§10πότερα δ᾿ ἐκόμισεν ἡμέρας ἢ νυκτός;
那么,他是在白天运送的,还是在夜间运送的?
ἀλλὰ πολλαὶ καὶ πυκναὶ φυλακαί, δι᾿ ὧν οὐκ ἔστι λαθεῖν.
但如果是夜间,则有许多密集的卫兵,想要瞒过他们是不可能的。
ἀλλ᾿ ἡμέρας;
那么是白天吗?
ἀλλά γε τὸ φῶς πολεμεῖ τοῖς τοιούτοις.
但光线对这种企图是敌对的。
εἶεν.
好吧。
ἐγὼ δ᾿ ἐξελθὼν ἐδεξάμην, ἢ κεῖνος ὁ φέρων εἰσῆλθεν;
是我走出去接受的,还是那个携带者走了进来?
ἀμφότερα γὰρ ἄπορα.
因为这两种方式都是不可能的。
λαβὼν δὲ δὴ πῶς ἂν ἔκρυψα καὶ τοὺς ἔνδον καὶ τοὺς ἔξω;
就算我收下了,我又怎能瞒过里面的人和外面的人而藏起来呢?
ποῦ δ᾿ ἄν ἔθηκα;
我又会放在哪里呢?
πῶς δ᾿ ἂν ἐφύλαξα;
我又该如何看管呢?
χρώμενος δ᾿ ἂν φανερὸς ἐγενόμην· μὴ χρώμενος δὲ τί ἂν ὠφελούμην ἀπ᾿ αὐτῶν;
如果我使用了它,我就会暴露;如果我不使用它,我又能从中得到什么益处呢?
§11Καὶ δὴ τοίνυν γενέσθω καὶ τὰ μὴ γενόμενα.
那么,就让未曾发生的事也当作发生了吧。
συνήλθομεν, εἴπομεν, ἠκούσαμεν, χρήματα παρ᾿ αὐτῶν ἔλαβον, ἔλαθον λαβών, ἔκρυψα.
我们见面了,说话了,听到了,我从他们那里收到了钱,我背地里收下了,我藏起来了。
ἔδει δήπου πράττειν ὧν ἕνεκα ταῦτ᾿ ἐγένετο.
那么,当然必须去实行那些为了它们才发生这些事的行为。
τοῦτο τοίνυν ἔτι τῶν εἰρημένων ἀπορώτερον.
然而,这件事比已经说过的还要更加不可能。
πότερα μὲν γὰρ αὐτὸς ἔπραττον ἢ μεθ᾿ ἑτέρων;
因为我是自己去实行,还是和别人一起呢?
ἀλλ᾿ οὐχ ἑνὸς ἡ πρᾶξις.
但这件行动不是一个人能做的。
ἀλλὰ μεθ᾿ ἑτέρων;
那么是和别人一起吗?
τίνων;
是谁?
δηλονότι τῶν συνόντων.
显然是那些和我在一起的人。
πότερον ἐλευθέρων ἢ δούλων;
是自由人还是奴隶?
ἐλευθέροις μὲν γὰρ ὑμῖν σύνειμι.
因为我和作为自由人的你们在一起。
τίς οὖν ὑμῶν ξύνοιδε;
那么你们中谁知道呢?
λεγέτω.
让他说出来吧!
δούλοις δὲ πῶς οὐκ ἄπιστον;
但是和奴隶一起,这怎能不令人难以置信呢?
ἑκόντες τε γὰρ ἐπ᾿ ἐλευθερίᾳ χειμαζόμενοί τε δι᾿ ἀνάγκην κατηγοροῦσιν.
因为他们既会为了自由而自愿控告,也会因为受刑的迫切需要而被迫控告。
ἡ δὲ πρᾶξις πῶς ἂν ἐγένετο;
那么,这个行动又怎么能发生呢?
§12δηλονότι τοὺς πολεμίους εἰσαγαγεῖν ἔδει κρείττονας ὑμῶν· ὅπερ ἀδύνατον.
