§9.35.1Ἡ ἀποβολὴ οὐδὲν ἄλλο ἐστὶν ἢ μεταβολή.
丧失不过是变化。
τούτῳ δὲ χαίρει ἡ τῶν ὅλων φύσις, καθ’ ἢν πάντα καλῶς γίνεται καὶ ἐξ αἰῶνος ὁμοειδῶς ἐγίνετο καὶ εἰς ἄπειρον τοιαῦθ̓ ἕτερα ἔσται.
而宇宙整体的本性乐于此,依照它,万事皆好地发生,且自古以来就以同样的方式发生,并在无限的未来中也将有其他类似的事物同样发生。
τί οὖν λέγεις ὅτι ἐγίνετό τε πάντα κακῶς καὶ πάντα ἀεὶ κακῶς ἔσται καὶ οὐδεμία ἄρα δύναμις ἐν τοσούτοις θεοῖς ἐξευρέθη ποτὲ ἡ διορθώσουσα ταῦτα, ἀλλὰ κατακέκριται ὁ κόσμος ἐν ἀδιαλείπτοις κακοῖς συνέχεσθαι;
那么,你为什么说,万事一直很糟地发生,万事也将永远很糟,而在如此众多的神灵之中竟从未发现过能纠正这些事情的力量,反倒世界已被判决要困在永无休止的邪恶之中?