§31δηλῶν μὲν ὅτι τοῖς τοιούτοις τὸν νοῦν προσέχω, σημεῖον δὲ ποιούμενος ὅτι τῶν αἰσχρῶν καὶ τῶν κακῶν ἔργων ἀπέχομαι· τὸ γὰρ ἐκείνοις τὸν νοῦν προσέχοντα τοῖς τοιούτοις προσέχειν ἀδύνατον.
这表明我正关注着这些事物,并以此作为我远离耻辱和邪恶行径的证据;因为一个关注那些(恶行)的人,是不可能关注这些(善行)的。
ἀξιῶ δ᾿, εἰ μηδὲν αὐτὸς ὑμᾶς ἀδικῶ, μηδ᾿ αὐτὸς ὑφ᾿ ὑμῶν ἀδικηθῆναι.
我要求,如果我自己没有对你们做任何不义的事,我自己也不应该受到你们的不义对待。
§32καὶ γὰρ οὐδὲ τῶν ἄλλων ἐπιτηδευμάτων οὕνεκ᾿ ἄξιός εἰμι κακῶς πάσχειν, οὔθ᾿ ὑπὸ νεωτέρων οὔθ᾿ ὑπὸ πρεσβυτέρων.
事实上,由于我其他的日常行为,我也不应该遭受惩罚,无论是由年轻人还是年长者。
τοῖς μὲν γὰρ πρεσβυτέροις ἄλυπός εἰμι, τοῖς δὲ νεωτέροις οὐκ ἀνωφελής· τοῖς εὐτυχοῦσιν οὐ φθονερός, τῶν δυστυχούντων οἰκτίρμων· οὔτε πενίας ὑπερορῶν, οὔτε πλοῦτον ἀρετῆς ἀλλ᾿ ἀρετὴν πλούτου προτιμῶν· οὔτ᾿ ἐν βουλαῖς ἄχρηστος οὔτ᾿ ἐν μάχαις ἀργός, ποιῶν τὸ τασσόμενον, πειθόμενος τοῖς ἄρχουσιν.
因为对于年长者,我没有给他们带来痛苦,对于年轻人,我也并非毫无益处;我不嫉妒幸运的人,而是怜悯不幸的人;既不蔑视贫穷,也不认为财富优于美德,而是认为美德优于财富;在议会中并非无用之辈,在战场上亦非怠惰之人,履行被指派的职责,服从统治者。
ἀλλὰ γὰρ οὐκ ἐμὸν ἐμαυτὸν ἐπαινεῖν· ὁ δὲ παρὼν καιρὸς ἠνάγκασε καὶ ταῦτα, κατηγορημένον πάντως ἀπολογήσασθαι.
然而,赞美我自己并不是我该做的事;但眼下的危机逼迫我,作为被控告者,必须对这些事情也做出辩护。
§33Λοιπὸς δὲ περὶ ὑμῶν πρὸς ὑμᾶς ἐστί μοι λόγος, ὃν εἰπὼν παύσομαι τῆς ἀπολογίας.
接下来我还有关于你们、对你们说的话,说完了这些,我便结束我的申辩。
οἶκτος μὲν οὖν καὶ λιταὶ καὶ φίλων παραίτησις ἐν ὄχλῳ μὲν οὔσης τῆς κρίσεως χρήσιμα· παρὰ δ᾿ ὑμῖν τοῖς πρώτοις οὖσι τῶν Ἑλλήνων καὶ δοκοῦσιν, οὐ φίλων βοηθείαις οὐδὲ λιταῖς οὐδ᾿ οἴκτοις δεῖ πείθειν ὑμᾶς, ἀλλὰ τῷ σαφεστάτῳ δικαίῳ, διδάξαντα τἀληθές, οὐκ ἀπατήσαντά με δεῖ διαφυγεῖν τὴν αἰτίαν ταύτην.
在群众面前进行审判时,同情、乞求和朋友的代求自然是有用的;但在你们这些身为希腊人的领袖且享有盛誉的人面前,不应当通过朋友的帮助、乞求或同情来劝说你们,而应当通过最明白无误的正义,在告知真相、不加欺瞒的情况下,让我得以洗脱这一罪名。
§34ὑμᾶς δὲ χρὴ μὴ τοῖς λόγοις μᾶλλον ἢ τοῖς ἔργοις προσέχειν τὸν νοῦν, μηδὲ τὰς αἰτίας τῶν ἐλέγχων προκρίνειν, μηδὲ τὸν ὀλίγον χρόνον τοῦ πολλοῦ σοφώτερον ἡγεῖσθαι κριτήν, μηδὲ τὴν διαβολὴν τῆς πείρας πιστοτέραν νομίζειν.
你们应当关注事实而非言辞,不应将指控置于证明之上,不应认为短暂的时间是比漫长的时间更明智的裁判者,也不应认为诽谤比经验更可信。
ἅπαντα μὲν γὰρ τοῖς ἀγαθοῖς ἀνδράσι μεγάλης εὐλαβείας ἁμαρτάνειν, τὰ δ᾿ ἀνήκεστα τῶν ἀκεστῶν ἔτι μᾶλλον· ταῦτα γὰρ προνοήσασι μὲν ἀδύνατα, μετανοήσασι δ᾿ ἀνίατα.