显然,必须把比你们更强大的敌人引进来,而这是不可能的。
πῶς δ᾿ ἂν οὖν εἰσήγαγον;
那么,我该如何把他们引进来呢?
πότερα διὰ πυλῶν;
是通过城门吗?
ἀλλ᾿ οὐκ ἐμὸν ταύτας οὔτε κλῄειν οὔτ᾿ ἀνοίγειν, ἀλλ᾿ ἡγεμόνες κύριοι τούτων.
但既不归我关闭,也不归我开启,而是指挥官们掌管着这些。
ἀλλ᾿ ὑπὲρ τειχῶν διὰ κλίμακος;
那么是通过梯子越过城墙吗?
οὐκοῦν. . . . . . . ἅπαντα γὰρ πλήρη φυλακῶν.
这可不行,……因为所有地方都布满了守卫。
ἀλλὰ διελὼν τοῦ τείχους;
那么是通过打通城墙吗?
ἅπασιν ἄρα φανερὰ γένοιτ᾿ ἄν.
那样的话,所有人就都会一清二楚了。
ὑπαίθριος γὰρ ὁ βίος· στρατόπεδον γάρ ἐστιν ἐν ὅπλοις, ἐν ᾧ πάντες πάντας ὁρῶσι καὶ πάντες ὑπὸ πάντων ὁρῶνται.
因为生活是在露天进行的;因为这是在全副武装的军营中,在这里所有人都能看到所有人,所有人也被所有人看到。
πάντως ἄρα καὶ πάντῃ ταῦτα πράττειν ἀδύνατον ἦν μοι
因此,无论如何,在任何方面,我都不可能做这些事。
§13Σκέψασθε τοίνυν καὶ τόδε. τίνος ἕνεκα προσῆκέ μοι βουληθῆναι ταῦτα πράττειν, εἰ μάλιστα πάντων ἐδυνάμην;
那么,也请考虑这一点:即使我最能做到,我有什么理由想要做这些事呢?
οὐδεὶς γὰρ βούλεται προῖκα τοὺς μεγίστους κινδύνους κινδυνεύειν οὐδὲ τὴν μεγίστην κακότητ᾿ εἶναι κάκιστος, ἀλλ᾿ ἕνεκά του.
因为没有人愿意无缘无故地冒着极大的危险,也没有人会为了成为最坏的人而犯下极大的恶行,而总是为了某种目的。
τίνος ἂν οὖν;
那么,会是为了什么呢?
καὶ αὖθις πρὸς τόδ᾿ ἐπάνειμι. πότερον ἂν τοῦ τυραννεῖν;
我再次回到这个问题:是为了成为僭主吗?
ὑμῶν ἢ τῶν βαρβάρων;
是做你们的僭主,还是做蛮族的僭主?
ἀλλ᾿ ὑμῶν ἀδύνατον τοσούτων καὶ τοιούτων, οἷς ὑπάρχει πάντα τὰ μέγιστα, προγόνων ἀρεταί, χρημάτων πλῆθος, ἀριστεῖαι μαχῶν, ἀκμὴ φρονημάτων, βασιλεία πόλεων.
但是,要做你们这群人数众多且如此优秀的人的僭主是不可能的,因为你们拥有所有最伟大的事物:祖先的德行、丰厚的财富、战争中的优胜、高昂的气概、以及对诸城市的统治权。
§14ἀλλὰ τῶν βαρβάρων;
还是为了做蛮族的僭主?
ὁ δὲ παραδώσων τίς;
那么,谁是那个会把统治权交出来的人呢?
ἐγὼ δὲ ποίᾳ δυνάμει παραλήψομαι Ἕλλην βαρβάρους, εἷς ὢν πολλούς;
而我又凭着什么力量,作为一个希腊人,去统治众多的蛮族呢?
πείσας ἢ βιασάμενος;
是通过说服,还是通过强迫?
