§8.7.1Ἀρκεῖται πᾶσα φύσις ἑαυτῇ εὐοδούσῃ, φύσις δὲ λογικὴ εὐοδεῖ ἐν μὲν φαντασίαις μήτε ψευδεῖ μήτε ἀδήλῳ συγκατατιθεμένη, τὰς ὁρμὰς δὲ ἐπὶ τὰ κοινωνικὰ ἔργα μόνα ἀπευθύνουσα, τὰς ὀρέξεις δὲ καὶ τὰς ἐκκλίσεις τῶν ἐφ’ ἡμῖν μόνων πεποιημένη, τὸ δὲ ὑπὸ τῆς κοινῆς φύσεως ἀπονεμόμενον πᾶν ἀσπαζομένη·
每一个本性在自身顺遂时便感到自足,而理性的本性在以下情况下顺遂:在表象中,既不赞同虚假者,也不赞同不明确者;将冲动仅导向社会性的活动;将欲望与规避仅限于我们权力之内的事物;并且欣然接受由共同本性所分配的一切。
μέρος γὰρ αὐτῆς ἐστιν ὡς ἡ τοῦ φύλλου φύσις τῆς τοῦ φυτοῦ φύσεως·
因为它是它的一部分,正如树叶的本性是植物本性的一部分。
πλὴν ὅτι ἐκεῖ μὲν ἡ τοῦ φύλλου φύσις μέρος ἐστὶ φύσεως καὶ ἀναισθήτου καὶ ἀλόγου καὶ ἐμποδίζεσθαι δυναμένης, ἡ δὲ τοῦ ἀνθρώπου φύσις μέρος ἐστὶν ἀνεμποδίστου φύσεως καὶ νοερᾶς καὶ δικαίας, εἴγε ἴσους καὶ κατ’ ἀξίαν τοὺς μερισμοὺς χρόνων, οὐσίας, αἰτίου, ἐνεργείας, συμβάσεως ἑκάστοις ποιεῖται.
只是在树叶的情况中,树叶的本性是无感觉、无理性且可能受阻碍的本性的一部分;而人的本性则是未受阻碍、理智且公正的本性的一部分,只要它确实将时间、物质、原因、活动、偶遇的分配,等同且按价值赋予每一个人。
σκόπει δέ, μὴ εἰ τὸ ἓν πρὸς τὸ ἓν ἴσον εὑρήσεις ἐπὶ παντός, ἀλλὰ εἰ συλλήβδην τὰ πάντα τοῦδε πρὸς ἀθρόα τὰ τοῦ ἑτέρου.
但你要考量,不是看你是否会在每一情况下发现单个事物与单个事物相等,而是看这一个人的万物总和是否与另一个人的全体事物相称。