§8.5.1Τὸ πρῶτον μὴ ταράσσου· πάντα γὰρ κατὰ τὴν τοῦ ὅλου φύσιν καὶ ὀλίγου χρόνου οὐδεὶς οὐδαμοῦ ἔσῃ, ὥσπερ οὐδὲ Ἁδριανὸς οὐδὲ Αὔγουστος.
首先,不要心神不宁;因为万物皆顺乎宇宙之本性,且过不了多久,你将在任何地方都不复存在,正如哈德良与奥古斯都如今都不存在了一样。
ἔπειτα ἀτενίσας εἰς τὸ πρᾶγμα ἴδε αὐτὸ καὶ συμμνημονεύσας ὅτι ἀγαθόν σε ἄνθρωπον εἶναι δεῖ καὶ τί τοῦ ἀνθρώπου ἡ φύσις ἀπαιτεῖ, πρᾶξον τοῦτο ἀμεταστρεπτὶ καὶ εἰπέ, ὡς δικαιότατον φαίνεταί σοι· μόνον εὐμενῶς καὶ αἰδημόνως καὶ ἀνυποκρίτως.
其次,凝视事情的本质,看清它,并牢记你必须做一个好人,以及人的本性所要求的是什么,毫不动摇地付诸行动,并说出在你看来最公正的话;只要怀着善意、谦逊与真诚。