因为对于好人来说,犯下任何错误都是需要极大警惕的事,而不可挽回的错误比可挽回的错误更需警惕;因为这些错误对于预先防范的人来说是不可能发生的,但对于事后懊悔的人来说却是无可医治的。
τῶν δὲ τοιούτων ἐστίν, ὅταν ἄνδρες ἄνδρα περὶ θανάτου κρίνωσιν· ὅπερ ἐστὶ νῦν παρ᾿ ὑμῖν.
当人们对一个男人的死罪进行审判时,正属于此类情况;而这正是现在你们所面临的。
§35εἰ μὲν οὖν ἦν διὰ τῶν λόγων τὴν ἀλήθειαν τῶν ἔργων καθαρῶς γενέσθαι τοῖς ἀκούουσι φανεράν, εὔπορος ἂν ἡ κρίσις ἦν ἀπὸ τῶν εἰρημένων· ἐπειδὴ δ᾿ οὐχ οὕτως ἔχει, τὸ μὲν σῶμα τοὐμὸν φυλάξατε, τὸν δὲ πλείω χρόνον ἐπιμείνατε, μετὰ δὲ τῆς ἀληθείας τὴν κρίσιν ποιήσατε.
因此,如果事实的真相能够通过言辞纯粹地在听众面前显现,那么根据已经说过的这些话做出裁判就会很容易;但既然情况并非如此,请保护我的生命,等待更长的时间,然后伴随着真相做出你们的判决。
ὑμῖν μὲν γὰρ μέγας ὁ κίνδυνος ἀδίκοις φανεῖσι δόξαν τὴν μὲν καταβαλεῖν, τὴν δὲ κτήσασθαι.
因为对你们来说,如果显得不公,就面临着失去一种名誉而获得另一种名誉的巨大危险。
τοῖς δ᾿ ἀγαθοῖς ἀνδράσιν αἱρετώτερος θάνατος δόξης αἰσχρᾶς· §36τὸ μὲν γὰρ τοῦ βίου τέλος, ἡ δὲ τῷ βίῳ νόσος, ἐὰν δ᾿ ἀδίκως ἀποκτείνητέ με, πολλοῖς γενήσεται φανερόν·
而对于高尚的人来说,死亡比耻辱的名誉更值得选择;因为前者是生命的终结,而后者则是生命的疾病。
ἐγώ τε γὰρ οὐκ ἀγνώς, ὑμῖν τε παρὰ πᾶσιν Ἕλλησι γνώριμος ἡ κακότης καὶ φανερά.
如果你们不公正地杀了我,这将会向许多人显露出来;因为我并非无名之辈,而你们的邪恶在所有希腊人中也将是家喻户晓、显而易见的。
καὶ τὴν αἰτίαν [φανερὰν] ἅπασαν ὑμεῖς ἕξετε τῆς ἀδικίας, οὐχ ὁ κατήγορος· ἐν ὑμῖν γὰρ τὸ τέλος ἐστὶ τῆς δίκης.
你们,而不是原告,将承担这不公正的全部罪名;因为审判的最终决定权在你们手中。
ἁμαρτία δ᾿ οὐκ ἂν γένοιτο μείζων ταύτης.
不会有比这更大的错误了。
οὐ γὰρ μόνον εἰς ἐμὲ καὶ τοκέας τοὺς ἐμοὺς ἁμαρτήσεσθε δικάσαντες ἀδίκως, ἀλλ᾿ ὑμῖν αὐτοῖς δεινὸν ἄθεον ἄδικον ἄνομον ἔργον συνεπιστήσεσθε πεποιηκότες, ἀπεκτονότες ἄνδρα σύμμαχον, χρήσιμον ὑμῖν, εὐεργέτην τῆς Ἑλλάδος, Ἕλληνες Ἕλληνα, φανερὰν οὐδεμίαν ἀδικίαν οὐδὲ πιστὴν αἰτίαν ἀποδείξαντες.
因为通过不公正的判决,你们不仅会对我以及我的父母犯下过错,而且你们自己心里也会清楚自己犯下了可怕、不敬、不义、不法的行径,即杀害了一个盟友、对你们有用的人、希腊的恩人,希腊人杀害希腊人,而没有证实任何明显的罪行或可信的控告。
§37Εἴρηται τὰ παρ᾿ ἐμοῦ, καὶ παύομαι.
我该说的已经说完了,就此结束。
τὸ γὰρ ὑπομνῆσαι τὰ διὰ μακρῶν εἰρημένα συντόμως πρὸς μὲν φαύλους δικαστὰς ἔχει λόγον· τοὺς δὲ πρώτους τῶν πρώτων Ἕλληνας Ἑλλήνων οὐκ ἄξιον οὐδ᾿ ἀξιῶσαι μήτε προσέχειν τὸν νοῦν μήτε μεμνῆσθαι τὰ λεχθέντα.
因为简短地重温长篇大论,对于平庸的法官来说是有道理的;但对于希腊人中最杰出者的最杰出者,认为他们需要重新关注或记住这些说过的言论是不相称的,我也不做此要求。