§24τὸ δὴ λοιπὸν οὐκ εἰδότα σε δοξάζειν.
那么剩下的可能性就是,你在不知情的情况下进行推测。
εἶτ᾿, ὦ πάντων ἀνθρώπων τολμηρότατε, δόξῃ πιστεύσας, ἀπιστοτάτῳ πράγματι, τὴν ἀλήθειαν οὐκ εἰδώς, τολμᾷς ἄνδρα περὶ θανάτου διώκειν;
既然如此,哦,所有人中最胆大妄为的人,你凭着信赖推测这种最不可信的事物,在不知道真理的情况下,竟敢以死罪控告一个男人吗?
ᾧ τί τοιοῦτον ἔργον εἰργασμένῳ σύνοισθα;
他犯下了什么这样的罪行,是你所知悉的呢?
ἀλλὰ μὴν τό γε δοξάσαι κοινὸν ἅπασι περὶ πάντων, καὶ οὐδὲν ἐν τούτῳ σὺ τῶν ἄλλων σοφώτερος.
然而,推测是所有人对所有事物的共性,在这一点上,你绝不比其他人更聪明。
ἀλλ᾿ οὔτε τοῖς δοξάζουσι δεῖ πιστεύειν ἀλλὰ τοῖς εἰδόσιν, οὔτε τὴν δόξαν τῆς ἀληθείας πιστοτέραν νομίζειν ἀλλὰ τἀναντία τὴν ἀλήθειαν τῆς δόξης.
我们不应该相信那些推测的人,而应该相信那些知道的人;也不应该认为推测比真理更可信,而相反,应该认为真理比推测更可信。
§25Κατηγόρησας δέ μου διὰ τῶν εἰρημένων λόγων δύο τἀναντιώτατα, σοφίαν καὶ μανίαν, ὥπερ οὐχ οἷόν τε τὸν αὐτὸν ἄνθρωπον ἔχειν.
而且你通过所说的话,控告了我两样最相互矛盾的事情:智慧和疯狂,而这是同一个人不可能同时拥有的。
ὅπου μὲν γάρ με φὴς εἶναι τεχνήεντά τε καὶ δεινὸν καὶ πόριμον, σοφίαν μου κατηγορεῖς, ὅπου δὲ λέγεις ὡς προὐδίδουν τὴν Ἑλλάδα, μανίαν·
因为在你声称我精明、能干、多谋的地方,你控告了我的智慧;而在你声称我背叛希腊的地方,你控告了我的疯狂。
μανία γάρ ἐστιν ἔργοις ἐπιχειρεῖν ἀδυνάτοις, ἀσυμφόροις, αἰσχροῖς, ἀφ᾿ ὧν τις τοὺς μὲν φίλους βλάψει, τοὺς δ᾿ ἐχθροὺς ὠφελήσει, τὸν δ᾿ αὑτοῦ βίον ἐπονείδιστον καὶ σφαλερὸν καταστήσει.
因为疯狂就是去尝试那些不可能、无益且可耻的勾当,通过这些,人会伤害朋友、帮助敌人,并使自己的生活变得可耻且危险。
καίτοι πῶς χρὴ ἀνδρὶ τοιούτῳ πιστεύειν, ὅστις τὸν αὐτὸν λόγον λέγων πρὸς τοὺς αὐτοὺς ἄνδρας περὶ τῶν αὐτῶν τἀναντιώτατα λέγει;
然而,怎么能相信这样的人呢? 他对同样的人、就同样的事、在同样的陈述中,说出了最相互矛盾的话。
§26Βουλοίμην δ᾿ ἂν παρὰ σοῦ πυθέσθαι, πότερα τοὺς σοφοὺς ἄνδρας νομίζεις ἀνοήτους ἢ φρονίμους.
但我很想向你请教,你认为聪明人是愚蠢的还是明智的。
εἰ μὲν γὰρ ἀνοήτους, καινὸς ὁ λόγος, ἀλλ᾿ οὐκ ἀληθής· εἰ δὲ φρονίμους, οὐ δήπου προσήκει τούς γε φρονοῦντας ἐξαμαρτάνειν τὰς μεγίστας ἁμαρτίας καὶ μᾶλλον αἱρεῖσθαι κακὰ πρὸ τῶν ἀγαθῶν.
如果是愚蠢的,这种说法虽然新奇,但并不真实;如果是明智的,明智的人当然不应该犯下最大的错误,更不会宁可选择坏事而不选择好事。
εἰ μὲν οὖν εἰμὶ σοφός, οὐχ ἥμαρτον· εἰ δ᾿ ἥμαρτον, οὐ σοφός εἰμι.
因此,如果我是聪明的,我就没有犯错;如果我犯了错,我就不聪明。
ὥστε δι᾿ ἀμφότερ᾿ ἂν εἴης ψευδής.
所以,无论在哪种情况下,你都在说谎。
§27Ἀντικατηγορῆσαι δέ σου πολλὰ καὶ μεγάλα καὶ παλαιὰ καὶ νέα προσόντα δυνάμενος οὐ βούλομαι· βούλομαι γὰρ οὐ τοῖς σοῖς κακοῖς ἀλλὰ τοῖς ἐμοῖς ἀγαθοῖς ἀποφεύγειν τὴν αἰτίαν ταύτην.
