Humanitext Reader

高尔吉亚 · 帕拉墨得斯的辩护 §1-9

辩白清白与论证通敌之不可能

第 1 段,共 5 段 · 希腊语

内容简介

帕拉梅德斯因涉嫌背叛希腊而被奥德修斯起诉,他开始进行自我辩护,声明自己的清白,并论证该起诉毫无事实根据。他通过严密的逻辑,指出了叛国罪不可缺的前提条件(如会面、沟通、建立信约等)在现实中是完全不可能实现的。

§1Ἡ μὲν κατηγορία καὶ [ἡ ἀπολογία] κρίσις οὐ περὶ θανάτου γίγνεται·
起诉和[辩护]审判并非关乎死亡。
θάνατον μὲν γὰρ ἡ φύσις φανερᾷ τῇ ψήφῳ πάντων κατεψηφίσατο τῶν θνητῶν, ᾗπερ ἡμέρᾳ τις ἐγένετο·
因为自然界在每个人出生的那一天,就以其明确的选票对所有凡人判处了死刑。
περὶ δὲ τῆς ἀτιμίας καὶ τῆς τιμῆς ὁ κίνδυνός ἐστι, πότερά με χρὴ. . . δικαίως ἀποθανεῖν, ἢ μετ᾿ ὀνειδῶν μεγίστων καὶ τῆς αἰσχίστης αἰτίας βιαίως ἀποθανεῖν.
但危险在于耻辱与荣誉,我究竟是应当公正地死去,还是在极大的侮辱和最可耻的指控中悲惨地死去。
§2δισσῶν δὲ τούτων ὄντων τοῦ μὲν ὑμεῖς ὅλου κρατεῖτε, τοῦ δ᾿ ἐγώ, τῆς μὲν δίκης ἐγώ, τῆς δὲ βίας ὑμεῖς.
在这两件事中,你们统治着其中一个的全部,而我统治着另一个:我统治着正义,而你们统治着暴力。
ἀποκτεῖναι μὲν γάρ με δυνήσεσθε βουλόμενοι ῥᾳδίως· κρατεῖτε γὰρ καὶ τούτων, ὧν οὐδὲν ἐγὼ τυγχάνω κρατῶν.
因为如果你们愿意,你们可以轻易地杀死我;因为你们也统治着这些事,而我对这些事毫无统治权力。
§3Εἰ μὲν οὖν ὁ κατήγορος Ὀδυσσεὺς ἢ σαφῶς ἐπιστάμενος προδιδόντα με τὴν Ἑλλάδα τοῖς βαρβάροις ἢ δοξάζων οὕτω ταῦτ᾿ ἔχειν ἐποιεῖτο τὴν κατηγορίαν δι᾿ εὔνοιαν τῆς Ἑλλάδος, ἄριστος ἂν ἦν [ὁ] ἀνήρ·
因此,如果原告奥德修斯是因为对希腊的善意,要么明确知道我正向蛮族出卖希腊,要么认为事情就是这样而提出起诉,那他将是最好的人。
πῶς γὰρ οὐχ ὅ γε σῴζων πατρίδα, τοκέας, τὴν πᾶσαν Ἑλλάδα, ἔτι δὲ πρὸς τούτοις τὸν ἀδικοῦντα τιμωρούμενος;
因为一个拯救祖国、父母、整个希腊,此外还惩罚作恶者的人,怎能不是最好的人呢?
εἰ δὲ φθόνῳ καὶ κακοτεχνίᾳ καὶ πανουργίᾳ συνέθηκε ταύτην τὴν αἰτίαν, ὥσπερ δι᾿ ἐκεῖνα κράτιστος ἂν ἦν ἀνήρ, οὕτω διὰ ταῦτα κάκιστος ἀνήρ.
但如果他是出于嫉妒、奸诈和邪恶而编造了这一指控,就像他因为前述原因会是最好的人一样,他也因为这些原因而是最坏的人。
§4Περὶ τούτων δὲ λέγων πόθεν ἄρξωμαι;
谈到这些事,我该从哪里开始呢?
τί δὲ πρῶτον εἴπω;
我该先说什么呢?
ποῖ δὲ τῆς ἀπολογίας τράπωμαι;
我该转向辩护的哪一部分呢?
αἰτία γὰρ ἀνεπίδεικτος ἔκπληξιν ἐμφανῆ ἐμποιεῖ, διὰ δὲ τὴν ἔκπληξιν ἀπορεῖν ἀνάγκη τῷ λόγῳ, ἂν μή τι παρ᾿ αὐτῆς τῆς ἀληθείας καὶ τῆς παρούσης ἀνάγκης μάθω, διδασκάλων ἐπικινδυνοτέρων ἢ ποριμωτέρων τυχών.
因为未经证实的指控会引起显而易见的惊愕,由于这种惊愕,人们在言语上必然会陷入困境,除非我从真理本身和眼前的迫切需要中获得启发,而我遇到的这些老师,与其说是办法多,不如说是更危险。
§5Ὅτι μὲν οὖν οὐ σαφῶς εἰδὼς ὁ κατήγορος κατηγορεῖ μου, σαφῶς οἶδα· σύνοιδα γὰρ ἐμαυτῷ σαφῶς οὐδὲν τοιοῦτον πεποιηκώς·
因此,原告是在没有明确知识的情况下起诉我,这一点我是明确知道的;因为我明确地意识到自己从未做过任何此类事情。
οὐδ᾿ ἔοιχ᾿ ὅπως ἂν εἰδείη τις εἶναι τὸ μὴ γενόμενον.
而且,任何人似乎也不可能知道未曾发生的事情是如何存在的。
εἰ δ᾿ οἰόμενος οὕτω ταῦτ᾿ ἔχειν ἐποιεῖτο τὴν κατηγορίαν, οὐκ ἀληθῆ λέγειν διὰ δισσῶν ὑμῖν ἐπιδείξω τρόπων.
