§8.43.1Εὐφραίνει ἄλλον ἄλλο, ἐμὲ δέ, ἐὰν ὑγιὲς ἔχω τὸ ἡγεμονικόν, μὴ ἀποστρεφόμενον μήτε ἄνθρωπόν τινα μήτε τι τῶν ἀνθρώποις συμβαινόντων, ἀλλὰ πᾶν εὐμενέσιν ὀφθαλμοῖς ὁρῶν τε καὶ δεχόμενον καὶ χρώμενον ἑκάστῳ κατ̓ ἀξίαν.
不同的人因不同的事物而喜悦;但对我而言,如果我能保持我的支配部分健康,既不厌弃任何人,也不厌弃发生到人身上的任何事,而是用友善的眼光注视一切,接纳并按其价值使用每一事物,[这便是我的喜悦]。