Humanitext Reader

高尔吉亚 · 帕拉墨得斯的辩护 §17-23

背叛之无益与控告者毫无根据的指控

第 3 段,共 5 段 · 希腊语

内容简介

帕拉墨得斯论证了背叛绝不会给自己带来安全和利益,而只会带来最悲惨的毁灭和耻辱;随后,他直接质问原告,指出其指控毫无证据,不过是凭空推测或虚假指证。

§17Καὶ μὴν οὐδ᾿ ἀσφαλείας οὕνεκά τις ἂν ταῦτα πράξαι.
而且,甚至没有人会为了安全而做这些事。
πᾶσι γὰρ ὅ γε προδότης πολέμιος, τῷ νόμῳ, τῇ δίκῃ, τοῖς θεοῖς, τῷ πλήθει τῶν ἀνθρώπων.
因为叛徒是所有人的敌人:是法律、正义、神明以及大众的敌人。
τὸν μέν γε νόμον παραβαίνει, τὴν δὲ δίκην καταλύει, τὸ δὲ θεῖον ἀτιμάζει, τὸ δὲ πλῆθος διαφθείρει.
因为他违背法律,破坏正义,亵渎神明,败坏大众。
τῷ δὲ τοιούτῳ βίῳ περὶ κινδύνων τῶν μεγίστων οὐδ᾿ ἔχει ἀσφάλειαν.
而对于这样一种生活,在面临极大危险的情况下,他根本没有安全可言。
§18Ἀλλὰ δὴ φίλους ὠφελεῖν βουλόμενος ἢ πολεμίους βλάπτειν;
那么,是因为想要帮助朋友,还是想要伤害敌人?
καὶ γὰρ τούτων ἕνεκά τις ἂν ἀδικήσειεν.
因为确实有人会为了这些原因而行不义。
ἐμοὶ δὲ πᾶν τοὐναντίον ἐγίγνετο· τοὺς μὲν φίλους κακῶς ἐποίουν, τοὺς δ᾿ ἐχθροὺς ὠφέλουν.
但对我来说,情况完全相反:我会伤害朋友,而帮助敌人。
ἀγαθῶν μὲν οὖν κτῆσιν οὐδεμίαν εἶχεν ἡ πρᾶξις· κακῶς δὲ παθεῖν οὐδὲ εἷς ἐπιθυμῶν πανουργεῖ.
因此,这一行动并不能获得任何好处;而没有一个人是在渴望遭受伤害的情况下作恶的。
§19Τὸ δὲ λοιπόν ἐστιν, ἤ τινα φόβον ἢ πόνον ἢ κίνδυνον φεύγοντα πρᾶξαι ταῦτα· τούτων δ᾿ οὐδεὶς ἂν εἰπεῖν ἔχοι τί μοι προσῆκεν.
剩下的可能性是,为了逃避某种恐惧、劳苦或危险而做了这些事;但这些人里,谁也说不出哪一个适用于我。
δισσῶν γὰρ τούτων ἕνεκα πάντες πάντα πράττουσιν, ἢ κέρδος τι μετιόντες ἢ ζημίαν φεύγοντες· ὅσα δὲ τούτων ἔξω πανουργεῖται. . . . . ὅσα δὲ κακῶς ἐμαυτὸν ἐποίουν ταῦτα πράττων, οὐκ ἄδηλον·
因为所有人做所有事都是为了这两个原因:要么追求某种利益,要么逃避损失;在这两者之外所犯的恶行……然而,通过做这些事,我会如何伤害自己,这是显而易见的。
προδιδοὺς γὰρ τὴν Ἑλλάδα προὐδίδουν ἐμαυτόν, τοκέας, φίλους, ἀξίωμα προγόνων, ἱερὰ πατρῷα, τάφους, πατρίδα τὴν μεγίστην τῆς Ἑλλάδος.
因为背叛希腊,就是背叛我自己、父母、朋友、祖辈的光荣、祖传的圣所、陵墓,以及希腊最伟大的祖国。
ἃ δὲ πᾶσι περὶ παντός ἐστι, ταῦτ᾿ ἂν τοῖς ἀδικηθεῖσιν ἐνεχείρισα.
而这些对所有人来说高于一切的事物,我将会把它们交到受害者(敌人)的手中。
§20Σκέψασθε δὲ καὶ τόδε. πῶς οὐκ ἂν ἀβίωτος ἦν ὁ βίος μοι πράξαντι ταῦτα;
也请考虑这一点:如果做了这些事,对我来说生活怎能不是无法忍受的?
ποῖ γὰρ τραπέσθαι με χρῆν;
因为我该走向哪里呢?
πότερον εἰς τὴν Ἑλλάδα;
是走向希腊吗?
δίκην δώσοντα τοῖς ἠδικημένοις;
去向那些受害者接受惩罚?
τίς δ᾿ ἂν ἀπείχετό μου τῶν κακῶς πεπονθότων;
那些遭受伤害的人中,有谁会放过我呢?
ἀλλὰ μένειν ἐν τοῖς βαρβάροις;
还是留在蛮族那里?
παραμελήσαντα πάντων τῶν μεγίστων, ἐστερημένον τῆς καλλίστης τιμῆς, ἐν αἰσχίστῃ δυσκλείᾳ διάγοντα, τοὺς ἐν τῷ παροιχομένῳ βίῳ πόνους ἐπ᾿ ἀρετῇ πεπονημένους ἀπορρίψαντα;
忽视所有最伟大的事物,被剥夺最美好的荣誉,在最可耻的恶名中度日,抛弃过去生活中为了美德而付出的劳苦?