但如果他是相信事情是这样而提出起诉的,我将通过两种方式向你们证明他没有说真话。
οὔτε γὰρ βουληθεὶς ἐδυνάμην ἂν οὔτε δυνάμενος ἐβουλήθην ἔργοις ἐπιχειρεῖν τοιούτοις.
因为我既不可能在想做的时候做到,也不可能在能做的时候想去尝试这样的行为。
§6Ἐπὶ τοῦτον δὲ τὸν λόγον εἶμι πρῶτον, ὡς ἀδύνατός εἰμι τοῦτο πράττειν.
首先,我将讨论这个论点,即我不可能做这件事。
ἔδει γάρ τινα πρῶτον ἀρχὴν γενέσθαι τῆς προδοσίας, ἡ δ᾿ ἀρχὴ λόγος ἂν εἴη· πρὸ γὰρ τῶν μελλόντων ἔργων ἀνάγκη λόγους γίγνεσθαι πρότερον.
因为叛国必须首先有一个开端,而这个开端必定是言语;因为在未来的行动之前,言语必然先发生。
λόγοι δὲ πῶς ἂν γένοιντο μὴ συνουσίας τινὸς γενομένης;
但是,如果不举行某种会面,言语又怎么能发生呢?
συνουσία δὲ τίνα τρόπον γένοιτ᾿ ἂν μήτ᾿ ἐκείνου πρὸς ἐμὲ πέμψαντος μήτε του παρ᾿ ἐμοῦ πρὸς ἐκεῖνον ἐλθόντος;
如果他既没有派人来找我,我这边也没有人去他那里,会面又怎么能发生呢?
οὐδὲ γὰρ παραγγελία διὰ γραμμάτων ἀφίκοιτ᾿ ἂν ἄνευ τοῦ φέροντος.
因为即使是通过书信联络,没有携带信件的人也无法送达。
§7Ἀλλὰ δὴ τοῦτο τῷ λόγῳ δυνατὸν γενέσθω.
但让这在论证中成为可能吧。
καὶ δὴ τοίνυν σύνειμι καὶ σύνεστι κἀκεῖνος ἐμοὶ κἀκείνῳ ἐγώ.
那么,我与他会面,他与我,我与他在一起。
τίνα τρόπον;
以什么方式?
τίνι τίς ὤν;
谁作为谁?
Ἕλλην βαρβάρῳ.
希腊人对蛮族。
πῶς ἀκούων καὶ λέγων;
如何听和说?
πότερα μόνος μόνῳ;
是单独对单独吗?
ἀλλ᾿ ἀγνοήσομεν τοὺς ἀλλήλων λόγους.
但我们不懂彼此的语言。
ἀλλὰ μεθ᾿ ἑρμηνέως;
那是通过翻译吗?
τρίτος ἄρα μάρτυς γίγνεται τῶν κρύπτεσθαι δεομένων.
那么,本需保密的事情就有了第三个证人。
§8Ἀλλὰ δὴ καὶ τοῦτο γενέσθω, καίπερ οὐ γενόμενον.
哪怕这件事也算发生了,虽然它并没有发生。
ἔδει δή μ᾿ ἐπὶ τούτοις πίστιν δοῦναι καὶ δέξασθαι.
那么,我必须在此基础上给予并接受信约。
τίς οὖν ἂν ἦν ἡ πίστις;
那么,信约会是什么?
πότερον ὅρκος;
誓言吗?
τίς οὖν ἐμοὶ τῷ προδότῃ πιστεύειν ἔμελλεν;
那么,谁会相信我这个叛徒呢?
ἀλλ᾿ ὅμηροι;
或者是人质?
τίνες;
谁?
οἷον ἐγὼ τὸν ἀδελφὸν ἔδωκ᾿ ἄν, οὐ γὰρ εἶχον ἄλλον, ὁ δὲ βάρβαρος τῶν υἱέων τινά· πιστότατα γὰρ ἂν ἦν οὕτως ἐμοί τε παρ᾿ ἐκείνου κείνῳ τε παρ᾿ ἐμοῦ.
例如,我会交出我的弟弟,因为我没有别的兄弟,而蛮族会交出他的一个儿子;因为这样,对我和我来说都会是最可靠的。
ταῦτα δὲ γιγνόμενα πᾶσιν ὑμῖν ἂν ἦν φανερά.
但如果这些事情正在发生,你们所有人都会看得一清二楚。
§9Φήσει τις ὡς χρήμασι τὴν πίστιν ἐποιούμεθα, κεῖνος μὲν διδούς, ἐγὼ δὲ λαμβάνων.
有人会说我们是用金钱建立信约的,他给而我收。
πότερον οὖν ὀλίγοις;
那么是少量的钱吗?
ἀλλ᾿ οὐκ εἰκὸς ἀντὶ μεγάλων ὑπουργημάτων ὀλίγα χρήματα λαμβάνειν.
但在立下大功的情况下,接受少量的钱是不合常理的。
ἀλλὰ πολλά;
那是大量的钱吗?
τίς οὖν ἂν ἦν ἡ κομιδή;
那么,运送是如何进行的?
πόσοι δ᾿ ἂν ἐκόμισαν;
有多少人运送?
εἷς ἢ πολλοί;
一个还是许多人?
πολλῶν μὲν γὰρ κομιζόντων πολλοὶ ἂν ἦσαν οἱ μάρτυρες τῆς ἐπιβουλῆς, ἑνὸς δὲ κομίζοντος οὐκ ἂν πολύ τι τὸ φερόμενον ἦν.
因为如果是许多人运送,阴谋的证人就会很多;但如果是一个人运送,所运送的数额就不会很大。

