§9.3.1Μὴ καταφρόνει θανάτου, ἀλλὰ εὐαρέστει αὐτῷ, ὡς καὶ τούτου ἑνὸς ὄντος ὧν ἡ φύσις ἐθέλει.
不要轻视死亡,而要乐于接受它,视其为自然所意愿的事物之一。
οἷον γάρ ἐστι τὸ νεάσαι καὶ τὸ γηρᾶσαι, καὶ τὸ αὐξῆσαι καὶ τὸ ἀκμάσαι, καὶ ὀδόντας καὶ γένειον καὶ πολιὰς ἐνεγκεῖν, καὶ σπεῖραι καὶ κυοφορῆσαι καὶ ἀποκυῆσαι, καὶ τὰ ἄλλα φυσικὰ ἐνεργήματα ὅσα αἱ τοῦ βίου ὧραι φέρουσι, τοιοῦτο καὶ τὸ διαλυθῆναι.
因为,正如年轻与衰老、成长与成熟、长牙、长胡须与变白发、播种、怀孕与生产,以及生命的各个季节所带来的所有其他自然活动一样,分解也是如此。
τοῦτο μὲν οὖν κατὰ ἄνθρωπόν ἐστι λελογισμένον, μὴ ὁλοσχερῶς μηδὲ ὠστικῶς μηδὲ ὑπερηφάνως πρὸς τὸν θάνατον ἔχειν ἀλλὰ περιμένειν ὡς μίαν τῶν φυσικῶν ἐνεργειῶν, καὶ ὡς νῦν περιμένεις πότε ἔμβρυον ἐκ τῆς γαστρὸς τῆς γυναικός σου ἐξέλθῃ, οὕτως ἐκδέχεσθαι τὴν ὥραν ἐν ᾗ τὸ ψυχάριόν σου τοῦ ἐλύτρου τούτου ἐκπεσεῖται.
因此,一个有理性的人,对待死亡既不应粗鲁,也不应抗拒,更不应傲慢,而是要将它作为自然的作用之一来等待;正如你现在等待胎儿从你妻子的腹中出来一样,你也应当如此期待你的微小灵魂从这个外壳中脱落的时刻。
§9.3.2εἰ δὲ καὶ ἰδιωτικὸν παράπηγμα ἁψικάρδιον θέλεις, μάλιστά σε εὔκολον πρὸς τὸν θάνατον ποιήσει ἡ ἐπίστασις ἡ ἐπὶ τὰ ὑποκείμενα, ὧν μέλλεις ἀφίστασθαι, καὶ μεθ’ ἠθῶν οὐκέτι ἔσται ἡ. . . ἐμπεφυρμένη.
但是,如果你还想要一个通俗而触动心灵的指南,那么,对你即将离开的事物的省察,以及对你的[灵魂]不再与其相混杂的那些人的性格的思考,将使你对死亡最为释怀。
προσκόπτεσθαι μὲν γὰρ αὐτοῖς ἥκιστα δεῖ, ἀλλὰ καὶ κήδεσθαι καὶ πρᾴως φέρειν, μεμνῆσθαι μέντοι ὅτι οὐκ ἀπ’ ἀνθρώπων ὁμοδογματούντων σοι ἡ ἀπαλλαγὴ ἔσται.
因为你绝不应该对他们感到厌烦,而应当关怀他们,温和地容忍他们;然而要记住,你的解脱并不是脱离那些与你有相同信念的人。
τοῦτο γὰρ μόνον, εἴπερ ἄρα, ἀνθεῖλκεν ἂν καὶ κατεῖχεν ἐν τῷ ζῆν, εἰ συζῆν ἐφεῖτο τοῖς τὰ αὐτὰ δόγματα περιπεποιημένοις·
因为唯有这一件事(如果真能如此的话)才会把你拉回并留存在生命中——如果允许你与那些获得相同信念的人共同生活的话。
νῦν δ’ ὁρᾷς ὅσος ὁ κόπος ἐν τῇ διαφωνίᾳ τῆς συμβιώσεως, ὥστε εἰπεῖν· θᾶττον ἔλθοις, ὦ θάνατε, μή που καὶ αὐτὸς ἐπιλάθωμαι ἐμαυτοῦ.
但如今你看到了在共同生活的失调中有着多么大的苦恼,以至于让人想说:“死亡啊,快些来吧,免得我自己也忘记了自己。 ”