§8.45.1Ἆρόν με καὶ βάλε, ὅπου θέλεις.
把我带走,扔到你想要的地方去吧。
κἀκεῖ γὰρ ἕξω τὸν ἐμὸν δαίμονα ἵλεων, τουτέστιν, ἀρκούμενον, εἰ ἔχοι καὶ ἐνεργοίη κατὰ τὸ ἑξῆς τῇ ἰδίᾳ κατασκευῇ.
因为即使在那儿,我也将使我内心的神明保持安详,也就是说,如果它能按照其自身的特有结构来生存和活动,它就会感到满足。
Ἆρα τοῦτο ἄξιον, ἵνα δι’ αὐτὸ κακῶς μοι ἔχῃ ἡ ψυχὴ καὶ χείρων ἑαυτῆς ᾖ, ταπεινουμένη, ὀρεγομένη, συνδυομένη, πτυρομένη;
难道这件事竟值得我的灵魂因此陷入糟糕的状态,变得不如其自身,沦为卑屈、渴望、纠缠和恐惧的奴隶吗?
καὶ τί εὑρήσεις τούτου ἄξιον;
而你又能找到什么,是值得以此为代价的呢?