词汇与语法注释

  1. §1ᾗπερ ἡμέρᾳ τις ἐγένετο — 由关系副词 ᾗ(带强调小词 -περ)引导的关系从句,其中先行词 ἡμέρᾳ 被吸引到关系从句内部。意为“在每个人出生的那一天”。
  2. §3ὥσπερ δι᾿ ἐκεῖνα κράτιστος ἂν ἦν ἀνήρ, οὕτω διὰ ταῦτα κάκιστος ἀνήρ — ὥσπερ 从句采用了与事实相反的条件句主句形式(ἄν + 直说过去未完成时 ἦν),表达假设性的比较。与之相对,以 οὕτω 开始的主句中没有 ἄν,而是作为现实判断直接陈述,形成非对称的对比。
  3. §4διδασκάλων ἐπικινδυνοτέρων ἢ ποριμωτέρων τυχών — 分词 τυχών(支配属格)修饰的、通过 ἤ 连接的两个比较级形容词 ἐπικινδυνοτέρων 和 ποριμωτέρων,表达的是对同一对象两种属性的比较(“与其说是办法多,不如说是更危险”),即双重比较级句式。
  4. §5οὐδ᾿ ἔοιχ᾿ ὅπως ἂν εἰδείη τις εἶναι τὸ μὴ γενόμενον — 无人称动词 ἔοικε(此处在 ὅπως 前省音并送气化为 ἔοιχ')后接 ὅπως 从句。从句中包含潜在祈愿神情(ἂν εἰδείη),表达一种不可能发生的情形,意为“似乎任何人都无法知道未曾发生的事情是如何存在的”。
  5. §8οἷον ἐγὼ τὸν ἀδελφὸν ἔδωκ᾿ ἄν... ὁ δὲ βάρβαρος τῶν υἱέων τινά — 举例副词 οἷον(例如)后接与事实相反的条件句主句(ἄν + 不定过去直说时 ἔδωκα)。在后半句中,动词和语气词 ἄν 被省略,这是对称结构中常见的动词省略现象。

引用这一段

高尔吉亚, 帕拉墨得斯的辩护 §1-9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0593.1st1K002.humanitext-grc1:1-9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。