§8.37.1Μήτι νῦν παρακάθηται τῇ Οὐήρου σορῷ Πάνθεια ἢ Πέργαμος;
难道现在潘泰亚或培尔加莫斯还守候在维鲁斯的棺木旁吗?
τί δέ, τῇ Ἁδριανοῦ Χαβρίας ἢ Διότιμος;
又难道卡布里亚斯或迪奥蒂莫斯守候在哈德良的(棺木旁)吗?
γελοῖον.
荒谬。
τί δέ, εἰ παρεκάθηντο, ἔμελλον αἰσθάνεσθαι;
即便他们守候在旁,死者难道能感知到吗?
τί δέ, εἰ ᾐσθάνοντο, ἔμελλον ἡσθήσεσθαι;
即便能感知到,难道会高兴吗?
τί δέ, εἰ ἥδοντο, ἔμελλον οὗτοι ἀθάνατοι εἶναι;
即便高兴,难道守候者们就能长生不死吗?
οὐχὶ καὶ τούτους πρῶτον μὲν γραίας καὶ γέροντας γενέσθαι οὕτως εἵμαρτο, εἶτα ἀποθανεῖν;
难道这些人不也是注定要先变成老妇和老翁,然后死去吗?
τί οὖν ὕστερον ἔμελλον ἐκεῖνοι ποιεῖν τούτων ἀποθανόντων;
那么,等这些人死后,那些人此后又将如何呢?
γράσος πᾶν τοῦτο καὶ λύθρος ἐν θυλάκῳ.
这一切不过是口袋里的恶臭与污血。