§8.34.1Εἴ ποτε εἶδες χεῖρα ἀποκεκομμένην ἢ πόδα ἢ κεφαλὴν ἀποτετμημένην, χωρίς πού ποτε ἀπὸ τοῦ λοιποῦ σώματος κειμένην· τοιοῦτον ἑαυτὸν ποιεῖ, ὅσον ἐφ’ ἑαυτῷ, ὁ μὴ θέλων τὸ συμβαῖνον καὶ ἀποσχίζων ἑαυτὸν ἢ ὁ ἀκοινώνητόν τι πράσσων.
如果你曾见过一只被砍断的手、或一只脚、或一颗被斩下的头,躺在远离身体其余部分的某个地方——那么,一个不接受所发生之事并孤立自己的人,或者一个做出反社会行为的人,在就自己而言的范围内,就是把自已变成了那样的东西。
ἀπέρριψαί πού ποτε ἀπὸ τῆς κατὰ φύσιν ἑνώσεως· ἐπεφύκεις γὰρ μέρος· νῦν δὲ σεαυτὸν ἀπέκοψας.
你已将自己从自然的统一体中抛弃;因为你天生就是一个部分;但现在你却将自己切断了。
ἀλλ’ ὧδε κομψὸν ἐκεῖνο, ὅτι ἔξεστί σοι πάλιν ἑνῶσαι σεαυτόν.
然而,这里有那件绝妙的事:那就是你被允许再次与自己结合。
τοῦτο ἄλλῳ μέρει οὐδενὶ θεὸς ἐπέτρεψεν, χωρισθέντι καὶ διακοπέντι πάλιν συνελθεῖν, ἀλλὰ σκέψαι τὴν χρηστότητα ᾗ τετίμηκε τὸν ἄνθρωπον· καὶ γὰρ ἵνα τὴν ἀρχὴν μὴ ἀπορραγῇ ἀπὸ τοῦ ὅλου ἐπ’ αὐτῷ ἐποίησε, καὶ ἀπορραγέντι πάλιν ἐπανελθεῖν καὶ συμφῦναι καὶ τὴν τοῦ μέρους τάξιν ἀπολαβεῖν ἐποίησεν.
神没有允许任何其他部分,在被分离和切断后能再次结合;但想想他用来礼遇人类的仁慈吧:因为他使最初不从整体中分裂出去取决于人自己,而且,即使人已经分裂出去,他也使人能够再次回归、共同生长并恢复作为一部分的地位。