§9.42.1Ὅταν τινὸς ἀναισχυντίᾳ προσκόπτῃς, εὐθὺς πυνθάνου σεαυτοῦ· δύνανται οὖν ἐν τῷ κόσμῳ ἀναίσχυντοι μὴ εἶναι;
当你因别人的无耻而感到愤怒时,立刻问你自己:“那么,这世上可能没有无耻之徒吗?
οὐ δύνανται·
”这是不可能的。
μὴ οὖν ἀπαίτει τὸ ἀδύνατον·
因此,不要要求不可能的事。
εἷς γὰρ καὶ οὗτός ἐστιν ἐκείνων τῶν ἀναισχύντων, οὓς ἀνάγκη ἐν τῷ κόσμῳ εἶναι.
因为这个人也是那些世上必然存在的无耻之徒之一。
τὸ δ’ αὐτὸ καὶ ἐπὶ τοῦ πανούργου καὶ ἐπὶ τοῦ ἀπίστου καὶ παντὸς τοῦ ὁτιοῦν ἁμαρτάνοντος ἔστω σοι πρόχειρον·
对于狡诈的人、不守信用的人以及犯有任何过错的人,你也同样要随时准备好这一想法。
ἅμα γὰρ τῷ ὑπομνησθῆναι ὅτι τὸ γένος τῶν τοιούτων ἀδύνατόν ἐστι μὴ ὑπάρχειν, εὐμενέστερος ἔσῃ πρὸς τοὺς καθ’ ἕνα.
因为一旦你想到这类人是不可能不存在的,你对他们每一个个体就会变得更加宽容。
§9.42.2εὔχρηστον δὲ κἀκεῖνο εὐθὺς ἐννοεῖν, τίνα ἔδωκεν ἡ φύσις τῷ ἀνθρώπῳ ἀρετὴν πρὸς τοῦτο τὸ ἁμάρτημα·
同样有益的是,立刻思考自然赋予了人类什么德行来对抗这种过错。
ἔδωκε γὰρ ὡς ἀντιφάρμακον πρὸς μὲν τὸν ἀγνώμονα τὴν πρᾳότητα, πρὸς δὲ ἄλλον ἄλλην τινὰ δύναμιν, ὅλως δὲ ἔξεστί σοι μεταδιδάσκειν τὸν πεπλανημένον· πᾶς γὰρ ὁ ἁμαρτάνων ἀφαμαρτάνει τοῦ προκειμένου καὶ πεπλάνηται.
因为作为解毒药,自然赋予了对抗无情之人的温和,以及对抗其他人时的其他某种能力。 而且总的来说,你完全可以去纠正那迷失方向的人;因为每一个犯错的人都偏离了预定的目标,并且迷失了方向。
τί δὲ καὶ βέβλαψαι;
而且你到底受到了什么伤害呢?
εὑρήσεις γὰρ μηδένα τούτων, πρὸς οὓς παροξύνῃ, πεποιηκότα τι τοιοῦτον, ἐξ οὗ ἡ διάνοιά σου χείρων ἔμελλε γενήσεσθαι·
因为你会发现,在那些你生其气的人当中,没有一个人做了任何会让你的心灵因此变得更坏的事。
§9.42.3τὸ δὲ κακόν σου καὶ τὸ βλαβερὸν ἐνταῦθα πᾶσαν τὴν ὑπόστασιν ἔχει.
而你的恶和伤害,完全只在这里具有其存在基础。
τί δὲ καινὸν ἢ ξένον γέγονεν, εἰ ὁ ἀπαίδευτος τὰ τοῦ ἀπαιδεύτου πράσσει;
如果缺乏教养的人做出缺乏教养的事,有什么新奇或奇怪的呢?
ὅρα μὴ σεαυτῷ μᾶλλον ἐγκαλεῖν ὀφείλῃς, ὅτι οὐ προσεδόκησας τοῦτον τοῦτο ἁμαρτήσεσθαι·
看看你是否更应该责怪你自己,因为你没有预料到这个人会犯下这个过错。
σὺ γὰρ καὶ ἀφορμὰς ἐκ τοῦ λόγου εἶχες πρὸς τὸ ἐνθυμηθῆναι ὅτι εἰκός ἐστι τοῦτον τοῦτο ἁμαρτήσεσθαι, καὶ ὅμως ἐπιλαθόμενος θαυμάζεις εἰ ἡμάρτηκε.
因为你本有来自于理性的依据去思考这个人很可能会犯这个错,然而你却遗忘了它,并对他犯了错感到惊讶。
§9.42.4μάλιστα δέ, ὅταν ὡς ἀπίστῳ ἢ ἀχαρίστῳ μέμφῃ, εἰς σεαυτὸν ἐπιστρέφου·
特别是,当你指责别人不守信用或忘恩负义时,要反求诸己。
προδήλως γὰρ σὸν τὸ ἁμάρτημα, εἴτε περὶ τοῦ τοιαύτην τὴν διάθεσιν ἔχοντος ἐπίστευσας ὅτι τὴν πίστιν φυλάξει, εἴτε τὴν χάριν διδοὺς μὴ καταληκτικῶς ἔδωκας μηδὲ ὥστε ἐξ αὐτῆς τῆς πράξεως εὐθὺς ἀπειληφέναι πάντα τὸν καρπόν.
因为过错显然在你自己,无论你是相信一个具有如此心性的人会坚守信用,还是你在施予恩惠时,没有彻底地给予,或者没有做到仅从这件善行本身就立刻收获全部的果实。
τί γὰρ πλέον θέλεις εὖ ποιήσας ἄνθρωπον;
因为当你对人行善之后,你还想要得到什么呢?
οὐκ ἀρκεῖ τοῦτο, ὅτι κατὰ φύσιν τὴν σήν τι ἔπραξας, ἀλλὰ τούτου μισθὸν ζητεῖς;
难道你根据自己的本性做了一件事还不够,反而还要为此寻求回报吗?
ὡσεὶ ὁ ὀφθαλμὸς ἀμοιβὴν ἀπῄτει, ὅτι βλέπει, ἢ οἱ πόδες, ὅτι βαδίζουσιν.
就像眼睛因为看见、双脚因为行走而索要报酬一样。
ὥσπερ γὰρ ταῦτα πρὸς τόδε τι γέγονεν, ὅπερ κατὰ τὴν ἰδίαν κατασκευὴν ἐνεργοῦντα ἀπέχει τὸ ἴδιον, οὕτως καὶ ὁ ἄνθρωπος εὐεργετικὸς πεφυκώς, ὁπόταν τι εὐεργετικὸν ἢ ἄλλως εἰς τὰ μέσα συνεργητικὸν πράξῃ, πεποίηκε, πρὸς ὃ κατεσκεύασται, καὶ ἔχει τὸ ἑαυτοῦ.
因为正如这些器官是为了特定的目的而产生的,当它们按照各自的构造发挥作用时,就得到了它们自己的回报,同样,人既然天生就是乐于行善的,那么每当他做了什么善事,或者在其他属于中性的事上协助他人时,他就做到了他被构造去要做的事,并且已经得到了属于他自己的回报。