οὔτε γὰρ ἐκεῖνοι πεισθῆναι βούλοιντ᾿ ἄν, οὔτ᾿ ἐγὼ βιάσασθαι δυναίμην.
因为他们既不想被说服,我也没有力量去强迫他们。
ἀλλ᾿ ἴσως ἑκόντες ἑκόντι παραδώσουσιν ἑαυτούς, μισθὸν τῆς προδοσίας ἀντιδιδόντες;
但也许他们会心甘情愿地把他们自己交给我这个心甘情愿的人,以此作为叛国的报酬?
ἀλλά γε ταῦτα πολλῆς μωρίας καὶ πιστεῦσαι καὶ λέξαι· τίς γὰρ ἂν ἕλοιτο δουλείαν ἀντ᾿ ἐλευθερίας, ἀντὶ τοῦ κρατίστου τὸ κάκιστον;
然而,相信和说出这些话实在是极其愚蠢;因为谁会选择奴役而不是自由,选择最坏而不是最好?
§15Εἴποι τις ἂν ὅτι πλούτου καὶ χρημάτων ἐρασθεὶς ἐπεχείρησα τούτοις.
有人可能会说,我是因为贪恋财富和金钱才尝试做这些事的。
ἀλλὰ χρήματα μέτρια μὲν κέκτημαι, πολλῶν δ᾿ οὐδὲν δέομαι.
但我拥有适度的财产,并不需要很多。
πολλῶν γὰρ δέονται χρημάτων οἱ πολλὰ δαπανῶντες, ἀλλ᾿ οὐχ οἱ. . . . , οὐδ᾿ οἱ κρείττονες τῶν τῆς φύσεως ἡδονῶν, ἀλλ᾿ οἱ δουλεύοντες ταῖς ἡδοναῖς καὶ ζητοῦντες ἀπὸ πλούτου καὶ μεγαλοπρεπείας τὰς τιμὰς κτᾶσθαι.
因为需要很多钱的是那些花销巨大的人,而不是那些……也不是那些能克制自然享乐的人,而是那些成为享乐奴隶并寻求通过财富和显赫来获取荣誉的人。
τούτων δ᾿ ἐμοὶ πρόσεστιν οὐδέν.
而这些特质我一点也没有。
ὡς δ᾿ ἀληθῆ λέγω, μάρτυρα πιστὸν παρέξομαι τὸν παροιχόμενον βίον· τῷ δὲ μάρτυρι μάρτυρες ὑμεῖς ἐστε·
为了证明我说的是实话,我将提供我过去的生活作为可靠的证人;而对于这个证人,你们就是证人。
σύνεστε γάρ μοι, διὸ σύνιστε ταῦτα.
因为你们与我生活在一起,所以你们知道这些事。
§16Καὶ μὴν οὐδ᾿ ἂν τιμῆς ἕνεκα τοιούτοις ἔργοις ἀνὴρ ἐπιχειρήσειε καὶ μέσως φρόνιμος.
而且,哪怕是稍有理智的人,也不会为了荣誉去尝试这样的行为。
ἀπ᾿ ἀρετῆς γὰρ ἀλλ᾿ οὐκ ἀπὸ κακότητος αἱ τιμαί· προδότῃ δὲ τῆς Ἑλλάδος ἀνδρὶ πῶς ἂν γένοιτο τιμή;
因为荣誉来自美德,而不是来自邪恶;对于一个背叛希腊的人,又怎能获得荣誉呢?
πρὸς δὲ τούτοις οὐδὲ τιμῆς ἐτύγχανον ἐνδεὴς ὤν· ἐτιμώμην γὰρ ἐπὶ τοῖς ἐντιμοτάτοις ὑπὸ τῶν ἐντιμοτάτων, ὑφ᾿ ὑμῶν ἐπὶ σοφίᾳ.
此外,我甚至并不缺少荣誉;因为我因最光荣的事而被最光荣的人所看重,也就是说,因智慧而被你们看重。