§9.27.1Ὅταν ἄλλος ψέγῃ σε ἢ μισῇ ἢ τοιαῦτά τινα ἐκφωνῶσιν, ἔρχου ἐπὶ τὰ ψυχάρια αὐτῶν, δίελθε ἔσω καὶ ἴδε ποῖοί τινές εἰσιν.
当他人指责你、恨你,或者人们吐露此类言论时,深入他们那微小的灵魂,穿透进去,看看他们究竟是怎样的人。
ὄψει ὅτι οὐ δεῖ σε σπᾶσθαι, ἵνα τούτοις τί ποτε περὶ σοῦ δοκῇ.
你会发现,你根本不需要为了让他们对你抱有某种看法而焦虑不安。
εὐνοεῖν μέντοι αὐτοῖς δεῖ· φύσει γὰρ φίλοι, καὶ οἱ θεοὶ δὲ παντοίως αὐτοῖς βοηθοῦσι, δι’ ὀνείρων, διὰ μαντειῶν, πρὸς ταῦτα μέντοι, πρὸς ἃ ἐκεῖνοι διαφέρονται.
然而,你必须对他们心怀善意;因为他们天然就是你的朋友,甚至神明也通过梦境、神谕,以各种方式帮助他们,正是为了那些他们所关注的事物。