§8.36.1Μή σε συγχείτω ἡ τοῦ ὅλου βίου φαντασία, μὴ συμπερινόει ἐπίπονα οἷα καὶ ὅσα πιθανὸν ἐπιγεγενῆσθαι, ἀλλὰ καθ’ ἕκαστον τῶν παρόντων ἐπερώτα σεαυτόν· τί τοῦ ἔργου τὸ ἀφόρητον καὶ ἀνύποιστον;
不要让对整个人生的表象使你困惑,也不要同时在心中构想可能发生的一切痛苦之事。 相反,在当前面临的每一件事上,都要问问自己:“在这件事中,有什么是不可忍受、无法承受的?
αἰσχυνθήσῃ γὰρ ὁμολογῆσαι.
”因为你将羞于承认。
ἔπειτα ἀναμίμνῃσκε σεαυτὸν ὅτι οὔτε τὸ μέλλον οὔτε τὸ παρῳχηκὸς βαρεῖ σε, ἀλλ’ ἀεὶ τὸ παρόν, τοῦτο δὲ κατασμικρύνεται, ἐὰν αὐτὸ μόνον περιορίσῃς καὶ ἀπελέγχῃς τὴν διάνοιαν, εἰ πρὸς τοῦτο ψιλὸν ἀντέχειν μὴ δύναται.
接着,要提醒自己,不论是未来还是过去,都无法压迫你,而总是只有现在;而这现在,如果你只将其限制在它自身,并且,如果理智甚至连这单纯的一刻都无法坚持,你就去责备这理智,那么,现在就会被缩小到微不足道。