγρὸν, τῷ δ’ ὑγρῷ ἐπὶ τὸ ξηρόν· ἔστω μοι ἄνθρωπος μὴ τῶν ἰσχυρῶν φύσει, ἀλλὰ τῶν ἀσθενεστέρων· οὗτος δὲ πυροὺς ἐσθιέτω οὓς ἂν ἀπὸ τῆς ἅλω ἀνέλῃ, ὠμοὺς καὶ ἀργοὺς, καὶ κρέα ὠμὰ, καὶ πινέτω ὕδωρ. Ταύτῃ χρεόμενος τῇ διαίτῃ, εὖ οἶδ’ ὅτι πείσεται πολλὰ καὶ δεινά· καὶ γὰρ πόνους πονήσει, καὶ τὸ σῶμα ἀσθενὲς ἔσται, καὶ ἡ κοιλίη φθαρήσεται, καὶ ζῇν πουλὺν χρόνον οὐ δυνήσεται. Τί δεῖ τοιγαροῦν βοήθημα παρασκευάσασθαι ὧδ’ ἔχοντι; θερμὸν, ἢ ψυχρὸν, ἢ ξηρὸν, ἢ ὑγρόν; δῆλον γὰρ ὅτι τουτέων τι. Εἰ γὰρ τὸ λυμαινόμενόν ἐστι τουτέων τὸ ἕτερον, τῷ ὑπεναντίῳ προσήκει λῦσαι, ὡς ὁ ἐκείνων λόγος ἔχει. Τὸ μὲν γὰρ βεβαιότατόν τε καὶ προφανέστατον φάρμακον ἀφελόντα τὰ διαιτήματα οἷσιν ἐχρῶτο· ἀντὶ μὲν τῶν πυρῶν ἄρτον διδόναι,3 ἀντὶ δὲ τῶν ὠμῶν κρεῶν ἑφθὰ, πιεῖν τε ἐπὶ τούτοισιν οἴνου, ταῦτα μεταβάλλοντα οὐχ οἷόν τε μὴ ὑγιέα γενέσθαι, ἤν γε μὴ παντάπασιν ᾖ διεφθαρμένος ὑπὸ χρόνου τε καὶ τῆς διαίτης. Τί δὴ φήσομεν; πότερον αὐτέῳ ὑπὸ ψυχροῦ κακοπαθέοντι θερμὰ ταῦτα προσενέγκαντες ὠφέλησαν, ἢ τἀναντία; οἶμαι γὰρ ἔγωγε πολλὴν ἀπορίην ἐρωτηθέντι παρασχεῖν· ὁ γὰρ τὸν ἄρτον σκευάζων τῶν πυρῶν τὸ θερμὸν, ἢ τὸ ψυχρὸν, ἢ τὸ ξηρὸν, ἢ τὸ ὑγρὸν ἀφείλατο; οὗτος γὰρ καὶ πυρὶ καὶ ὕδατι δίδοται, καὶ πολλοῖσιν εἴργασται, ὧν ἕκαστον ἰδίην δύναμιν καὶ φύσιν ἔχει, καὶ τὰ μὲν τῶν ὑπαρχόντων ἀποβέβληκεν, ἄλλοισι δὲ κέκρηται καὶ μέμικται.

さて、仮説に基づいて新しいやり方で医術を探求する者たちの議論に、私は戻りたいと思う。もし仮に、人間を害するものが熱や、冷や、乾や、湿であり、正しく治療する者は、熱に対しては冷を、冷に対しては熱を、乾に対しては湿を、湿に対しては乾をもって援助しなければならないとすれば、生まれつき強健ではなく、むしろ弱い部類の人間を一人想定してほしい。この男に、脱穀場から取ってきたばかりの小麦を未加工のまま生で、また肉も生のまま食べさせ、水を飲ませてみよう。このような食生活を送るなら、彼が多くの恐ろしい苦痛を被ることを私はよく知っている。なぜなら、彼は痛みに苦しみ、身体は衰弱し、胃は損なわれ、長く生きることはできないだろうからである。それでは、このような状態にある者に対して、どのような治療法を用意すべきだろうか。熱か、冷か、乾か、湿か。それらのうちのどれかであることは明らかである。なぜなら、もし害を及ぼしているものがこれらのうちの一方であるなら、彼らの議論に従えば、反対のものでそれを解消するのが当然だからである。しかし、最も確実で最も明白な治療薬は、彼が用いていた食生活を取り除き、小麦の代わりにパンを与え、生の肉の代わりに煮た肉を与え、これらの上にさらにワインを飲ませることである。これらに変更すれば、彼が時間やこれまでの食生活によって完全に損なわれてしまっていない限り、健康にならないことはあり得ない。では、何と言うべきか。冷によって苦しんでいた彼に、これらの熱いものを与えたから恩恵を与えたのか、それともその反対なのか。これについて問われた者は、大いに困惑するであろうと私は思う。なぜなら、パンを調理する者は、小麦から熱や、冷や、乾や、湿を取り除いたのだろうか。パンは火と水にさらされ、多くの処理を施されるが、その一つ一つが独自の力と性質を持っており、既存の性質のいくつかを失わせ、他の性質と混合され組み合わされているからである。

構文注3 件
  1. 11μέχρις αὐτέου ... ἀπολαύσῃ

    時間副詞 μέχρις は、関係副詞 οὗ のイオニア方言形である αὐτέου を伴って「〜する時まで」という時間節を導き、一般的な性質の記述であるため接続法(ἀπολαύσῃ)を取っている。

  2. 12δεῖν τὴν τέχνην ... ἀποβαλέσθαι, ἀλλὰ ... προσίεσθαι, καὶ ... θαυμάζειν

    間接話法を導く動詞 οὔ φημι(「〜でないと主張する」)の補足不定詞として非人称動詞 δεῖν があり、その意味上の主語(対格)として τὴν τέχνην が、主要動詞として不定詞 ἀποβαλέσθαι が置かれている。対比を表す ἀλλά の後には同じく δεῖν に導かれる不定詞 προσίεσθαι と θαυμάζειν が並置されている。

  3. 13ἀφελόντα ... διδόναι

    文脈上の主語(医師や治療者)が明示されていないが、不定詞 διδόναι に対する分詞として、対格単数男性形の ἀφελόντα が用いられている。不定詞の論理的主語が一般的・不特定な行為者として対格で想定されているため、分詞も対格に一致している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(6 件・最終 2026-11-24)
  • 2026-11-24 AI校閲 — number 3 件
  • 2026-09-21 AI校閲 — 原文 3 件
urn:cts:greekLit:tlg0627.tlg001.humanitext-grc1:11-13