καὶ ταῦτα δι᾿ ἐμαυτόν, ὅπερ αἴσχιστον ἀνδρί, δυστυχεῖν δι᾿ αὑτόν.
而且这一切都是因为我自己——这对一个男人来说是最可耻的事,因自己而变得不幸。
§21οὐ μὴν οὐδὲ παρὰ τοῖς βαρβάροις πιστῶς ἂν διεκείμην·
此外,哪怕是在蛮族中,我也不会受到信任。
πῶς γάρ, οἵτινες ἀπιστότατον ἔργον συνηπίσταντό μοι πεποιηκότι, τοὺς φίλους τοῖς ἐχθροῖς παραδεδωκότι;
因为怎么会呢? 他们明明知道我做过最不讲信用的一件事,即把朋友出卖给敌人。
βίος δ᾿ οὐ βιωτὸς πίστεως ἐστερημένῳ.
而对于一个失去信用的人来说,生活是无法忍受的。
χρήματα μὲν γὰρ ἀποβαλὼν ἢ τυραννίδος ἐκπεσὼν ἢ τὴν πατρίδα φυγὼν ἀναλάβοι τις ἄν· ὁ δὲ πίστιν ἀποβαλὼν οὐκ ἂν ἔτι κτήσαιτο.
因为一个失去财富、失去僭主之位或逃离祖国的人,或许还能把它们收回;但失去信用的人,将再也无法获得它。
ὅτι μὲν οὖν οὔτ᾿ ἂν ἐδυνάμην οὔτ᾿ ἂν ἐβουλόμην προδοῦναι τὴν Ἑλλάδα, διὰ τῶν προειρημένων δέδεικται.
因此,我既不可能也不可能想要背叛希腊,这已经通过前面所说的得到了证明。
§22Βούλομαι δὲ μετὰ ταῦτα πρὸς τὸν κατήγορον διαλεχθῆναι.
在这之后,我想要对原告说话。
τίνι ποτὲ πιστεύσας τοιοῦτος ὢν τοιούτου κατηγορεῖς;
你究竟凭着什么,以你这样的人,来控告我这样一个人?
ἄξιον γὰρ καταμαθεῖν, οἷος ὢν οἷα λέγεις, ὡς ἀνάξιος ἀναξίῳ.
因为弄清楚你是个怎样的人、说了怎样的话,是非常有价值的,就像一个不配的人控告另一个不配的人。
πότερα γάρ μου κατηγορεῖς εἰδὼς ἀκριβῶς ἢ δοξάζων;
你是确切知道而控告我,还是凭空推测?
εἰ μὲν γὰρ εἰδώς, οἶσθ᾿ ἰδὼν ἢ μετέχων ἤ του μετέχοντος πυθόμενος.
因为如果是确切知道,你或者是亲眼看见,或者是参与其中,或者是从参与者那里打听到的。
εἰ μὲν οὖν ἰδών, φράσον τούτοις τὸν τρόπον, τὸν τόπον, τὸν χρόνον, πότε, ποῦ, πῶς εἶδες· εἰ δὲ μετέχων, ἔνοχος εἶ ταῖς αὐταῖς αἰτίαις· εἰ δέ του μετέχοντος ἀκούσας, ὅστις ἐστίν, αὐτὸς ἐλθέτω, φανήτω, μαρτυρησάτω.
如果是亲眼看见,请向这些人说清楚方式、地点、时间——何时、何地、如何看见的;如果是参与其中,你便犯有相同的罪名;如果是从参与者那里听说的,无论那人是谁,让他自己来,让他露面,让他作证。
πιστότερον γὰρ οὕτως ἔσται τὸ κατηγόρημα μαρτυρηθέν· ἐπεὶ νῦν γ᾿ οὐδέτερος ἡμῶν παρέχεται μάρτυρα.
因为只有这样,在有人作证的情况下,这项控告才更可信;既然现在我们双方都没有提供证人。
§23φήσεις ἴσως ἴσον εἶναι τὸ σέ τε τῶν γενομένων, ὡς σὺ φής, μὴ παρέχεσθαι μάρτυρας, τῶν τε μὴ γενομένων ἐμέ.
也许你会说,你对于如你所言已经发生的事不提供证人,与我对于未发生的事不提供证人,这两者是对等的。
τὸ δ᾿ οὐκ ἴσον ἐστί· τὰ μὲν γὰρ ἀγένητα πῶς οὐκ ἀδύνατα μαρτυρηθῆναι;
但这并不对等;因为对于未发生的事,怎么可能不是无法作证的呢?
περὶ δὲ τῶν γενομένων οὐ μόνον οὐκ ἀδύνατον, ἀλλὰ καὶ ῥᾴδιον, οὐδὲ μόνον ῥᾴδιον, ἀλλὰ. . . . . σοὶ μὲν οὖν ἦν οἷόν τε μόνῳ μὴ μόνον μάρτυρας ἀλλὰ καὶ ψευδομάρτυρας εὑρεῖν, ἐμοὶ δ᾿ οὐδέτερον εὑρεῖν τούτων δυνατόν.
而对于已经发生的事,不仅不是不可能,而且还很容易,不仅容易,而且……因此,对你而言,独自一人不仅能找到证人,甚至能找到伪证人;而对我而言,这两者中哪一个都不可能找到。
Ὅτι μὲν οὖν οὐκ οἶσθ᾿ ἃ κατηγορεῖς, φανερόν·
因此,你并不知道你所控告的事,这是显而易见的。