虽然我能够反过来控告你身上存在的许多、重大的、旧的和新的恶行,但我并不想这样做;因为我希望不是通过你的恶行,而是通过我自己的善行来洗清这一罪名。
πρὸς μὲν οὖν σὲ ταῦτα.
关于你,就说到这里。
§28Πρὸς δ᾿ ὑμᾶς ὦ ἄνδρες κριταὶ περὶ ἐμαυτοῦ βούλομαι λόγον εἰπεῖν ἐπίφθονον μὲν ἀληθῆ δέ, μὴ κατηγορημένου μὲν οὐκ ἀνεκτόν, κατηγορουμένῳ δὲ προσήκοντα.
但对于你们,法官们,我想要就自己说一些令人嫉妒但却真实的话,这对于一个未被控告的人来说是不可容忍的,但对于一个被控告的人来说却是恰当的。
νῦν γὰρ ἐν ὑμῖν εὐθύνας καὶ λόγον ὑπέχω τοῦ παροιχομένου βίου.
因为现在,我在你们面前接受对我过去生活的审查和交代。
δέομαι οὖν ὑμῶν, ἂν ὑμᾶς ὑπομνήσω τῶν ἐμοί τι πεπραγμένων καλῶν, μηδένα φθονῆσαι τοῖς λεγομένοις, ἀλλ᾿ ἀναγκαῖον ἡγήσασθαι κατηγορημένον δεινὰ καὶ ψευδῆ καί τι τῶν ἀληθῶν ἀγαθῶν εἰπεῖν ἐν εἰδόσιν ὑμῖν· ὅπερ ἥδιστόν μοι.
因此,我请求你们,如果我让你们想起我所做的一些高尚的善行,请不要有人嫉妒这些话,而要认为一个被控告犯有可怕且虚假罪名的人,在熟知此事的你们面前说出一些真实的善行,是不可避免的;这对我来说是最令人欣慰的。
§29πρῶτον μὲν οὖν καὶ δεύτερον καὶ μέγιστον, διὰ παντὸς ἀπ᾿ ἀρχῆς εἰς τέλος ἀναμάρτητος ὁ παροιχόμενος βίος ἐστί μοι, καθαρὸς πάσης αἰτίας· οὐδεὶς γὰρ ἂν οὐδεμίαν αἰτίαν κακότητος ἀληθῆ πρὸς ὑμᾶς περὶ ἐμοῦ εἰπεῖν ἔχοι.
首先、其次、也是最重要的一点:在我的整个过去生活中,从始至终都是无过错的,免于一切控告;因为没有人能向你们提出任何关于我邪恶的真实控告。
καὶ γὰρ οὐδ᾿ αὐτὸς ὁ κατήγορος οὐδεμίαν ἀπόδειξιν εἴρηκεν ὧν εἴρηκεν· οὕτω λοιδορίαν οὐκ ἔχουσαν ἔλεγχον ὁ λόγος αὐτῷ δύναται.
因为事实上,原告自己对他所说的话没有提出任何证据;因此他的话只具有缺乏证据的谩骂力量。
§30φήσαιμι δ᾿ ἄν, καὶ φήσας οὐκ ἂν ψευσαίμην οὐδ᾿ ἂν ἐλεγχθείην, οὐ μόνον ἀναμάρτητος ἀλλὰ καὶ μέγας εὐεργέτης ὑμῶν καὶ τῶν Ἑλλήνων καὶ τῶν ἁπάντων ἀνθρώπων, οὐ μόνον τῶν νῦν ὄντων ἀλλὰ καὶ τῶν μελλόντων, εἶναι.
我还想声明,而且声明时我既不会说谎,也不会被驳倒,即我不仅没有犯错,而且是你们、希腊人以及所有人类的伟大恩人,不仅是现在存在的人,而且是未来的人。
τίς γὰρ ἄλλος ἐποίησε τὸν ἀνθρώπινον βίον πόριμον ἐξ ἀπόρου καὶ κεκοσμημένον ἐξ ἀκόσμου, τάξεις τε πολεμικὰς εὑρών, μέγιστον εἰς πλεονεκτήματα, νόμους τε γραπτούς, φύλακας τοῦ δικαίου, γράμματά τε, μνήμης ὄργανον, μέτρα τε καὶ σταθμά, συναλλαγῶν εὐπόρους διαλλαγάς, ἀριθμόν τε, χρημάτων φύλακα, πυρσούς τε, κρατίστους καὶ ταχίστους ἀγγέλους, πεσσούς τε, σχολῆς ἄλυπον διατριβήν;
因为还有谁通过发明军阵(这是争取优势的最大工具)、成文法(正义的守护者)、文字(记忆的工具)、度量衡(交易的便利调节手段)、数字(财产的守护者)、烽火(最好最快的信使)以及棋盘游戏(消磨闲暇的无痛消遣),使人类的生活从匮乏变得富有手段、从无序变得有序呢?
τίνος οὖν ἕνεκα ταῦθ᾿ ὑμᾶς ὑπέμνησα;
那么,我究竟是为了什么向你们提起这些事情呢?