Humanitext Reader

马尔库斯·奥列里乌斯 · 沉思录 §10.1.1

对灵魂自足与顺应宇宙秩序的祈愿

第 375 段,共 486 段 · 希腊语

内容简介

作者向自己的灵魂发问,渴望其有朝一日能够超越肉体、感到充实,全然接纳现状并顺应宇宙(完美的生命体)的秩序,从而与神明和人类达成完美的和谐共处。

§10.1.1Ἔσῃ ποτὲ ἆρα, ὦ ψυχή, ἀγαθὴ καὶ ἁπλῆ καὶ μία καὶ γυμνή, φανερωτέρα τοῦ περικειμένου σοι σώματος;
我那灵魂啊,你何时才能变得善良、单纯、合一、赤裸,比那包裹着你的肉体更加显露?
γεύσῃ ποτὲ ἆρα τῆς φιλητικῆς καὶ στερκτικῆς διαθέσεως;
你何时才能尝到爱人与慈爱的心境?
ἔσῃ ποτὲ ἆρα πλήρης καὶ ἀνενδεὴς καὶ οὐδὲν ἐπιποθοῦσα οὐδὲ ἐπιθυμοῦσα οὐδενὸς οὔτε ἐμψύχου οὔτε ἀψύχου πρὸς ἡδονῶν ἀπολαύσεις;
你何时才能感到充实且无所缺乏,为了享受快乐,不再向往和渴望任何有生命或无生命的事物?
οὐδὲ χρόνου, ἐν ᾧ ἐπὶ μακρότερον ἀπολαύσεις; οὐδὲ τόπου ἢ χώρας ἢ ἀέρων εὐκρασίας; οὐδὲ ἀνθρώπων εὐαρμοστίας;
不再渴望能让你享受更久的时间,不再渴望地点、空间、温和的气候,也不再渴望人与人之间的和谐?
ἀλλὰ ἀρκεσθήσῃ τῇ παρούσῃ καταστάσει καὶ ἡσθήσῃ τοῖς παροῦσι πᾶσι καὶ συμπείσεις σεαυτὴν ὅτι πάντα σοι παρὰ τῶν θεῶν πάρεστι, πάντα σοι εὖ ἔχει καὶ εὖ ἕξει, ὅσα φίλον αὐτοῖς καὶ ὅσα μέλλουσι δώσειν ἐπὶ σωτηρίᾳ τοῦ τελείου ζῴου, τοῦ ἀγαθοῦ καὶ δικαίου καὶ καλοῦ καὶ γεννῶντος πάντα καὶ συνέχοντος καὶ περιέχοντος καὶ περιλαμβάνοντος διαλυόμενα εἰς γένεσιν ἑτέρων ὁμοίων;
反而满足于现状,因眼前的一切而喜悦,并说服你自己:神明已为你预备好了一切,凡神明所喜悦的,以及为了那完美的生命体——那善良、公正、美好、生育万物、维系万物、包容万物、并在它们分解而生成其他相似之物时将其环抱其中的生命体——的安全,神明所将赐予的一切,对你而言都是好的,且将永远是好的?
ἔσῃ ποτὲ ἆρα τοιαύτη, οἵα θεοῖς τε καὶ ἀνθρώποις οὕτως συμπολιτεύεσθαι ὡς μήτε μέμφεσθαί τι αὐτοῖς μήτε καταγινώσκεσθαι ὑπ’ αὐτῶν;
你何时才能成为这样的人:与神明和人类共同生活,既不指责他们,也不被他们所否定?

词汇与语法注释

  1. 10.1.1διαλυόμενα — 中性复数宾格分词,修饰前一个现在分词 `περιλαμβάνοντος`(“环抱”)所省去的暗示宾语(万物的构成要素或事物),意为“(那些为了生成其他相似物而)分解的(事物)”。
  2. 10.1.1οὐδὲ χρόνου — 承接前文 `οὐδὲ ἐπιθυμοῦσα οὐδενὸς`(“不渴望任何事物”)的否定结构,属格 `χρόνου`(“时间”)、`τόπου`(“空间/地点”)和 `ἀνθρώπων`(“人”)均作为分词 `ἐπιθυμοῦσα` 的宾语并列。
  3. 10.1.1οἵα ... συμπολιτεύεσθαι — 女性单数关系代词 `οἵα`(对应主句中的 `τοιαύτη`)搭配不定式 `συμπολιτεύεσθαι`(“共同生活”),表示主语灵魂所应当达到的结果或性质(“具有……样特征以至于能够共同生活的”)。

引用这一段

马尔库斯·奥列里乌斯, 沉思录 §10.1.1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0562.tlg001.humanitext-grc2:10.1.1

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。