词汇与语法注释

  1. 17περὶ κινδύνων — 介词 περὶ 通常表示“关于”,但在本句中,最适合理解为表示所处的环境,即“在……之中”或“被……围绕”。因此,这意味着在充满极大危险的生活中,根本没有安全可言。
  2. 19περὶ παντός — 短语 περὶ παντός 是一个惯用表达,意思是“高于一切的”或“最受重视的”,在这里与 εἰμί 连用,构成“对所有人来说都高于一切”的意思。
  3. 20ὅπερ αἴσχιστον ἀνδρί — 关系代词 ὅπερ 指向其后的不定式短语 δυστυχεῖν δι᾿ αὑτόν(由于自身原因而变得不幸),起到了同格或先导的作用。整句的构造为“这(由于自己而变得不幸)对一个男人来说是最可耻的事”。
  4. 22ὡς ἀνάξιος ἀναξίῳ — 该短语将主语(原告)与被告(我)的关系对比为双方都是“不配之人”。这是一种包含省略的极简表达,意思是“如同一个不配的人(控告)另一个不配的人”。
  5. 23τὸ σέ τε τῶν γενομένων... μὴ παρέχεσθαι μάρτυρας — 这是一个由冠词 τό 引导的冠词不定式结构。连词 τε ... τε 将两个对比性的情况并列作为主语:“你对于已经发生的事不提供证人”以及“我对于未发生的事(不提供证人)”。

引用这一段

高尔吉亚, 帕拉墨得斯的辩护 §17-23. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0593.1st1K002.humanitext-grc1:17-23

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。