Humanitext Reader

马尔库斯·奥列里乌斯 · 沉思录 §8.41.1

各本性的阻碍与不受外物妨碍的理智

第 312 段,共 486 段 · 希腊语

内容简介

阐明了各种本性中阻碍与恶的类比,强调作为理性存在者的人类理智,只要保持自身的完满,就绝不会受到外界事物的阻碍。

§8.41.1Ἐμποδισμὸς αἰσθήσεως κακὸν ζωτικῆς φύσεως.
感觉的阻碍是动物性本质的恶。
ἐμποδισμὸς ὁρμῆς ὁμοίως κακὸν ζωτικῆς φύσεως.
冲动的阻碍同样是动物性本质的恶。
ἔστι δέ τι ἄλλο ὁμοίως ἐμποδιστικὸν καὶ κακὸν τῆς φυτικῆς κατασκευῆς.
并且还有其他同样阻碍植物性结构并对其有害的事物。
οὕτως τοίνυν ἐμποδισμὸς νοῦ κακὸν νοερᾶς φύσεως.
同样,理智的阻碍是智性本质的恶。
πάντα δὴ ταῦτα ἐπὶ σεαυτὸν μετάφερε.
那么,将这一切都应用到你自己身上吧。
πόνος, ἡδονὴ ἅπτεταί σου;
痛苦或快乐触及你吗?
ὄψεται ἡ αἴσθησις.
让感觉去面对吧。
ὁρμήσαντι ἔνστημα ἐγένετο;
当你发起冲动时,遇到了障碍吗?
εἰ μὲν ἀνυπεξαιρέτως ὥρμας, ἤδη ὡς λογικοῦ κακόν, εἰ δὲ τὸ κοινὸν λαμβάνεις, οὔπω βέβλαψαι οὐδὲ ἐμπεπόδισαι.
如果你毫无保留地发起冲动,那对于理性存在者来说已经是恶了;但如果你接受那共同的法则,你就尚未受到伤害或阻碍。
τὰ μέντοι τοῦ νοῦ ἴδια οὐδεὶς ἄλλος εἴωθεν ἐμποδίζειν· τούτου γὰρ οὐ πῦρ, οὐ σίδηρος, οὐ τύραννος, οὐ βλασφημία, οὐχ ὁτιοῦν ἅπτεται, ὅταν γένηται ʽσφαῖρος κυκλοτερὴς μονίῃʼ.
然而,理智特有的活动,任何旁人都无法阻碍;因为无论是火、是铁、是暴君、是诽谤,还是任何其他东西,都无法触及它,当它成为“在孤独中自足的圆球”时。

词汇与语法注释

  1. §8.41.1ὁρμήσαντι — 与格分词 `ὁρμήσαντι` 作为关系与格使用,暗指第二人称单数(“当你发起冲动时”),表示时间或条件关系。
  2. §8.41.1ὡς λογικοῦ — 连词 `ὡς`(作为)后接实体化的形容词属格 `λογικοῦ`(理性存在者),整体表示“作为理性存在者”的身份或资格。
  3. §8.41.1ʽσφαῖρος κυκλοτερὴς μονίῃʼ — 引用自恩培多克勒(残篇B27、B28等)。`μονίῃ` 是史诗/爱奥尼亚方言中 `μονία`(孤独、静止)的单数与格,作方式或原因与格(“在孤独中”或“凭其居留”),隐喻魂不受外界干扰的自足状态。

引用这一段

马尔库斯·奥列里乌斯, 沉思录 §8.41.1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0562.tlg001.humanitext-grc2:8.41.1

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。