§8.50.1Σίκυος πικρός;
黄瓜是苦的?
ἄφες.
扔掉它。
βάτοι ἐν τῇ ὁδῷ;
道路上有荆棘?
ἔκκλινον.
避开它。
ἀρκεῖ, μὴ προσεπείπῃς· τί δὲ καὶ ἐγένετο ταῦτα ἐν τῷ κόσμῳ;
这就够了,不要再多问:“但世上为什么会有这些东西呢?
ἐπεὶ καταγελασθήσῃ ὑπὸ ἀνθρώπου φυσιολόγου, ὡς ἂν καὶ ὑπὸ τέκτονος καὶ σκυτέως γελασθείης καταγινώσκων ὅτι ἐν τῷ ἐργαστηρίῳ ξέσματα καὶ περιτμήματα τῶν κατασκευαζομένων ὁρᾷς.
”因为你会受到研究自然之人的嘲笑,正如你若因在木匠和鞋匠的工作室里看到正在制作的物品的刨花和边角料而指责他们,就会被他们嘲笑一样。
καίτοι ἐκεῖνοί γε ἔχουσι ποῦ αὐτὰ ῥίψωσιν, ἡ δὲ τῶν ὅλων φύσις ἔξω οὐδὲν ἔχει, ἀλλὰ τὸ θαυμαστὸν τῆς τέχνης ταύτης ἐστὶν ὅτι περιορίσασα ἑαυτὴν πᾶν τὸ ἔνδον διαφθείρεσθαι καὶ γηράσκειν καὶ ἄχρηστον εἶναι δοκοῦν εἰς ἑαυτὴν μεταβάλλει, καὶ ὅτι πάλιν ἄλλα νεαρὰ ἐκ τούτων αὐτῶν ποιεῖ, ἵνα μήτε οὐσίας ἔξωθεν χρῄζῃ μήτε ὅπου ἐκβάλῃ τὰ σαπρότερα προσδέηται.
然而,他们毕竟还有地方可以扔掉这些东西,而万物的自然在外部却一无所有。 但这门技艺的奇妙之处在于,它限制了自己,把内部一切看似在腐烂、变老、变得无用的东西都转化为它自身,并且又从这些同样的东西中重新造出其他新的东西,从而既不需要外部的物质,也不需要额外的空间来扔掉腐烂之物。
ἀρκεῖται οὖν καὶ χώρᾳ τῇ ἑαυτῆς καὶ ὕλῃ τῇ ἑαυτῆς καὶ τέχνῃ τῇ ἰδίᾳ.
因此,它满足于自身的空间、自身的原料和自身的技艺。